← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§139.12-140.20

驳恩培多克勒余论与呼吸的诸原因

米海尔通过树木生长于陆地而非水中的例子进一步阐发对恩培多克勒学说的驳斥,探讨了文本异文,并注解了关于具肺动物呼吸的原因(质料因、动力因与目的因)的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.42

" Διὰ τοῦτο τὰ δένδρα οὐκ ἐν ὕδατι φύεται, ἀλλ’ ἐν γῇ." Τουτέστι διὰ τὸ εὔλογον εἶναι ἕκαστον ἐν τῷ τόπῳ εἶναι τῆς ὕλης, ἀφ’ ἧς ἐγένετο, διὰ τοῦτο καὶ τὰ δένδρα ἐν τῇ γῇ εἰσιν, ἀφ’ ἧς ἐγένετο, καὶ οὐκ ἐν ὕδατι. καίτοι ἔδει κατὰ τὸν Ἐμπεδοκλέους λόγον καὶ τὰ δένδρα ἐν τῷ ὕδατι νήχεσθαι· εἰ γὰρ οἱ ἰχθύες διὰ τὸ εἶναι θερμοὶ ἐν ὕδατί εἰσι ψυχρῷ ὄντι, ἔδει καὶ τὰ φυτὰ ξηρὰ ὄντα (ἐκ γὰρ γῆς εἰσιν, ἢ μᾶλλον τῷ ξηρῷ εἰδοποιεῖται) ἐν τῷ ὕδατι εἶναι ὑγρῷ ὄντι. τὸ δὲ διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα, ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος μετὰ σκωπτικῆς ἐπῆκται τῆς χάριτος,1 ὡς εἰ ἔλεγε· τί κωλύει τὰ δένδρα λέγειν ὑπέρξηρα, Ἐμπεδοκλέους εἰρηκότος τοὺς ἰχθῦς ὑπερπύρους. καὶ ἦλθεν ἄν, φησί, τὰ δένδρα ἐν τῷ ὕδατι, οὐχ ὅτι ἐστὶ ψυχρόν, ἀλλ’ ὅτι ὑγρόν· τοῦτο γὰρ δηλοῖ τὸ οὐ γὰρ διότι ψυχρὸν ἦλθεν εἰς αὐτό, ἀλλ’ ὅτι ὑγρόν. Τὰ δ’ ἐφεξῆς σαφῆ. τὸ δὲ τοῦτο μὲν δεῖ ζητεῖν ἐν τοῖς οἰκείοις τόποις ἑκάστης ὕλης κατὰ τὰς μεταβολὰς τῆς κοινῆς ὥρας τοιοῦτόν ἐστιν· ὅταν ἐν τῇ τῶν ὡρῶν μεταβολῇ συμμεταβάλῃ καὶ ἡ τῶν σωμάτων ἡμῶν ἕξις καὶ συμμετρία, δεῖ ζητεῖν καὶ λέγειν ὅτι τὰς ἕξεις ἐνδέχεται τοῖς τόποις ἐναντίας εἶναι· δι’ ὃ μεταβατέον εἰς ἕτερον τόπον. φέρεται καὶ ἄλλη γραφὴ καλλίων, ὡς οἶμαι, ἔχουσα οὕτως· τοῦτο μὲν οὐ δεῖ ζητεῖν, καὶ εἴη ἂν τὸ λεγόμενον· ὅταν γένηται τῆς ἕξεως μεταβολὴ ἐν τῇ τῶν ὡρῶν μεταβολῇ, οὐ δεῖ ἐν τῷ οἰκείῳ τόπῳ τῆς ὕλης τοῦτο ζητεῖν, τουτέστιν τὴν συμμετρίαν (ἢ γὰρ ἂν οὐδ’ ὅλως ἤλθομεν εἰς συμμετρίαν ἢ οὐ ῥᾷστα), ἀλλὰ δεῖ μεταβαίνειν ἐν τοῖς ἐναντίοις τόποις. ἐνδέχεται γὰρ τὰς ἕξεις ἐναντίας εἶναι τῷ τῆς ὕλης τόπῳ, καὶ τοῦτον ἐκείναις· δι’ ὃ μεταβαίνειν ἐκεῖθεν χρή. καὶ λοιπὸν συμπεραίνει τὰ εἰρημένα. εἴρηκε δὲ καί, διὰ τί ἔχουσι τὰ ἔχοντα πνεύμονα· εἶπε γὰρ ὅτι διὰ τὸ ἔχειν πολλὴν θερμότητα καὶ δεῖσθαι διὰ τοῦτο πλείονος τῆς καταψύξεως.

“为此,树木不在水中生长,而是在陆地上生长。” 也就是说,由于各物处于其所由生成的质料的场所是合乎情理的,为此树木也是在它们由之生成的泥土中,而非在水中。然而依照恩培多克勒的说法,树木也本该在水中游动;因为如果鱼是因其温热而在寒冷的水中,那么植物既然是干燥的(因为它们来自泥土,而泥土更多是由干燥所形式化的),也应当处于湿润的水中。而“因为它们是极干燥的,正如他所说的极多火之物那样”这一句,则是带着嘲讽的诙谐而被附加上去的,犹如他在说:既然恩培多克勒称鱼为极多火的,那么有什么能阻止我们称树木为极干燥的呢?他说,即使树木进入水中,也不是因为它寒冷,而是因为它湿润;因为“因为并非由于它寒冷才进入其中,而是由于它湿润”这一句正是表明了这一点。其后的内容是显而易见的。而“一方面应当根据普遍季节的变迁,在各质料的固有场所中寻求这一点”则是这样的意思:当在季节的变迁中,我们身体的状态和比例也随之改变时,就应当寻求并断言状态可能与场所相反;为此必须迁移到另一个场所。另外还有一种我认为更好的异文流传,其文如下:“一方面不可寻求这一点”,其意当为:当在季节变迁中产生状态的改变时,不可在质料的固有场所中寻求这一点,即比例(因为我们要么完全达不到比例,要么无法轻易达到),而是应当迁移到相反的场所中去。因为状态可能与质料的场所相反,而这场所也可能与状态相反;为此必须从那里迁移出去。最后他总结了所说的内容。并且他也说明了拥有肺的动物为何拥有肺;因为他说过,这是由于它们拥有大量的热,并为此需要更多的冷却。

§6.43

"Ὅτι μὲν οὖν οὐ διὰ θερμότητα τῆς φύσεως." Δοκεῖ μοι ἐν τῇ λέξει ἐλλείπειν τὸ ‘καὶ ψυχρότητα’, ὡς εἶναι τὸ πᾶν τοιοῦτον· ὅτι μὲν οὖν οὐ διὰ θερμότητα καὶ ψυχρότητα τῆς φύσεως τὰ μέν ἐστιν ἔνυδρα, τὰ δὲ πεζά· ἔλεγε γὰρ Ἐμπεδοκλῆς τοὺς μὲν ἰχθύας ἐλθεῖν ἐν τῷ ὕδατι διὰ θερμότητα, τὰ δὲ πεζὰ ἐν τῇ γῇ διὰ ψυχρότητα.

“因此,这不是由于本性的热。” 在我看来,这段字句中缺失了“和冷”,从而整个文意应当是这样的:“因此,某些动物生活于水中而另一些生活于陆地,不是由于本性的热和冷”;因为恩培多克勒曾说,鱼进入水中是由于热,而陆生动物处于陆地上是由于冷。

§6.44

"Διὰ τί δὲ τὰ ἔχοντα δέχεται τὸν ἀέρα καὶ ἀναπνέουσι, καὶ μάλιστ’ αὐτῶν ὅσα ἔχουσιν ἔναιμον;" Τοῦ μὲν ἀναπνεῖν τὰ ἔχοντα πνεύμονα ὡς μὲν ὑλικὸν αἴτιον αἰτία ἐστὶν ἡ τοῦ πνεύμονος σομφότης καὶ μαλακότης (εἰ γὰρ ἦν ναστὸς καὶ στερεός, διὰ μὲν τὴν ναστότητα καὶ σκληρότητα οὐκ ἂν ἐδύνατο ἐκτείνεσθαι καὶ συστέλλεσθαι), ὡς μὲν οὖν ὑλικὸν αἴτιον ταῦτα, ὡς δὲ ποιητικὸν ἡ θερμότης ἡ ἐν αὐτῷ· αὕτη γὰρ αὐτὸν ἐκτείνει καὶ συστέλλει· πῶς δέ, ἐρεῖ ἐπὶ τέλει τοῦ βιβλίου. ἕνεκα δὲ σωτηρίας γίνεται ἡ ἀναπνοὴ τοῦ συμφύτου πνεύματος. ἔστι δὲ ἐναιμότατος ὁ πνεύμων τῶν ἄλλων σπλάγχνων·2 τοῦτο δὲ δῆλον ἐκ τῆς αἰσθήσεως.

“那么,拥有肺的动物为何吸纳空气并呼吸,尤其是它们之中拥有充血之肺的动物?” 拥有肺的动物之所以呼吸,作为质料因的原因是肺的疏松与柔软(因为如果它是致密而坚硬的,由于其致密与坚硬,它就无法扩张和收缩);因此作为质料因的是这些,而作为动力因的则是其中的热;因为正是这热使它扩张与收缩;至于如何进行,他将在本书末尾讲述。呼吸则是为了保全生来的气息而发生的。肺在其他内脏中是血液最为充盈的;这从感官知觉中是显然的。

语法注2 条
  1. 6.42τὸ δὲ διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα, ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος μετὰ σκωπτικῆς ἐπῆκται τῆς χάριτος

    中性单数定冠词 τό 将接续的整个引语 διὰ τὸ εἶναι αὐτὰ ὑπέρξηρα, ὥσπερ τὰ ὑπέρπυρά φησιν ἐκεῖνος 名词化,充当被动动词 ἐπῆκται(“被附加上”)的主语。引语中的 αὐτά 在语境中指树木(τὰ δένδρα)。

  2. 6.44ἔστι δὲ ἐναιμότατος ὁ πνεύμων τῶν ἄλλων σπλάγχνων

    最高级形容词 ἐναιμότατος 支配属格短语 τῶν ἄλλων σπλάγχνων。在此它充当部分属格(“在其他内脏中最充血的”),但由于加入了 ἄλλων(“其他”),实质上构成相当于比较级加比较属格(“比其他内脏更充血”)的排他性比较结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:139.12-140.20