← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§138.15-139.11

动物的栖息场所与固有场所的保全作用

米海尔阐明了亚里士多德对恩培多克勒的反驳:后者试图通过过量冷热的互补来解释动物的栖息地;米海尔区分了身体比例(健康状态)上的过量与质料本性上的过量,解释了动物在其固有场所中获得保全的道理以及蜡的例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.41

" Περὶ δὲ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς,1 τῇ μὲν ἔχει τὸ ζητούμενον λόγον, οὐ μὴν ὅ γέ φησιν ἐκεῖνος ἀληθές." Εἰπὼν ὁ Ἐμπεδοκλῆς ὅτι τὴν ὑπερβολὴν τοῦ θερμοῦ καὶ ξηροῦ φεύγοντες οἱ ἰχθύες εἰσῆλθον εἰς τὸ ὑγρόν, ἵνα ἀνισάζηται τὰ ἐναντία, λέγων ἐναντία τὸ ψυχρὸν καὶ θερμόν, ἐπάγει·2 τὸ μὲν οὖν ζητεῖν τὰ ἐναντία ἐν ταῖς ὑπερβολαῖς ἔχει λόγον, οὐ μὴν ὡς ἐκεῖνος λέγει· ἀλλ’ ὅταν μὲν ἡ ὑπερβολὴ κατὰ τὴν τῶν σωμάτων γένηται συμμετρίαν (τὴν γὰρ συμμετρίαν εἴρηκεν ἕξιν), τότε ζητητέον τοὺς ἐναντίους τόπους καὶ ὥρας, ὅπερ ποιοῦμεν ἐν ταῖς νόσοις· ὅταν δ’ ἡ ὑπερβολὴ αὐτῆς τῆς φύσεως καὶ τῆς ὕλης, ἐξ ἧς γέγονεν, ἐστίν, οὐ ζητητέον. φθείρει γὰρ τὸ ἐναντίον, ἀλλ’ οὐ σῴζει. εἰ μὲν γὰρ ἡ ὑπερβολὴ γένηται κατὰ τὴν τῶν σωμάτων συμμετρίαν, ἣν ἐκ τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως ἔχομέν τε καὶ ὑγιαίνομεν καὶ ἐσμέν, ἕως ἂν τὴν τοιαύτην συμμετρίαν ἔχωμεν,3 ζητητέον τὴν ἐναντίαν ὥραν καὶ τὸν τόπον· εἰ δὲ ἡ ὑπερβολὴ τῆς ὕλης κατὰ τὴν ἐξ ἀρχῆς τοῦ ζῴου σύστασίν ἐστιν, οὐ ζητητέον. τοῦτο γάρ ἐστιν ἡ φύσις αὐτοῦ, καὶ ἐν τούτῳ οὐσίωται, ἐν τῷ ἔχειν ὑπερβολὴν ἑνὸς τῶν τριῶν στοιχείων, ὥστε φθαρήσεται ὑπὸ τοῦ ἐναντίου. οὐ δεῖ οὖν ζητεῖν τὸν ἐναντίον τόπον, ἀλλὰ μενετέον ἐν τῷ τῆς ὕλης τόπῳ, ἀφ’ ἧς τὴν ὑπερβολὴν ἔχει. σῴζει γὰρ ἕκαστον τῶν στοιχείων ὁ οἰκεῖος τόπος· ἕκαστον γὰρ τούτων μᾶλλον εἰδοποιεῖται καὶ 〈τὸ〉τόδε τι εἶναι ἀπολαμβάνει, ὅταν εἰς τὸν οἰκεῖον τόπον γένηται. περὶ οὗ πολλάκις εἴρηται ἔν τε τῷ θῆτα τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν ἄλλοις πλείοσιν. ἀλλ’ εἰ μὲν ταὐτὸν ἦσαν ἥ τε ὕλη καὶ ἡ ἐκ ταύτης ἀποτελουμένη ἕξις καὶ διάθεσις, εἶχεν ἂν ἡ Ἐμπεδόκλειος δόξα τὸ εὔλογον· οὐκ εἰσὶ δὲ ταὐτόν. αὐτὸς δὲ καὶ λίαν σαφῶς διὰ χαριεστάτων καὶ γλαφυρωτάτων ὑποδειγμάτων τὸν λόγον ἐλέγχει· ὁ γὰρ κηρὸς ὑγρὸς ὢν καὶ ψυχρὸς (τῷ γὰρ ψυχρῷ ἐπάγη), εἴπερ ἦν ὕλη ζῴου, οὐκ ἂν ἡ φύσις τὸ ἐκ κηροῦ ζῷον ἐν θερμῷ θεῖσα διέσωσεν· ἐφθάρη γὰρ ἂν τὸ μὲν ὑγρὸν τῇ τοῦ πυρὸς ξηρότητι, τὸ δὲ ψυχρὸν τῇ θερμότητι. ὅτι δὲ ὑλικὰ μὲν καὶ παθητικὰ τὸ ὑγρὸν καὶ ξηρόν, εἰδικὰ δὲ καὶ ποιητικὰ τὸ θερμὸν καὶ ψυχρόν, καὶ μᾶλλον τὸ θερμόν, εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς.

“关于恩培多克勒所说出的原因,所探求的事情在某种程度上是有道理的,然而他所说的绝非真实。” 恩培多克勒说过,鱼是为了逃避过量的热和干燥才进入湿润之中的,以便相反者能够被拉平(他所说的相反者是指冷和热),随后[亚里士多德]接着说:在过量中寻求相反者确实是有道理的,但绝不是像他所说的那样;而是当过量依照身体的比例发生时(因为他所说的“状态”正是指这种比例),那时应当寻求相反的场所和季节,这正是我们在疾病中所做的;但当过量属于本性本身以及它由之生成的质料时,则不应当寻求。因为相反者只会破坏,而不会保全。因为,如果过量是依照身体的比例发生的——我们正是从元素的这种混合中拥有这种比例,并因而健康,且只要我们拥有这种比例便存在——那么就应当寻求相反的季节和场所;但如果过量是依照动物最初的构成而属于质料的,则不应当寻求。因为这就是它的本性,并且它正是在这一点上获得其实体地位的,即在拥有三元素之一的过量这一点上,以至于它会被相反者所破坏。因此,不应当寻求相反的场所,而应当停留在它从中具有过量的质料的场所中。因为固有的场所保全着各个元素;因为当这些元素处于固有的场所中时,它们各自更具形式性并获得成为“此一特定物”。关于这一点,在《物理学》第八卷以及其他许多著作中都曾屡次谈到。但是,如果质料与由此形成的状态和性向是同一的,恩培多克勒的看法本该具有合理性;然而它们并非同一。他自己也通过极其巧妙而精炼的例证非常清楚地驳斥了这一说法:因为蜡既然是湿润且寒冷的(因为它是被冷凝固的),假使它是动物的质料,自然不会把由蜡构成的动物放在热处来保全它。因为湿润会被火的干燥破坏,而寒冷则会被热破坏。至于湿和干是质料性的且被动的,而热和冷(尤其是热)是形式性的且主动的,这已经在《论生成与消灭》中论述过了。

语法注3 条
  1. 6.41Περὶ δὲ ἧς αἰτίας εἴρηκεν Ἐμπεδοκλῆς

    这是一个关系代词格同化兼先行词内嵌的倒置结构,先行词 αἰτίας 被吸收入由关系代词 ἧς 及句首介词 περί 所引导的关系从句中(相当于 Περὶ δὲ τῆς αἰτίας ἣν εἴρηκεν Ἐμπεδοκλῆς)。该介词短语提前引出了后续主句(τῇ μὲν ἔχει τὸ ζητούμενον λόγον)所讨论的主题。

  2. 6.41Εἰπὼν ὁ Ἐμπεδοκλῆς ... ἐπάγει

    虽然分词短语以主格 Εἰπὼν ὁ Ἐμπεδοκλῆς 开始,但主句限定动词 ἐπάγει 的语义主语却是亚里士多德。这是一个悬置主格(nominativus pendens)造成的破格句(anacoluthon),应理解为“在恩培多克勒说过……之后,[亚里士多德]接着指出……”。

  3. 6.41ἣν ἐκ τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως ἔχομέν τε καὶ ὑγιαίνομεν καὶ ἐσμέν, ἕως ἂν τὴν τοιαύτην συμμετρίαν ἔχωμεν

    关系代词 ἣν 的先行词是紧邻的 συμμετρίαν;宾格 ἣν 不仅是动词 ἔχομεν 的直接宾语,而且在意义上延伸至 ὑγιαίνομεν 和 ἐσμέν(作为健康与存在的条件与依据)。句末由 ἕως ἂν 加虚拟式 ἔχωμεν 引导的从句则表示“只要我们保持这种比例”的时间条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:138.15-139.11