← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§137.13-138.14

动物的质料原因与对恩培多克勒的批判

米海尔注解了亚里士多德关于动物构造中出于必然性与质料的原因的论述(477a25),解释了复合实体如何由其主导元素决定,并阐明了亚里士多德对恩培多克勒关于水生动物生成于陆地之学说的驳斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.40

" Τὴν δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως αἰτίαν καὶ τὰ τοιαῦτα νομίζειν ζῷα." Λείποι ἂν οἶμαι τῇ λέξει τὸ δεῖ.1 οὕτως γὰρ ἂν καταλληλότερον ἦν, εἴπερ εἶχε ‘καὶ τὰ τοιαῦτα δεῖ νομίζειν ζῷα’. τὸ δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως νῦν τεκμαίρομαι ἐκ παραλλήλου κεῖσθαι·2 ἔθος δὲ αὐτῷ ἐξ ἀνάγκης αἰτίαν λέγειν τὴν ὕλην. τοιαῦτα δὲ ζῷα αὐτά φησι τὰ ζῷα, μὴ τοιαῦτα δὲ ὁμοίως αὐτὰ τὰ μὴ ζῷα. ἔσται δὲ σαφῆ τὰ λεγόμενα, εἴπερ ἀναμνησθῶμέν τι τῶν ἐν τῷ πρώτῳ τῆς Περὶ οὐρανοῦ εἰρημένων· ἀναμιμνῃσκόμεθα οὖν λέγειν αὐτὸν ἐκεῖ, ὅτι τὰ σύνθετα κινεῖται κατὰ τὸ ἐπικρατοῦν. ὥστε ὅταν λέγωμεν ἢ τὰ φυτὰ ἐκ γῆς ἢ τοὺς ἰχθῦς ἐξ ὕδατος, οὐ τοῦτο λέγομεν, ὅτι ἐκ μόνης τῆς γῆς ἢ μόνου τοῦ ὕδατος συνεστήκασιν (ἔστι γὰρ ἐν ἑκάστῳ αὐτῶν καὶ τὰ λοιπά, πῦρ, ἀήρ), ἀλλ’ ὅτι ἐν μὲν τοῖς φυτοῖς πλεονάζει τὸ γεῶδες, ἐν δὲ τοῖς ἰχθύσι τὸ ὑδατῶδες· διὰ τοῦτο φαμὲν τὰ μὲν ἐκ γῆς, τὰ δὲ ἐξ ὕδατος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τούτων κειμένων τὸ λεγόμενόν ἐστιν, ὅτι οὕτω νομιστέον συνεστάναι κατὰ τὴν ὕλην καὶ τὰ ζῷα, ὥσπερ καὶ τὰ μὴ ζῷα. ὡς γὰρ ἐν τοῖς μὴ ζῴοις, τοῖς φυτοῖς, ἐπικρατεῖ τὸ γεῶδες, οὕτως ἐν τοῖς ἰχθύσι τὸ ὑγρόν, καὶ ἐν πτηνοῖς τὸ πῦρ, καὶ ἐν ἄλλοις ἄλλο. προσδιώρικε δὲ ταῦτα, ἵν’ ἀκολούθως τοῖς λεχθεῖσι τὴν Ἐμπεδόκλειον δόξαν ἱστορήσῃ τε καὶ ἐλέγξῃ. τὸ δὲ ἕκαστα δ’ ἐν τοῖς οἰκείοις τόποις ἔχει τὴν τάξιν αὐτῶν ἴσον ἐστὶ τῷ ἕκαστον ἐν ᾧ τόπῳ γέγονεν, ἐν ἐκείνῳ τέτακται καὶ ἔστιν’, ἀλλ’ οὐκ ἐν ἄλλῳ μὲν γέγονεν, ἐν ἄλλῳ δὲ ἔστι, ὡς Ἐμπεδοκλῆς ᾤετο. καὶ τίθησι λίαν ἐπιδήλως τὴν Ἐμπεδόκλειον δόξαν. τὸ δὲ ὅπως, ἐπειδὴ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ ἐλλείπει ταὐτόν ἐστι τῷ ‘ὅπως, ἐπειδὴ στερίσκεται τὰ ζῷα ὑγροῦ καὶ θερμοῦ’. ἐν δὲ τῇ λέξει τῇ θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος3 ὑγρὸν τὸ ὕδωρ λέγει. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ψυχρότερόν ἐστι τὸ ὕδωρ τοῦ ἀέρος (μόνον γὰρ τὸν αἰθέρα θερμὸν Ἐμπεδοκλῆς ἐνόμιζε, τὰ δ’ ἄλλα ψυχρά, ὡς πολλάκις εἴρηται), ἄλλο δὲ ἄλλου ψυχρότερον. θεὶς δὲ τὴν δόξαν εὐθὺς ἀπαντᾷ λέγων, ὅτι οἱ ἰχθύες πρὸς τῷ εἶναι ὑγροὶ καὶ ἄποδές εἰσι. πῶς οὖν γεγονότες ἐν τῷ ξηρῷ, ἤτοι τῇ γῇ, ἀπῆλθον εἰς τὸ ὕδωρ πόδας μὴ ἔχοντες; οὐ γὰρ δὴ ἕρποντες· οὐ γάρ εἰσιν ἑρπυστικοί. σαφῆ δὲ τὰ ἑξῆς. ποῖα δὲ λέγεται θερμὰ καὶ θερμότερα, εἴρηται ἐν τῷ δευτέρῳ τῶν Περὶ ζῴων μορίων, εἰς ὃ νῦν ἀναπέμπει ἡμᾶς.

“而出于必然性和运动的原因,以及诸如此类的动物也[应当这样]认为。” 依我之见,文句中似乎缺少了“应当”一词。因为如果写成“并且诸如此类的动物也应当[这样]认为”,句子就会更为顺畅。至于“出于必然性和出于运动”,我现在推测是平行并置的;因为他习惯将质料称为出于必然性的原因。他所说的“诸如此类的动物”是指动物本身,而“非诸如此类者”则同样是指非动物本身。如果我们回忆起在《论天》第一卷中所说的某些内容,这里所说的就会很清楚了;我们回忆起他在那里说过,复合物体按照占优势的元素运动。因此,当我们说植物出于土或者鱼出于水时,我们并不是说它们仅仅由土或者仅仅由水构成(因为在它们各自之中也存在着其余的元素,即火和气),而是说在植物中土性占多数,在鱼中水性占多数;由于这个缘故,我们说某些出于土,某些出于水;对于其他事物亦然。既然确立了这些,那么所说的意思就是:应当认为动物在质料方面的构成也是如此,正如非动物一样。因为正如在非动物(即植物)中土性占优势,同样在鱼中湿性占优势,在飞禽中火占优势,在其他动物中其他元素占优势。他之所以补充界定这些,是为了能够根据前述内容来叙述并驳斥恩培多克勒的观点。而“它们各自在其固有场所中具有秩序”等于说“各自在它生成于其中的场所中被安置并存在”,而不是像恩培多克勒所认为的那样,生成于一个场所,却存在于另一个场所。他极其明确地摆出了恩培多克勒的观点。至于“以便既然缺少了冷的和湿的”,这与“以便既然动物被剥夺了湿的和热的”是一回事。而在“因为湿的比空气更少具有热”这句文词中,他用“湿的”来指水。其含义是水比空气更冷(因为正如多次说过的,恩培多克勒认为只有以太是热的,其余都是冷的),但一种比另一种更冷。在列出这一观点之后,他随即反驳说,鱼除了是湿性的之外,还是无足的。那么,既然生成于干燥之处(即陆地),它们没有脚又是如何进入水中的呢?总不至于是爬行去的吧,因为它们并不是爬行动物。接下来的内容是清楚的。至于什么样的东西被称为热的以及更热的,已在《论动物的部分》第二卷中论述过,他现在正把我们指引向该卷。

语法注3 条
  1. 6.40Λείποι ἂν οἶμαι τῇ λέξει τὸ δεῖ

    关于引文句法的说明。米海尔针对原文中的不定式 νομίζειν,假定了无人称动词 δεῖ 的省略,从而梳理了其支配宾格(τὴν... αἰτίαν 与 τὰ τοιαῦτα... ζῷα)的句法关系。

  2. 6.40τὸ δ’ ἐξ ἀνάγκης καὶ τῆς κινήσεως νῦν τεκμαίρομαι ἐκ παραλλήλου κεῖσθαι

    将介词短语 ἐξ ἀνάγκης 与[ἐκ]τῆς κινήσεως 解释为平行并置(ἐκ παραλλήλου),并结合亚里士多德常将质料因称为“出于必然性的原因”的用法,将其理解为统指质料因与动力因。

  3. 6.40θερμὸν γὰρ εἶναι τὸ ὑγρὸν ἧττον τοῦ ἀέρος

    此处 τὸ ὑγρόν 用作水(τὸ ὕδωρ)的转称,表示“湿性者[水]比空气更少具有热(即更冷)”的述谓关系。ἧττον 作程度副词修饰 θερμόν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:137.13-138.14