← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§135.11-137.12

尊贵动物的热量、肺与智慧的原因

米海尔注解了亚里士多德在477a14及以下的内容,阐发了越尊贵的动物由于拥有越多与生俱来的热量因而越需要肺和呼吸进行冷却的论证,并援引阿弗洛狄西亚的亚历山大和盖伦关于灵魂与身体混合状态的学说,阐明血液的热度与纯净度乃是智慧的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.39

" Διὰ τί δὲ τοῦτο τὸ μόριον ἔχουσιν ἔνια, καὶ διὰ τί τὰ ἔχοντα δεῖται τῆς ἀναπνοῆς;" Ἐντεῦθεν ἡ αἰτία παραδίδοται, δι’ ἣν ἔχουσι πνεύμονα τὰ ἔχοντα, καί φησιν, ὅτι τὰ τιμιώτερα τῶν ζῴων πλείονος τετύχηκε θερμότητος, τὰ δὲ πλείονος τετυχηκότα θερμότητος πλείονος δεῖται καταψύξεως, τὰ δὲ πλείονος δεόμενα καταψύξεως δεῖ διά τινος ὀργάνου εἰσάγειν ἐντὸς τὸ δυνάμενον καταψύχειν. πῶς δ’ ἕλκει ὁ πνεύμων ἐντὸς πνεῦμα, καὶ πῶς διὰ τῶν βραγχίων γίνεται ἡ κατάψυξις, ἐρεῖ πρὸς τῷ τέλει τοῦ βιβλίου. ἐρεῖ δὲ καὶ διὰ τί οὐ τὸ ὕδωρ τὰ ἔχοντα πνεύμονα σπῶσι μᾶλλον πρὸς κατάψυξιν, ἀλλὰ τὸν ἀέρα. ἐπεὶ δ’ ἐν τῷ περὶ τὴν καρδίαν θερμῷ ἐμπεπύρευται ἡ ψυχὴ καὶ εἶδος αὐτῆς ἐστιν, ἀναγκαῖον, ὅσῳ ἂν εἴη τινὰ τινῶν τιμιώτερα, τοσούτῳ καὶ θερμότερα εἶναι. εἰ χρὴ γὰρ τὸ ἀληθὲς εἰπεῖν, ἡ ψυχὴ τὸ τοιόνδε ἐκ τῆς τοιᾶσδε τῶν κεκραμένων ἀποτελούμενον ἐν αὐτῇ εἶδος. εἴρηται δὲ περὶ αὐτῶν πολλὰ καὶ κάλλιστα Ἀλεξάνδρῳ τῷ Ἀφροδισιεῖ ἐν τῷ Περὶ ψυχῆς αὐτοῦ βιβλίῳ, οὗ ἡ ἀρχὴ ἔχει οὕτως· “ἡ μὲν πρόθεσις ἡμῖν περὶ ψυχῆς εἰπεῖν τῆς ἐν γενέσει τε καὶ φθορᾷ σώματος, τίς τέ ἐστι αὐτῆς ἡ οὐσία, καὶ τίνες αἱ δυνάμεις καὶ πόσαι, καὶ τίς αὐτῶν ἡ πρὸς ἀλλήλας διαφορά“. καὶ ὁ πολυμαθέστατος Γαληνὸς ἐν τῷ βιβλιδαρίῳ, ἐν ᾧ δείκνυσιν ὅτι ἕπονται ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς δυνάμεις, τὰ αὐτὰ τούτῳ διατάττεται. εἰσὶν οὖν τὰ τιμιώτερα καὶ θερμότερα, ὡς ἐπὶ τὸ πολὺ βλέψαντας εἰπεῖν,1 πάντων τῶν ἀτιμοτέρων. εἰ δέ τινα ζῷα θερμότερα εὐηθέστερά εἰσιν ἐνίων ἧττον ὄντων θερμῶν, εἰδέναι δεῖ ὅτι τῆς φρονήσεως αἴτιον οὔκ ἐστιν ἁπλῶς τὸ θερμὸν ἢ ψυχρόν, ἀλλὰ τὸ θερμὸν μετὰ τοῦ καθαροῦ. ὥστε ἐν τῇ λέξει τῇ ‘ὅσῳ τιμιώτερα, τοσούτῳ θερμότερα’ προσυπακούειν δεῖ τοῦ ‘καὶ καθαρώτερα’,2 ἵν’ ᾖ ἀντιστρέφων ὁ λόγος οὕτως· ὅσῳ τιμιώτερα, τοσούτῳ θερμότερον καὶ καθαρώτερον ἔχουσι τὸ αἷμα, καὶ ὅσῳ θερμότερον καὶ καθαρώτερον ἔχουσι τὸ αἷμα, τοσούτῳ εἰσὶ τιμιώτερα. ὅτι δὲ οὐ τὸ θερμὸν ἁπλῶς ἐστιν αἴτιον τοῦ εἶναι φρονιμώτερα καὶ τιμιώτερα, ἄκουσον τί φησιν ἐν τῇ Περὶ ζῴων μορίων πραγματείᾳ· “πολλῶν δ’ ἐστὶν αἰτία ἡ τοῦ αἵματος φύσις καὶ κατὰ τὸ ἦθος τοῦ ζῴου καὶ κατὰ τὴν αἴσθησιν εὐλόγως· ὕλη γάρ ἐστι παντὸς τοῦ σώματος· ἡ γὰρ τροφὴ ὕλη, τὸ δ’ αἷμα ἡ ἐσχάτη τροφή. πολλὴν οὖν ποιεῖ διαφορὰν θερμὸν ὂν καὶ ψυχρὸν καὶ λεπτὸν καὶ παχὺ καὶ θολερὸν καὶ καθαρόν”. εἶτα ἐπάγει· “συμβαίνει δ’ ἔνια καὶ γλαφυρωτέραν ἔχειν τὴν διάνοιαν τῶν τοιούτων”, δηλονότι τῶν ἐχόντων γεῶδες καὶ θερμὸν τὸ αἷμα, “οὐ διὰ τὴν ψυχρότητα τοῦ αἵματος, ἀλλὰ διὰ τὴν λεπτότητα μᾶλλον καὶ διὰ τὸ καθαρὸν εἶναι· τὸ γὰρ γεῶδες οὐδέτερον ἔχει τούτων· εὐκινητοτέραν γὰρ ἔχουσι τὴν αἴσθησιν τὰ λεπτοτέραν ἔχοντα τὴν ὑγρότητα”. Εἶτα περὶ ἀνθρώπου λέγων φησί· πάντων δὲ φρονιμώτατον ὁ ἄνθρωπος διὰ τὸ λεπτότατον καὶ καθαρώτατον καὶ θερμότατον ἔχειν τὸ περὶ τὴν καρδίαν αἷμα. ὥστε δηλονότι τὰ ἔχοντα τὸ αἷμα θερμότατον καὶ καθαρώτατον καὶ δηλονότι λεπτότατον (τὸ γὰρ καθαρὸν λεπτὸν καὶ τὸ λεπτὸν καθαρὸν) φρονιμώτερα καὶ τιμιώτερα ἔσται τῶν ἐχόντων θερμὸν καὶ παχύ, καὶ ταῦτα πάλιν τῶν ἐχόντων ψυχρὸν καὶ παχύ. εἰσὶν οὖν τὰ τιμιώτερα τῶν ζῴων θερμότερα καὶ καθαρώτερα καὶ μείζονα ἁπλῶς πάντων τῶν ἀτιμοτέρων, πρὸς ἑαυτὰ δὲ ἄλλα ἄλλων μείζονα καὶ ἐλάττονα. τὰ δ’ ἔχοντα μάλιστα ἔναιμον τὸν πνεύμονα μείζονά εἰσιν, ὡς ἐπὶ τὸ πολὺ βλέψαντας εἰπεῖν, τῶν μὴ ἐχόντων τοιοῦτον. καὶ ταῦτα μὲν ταύτῃ διωρίσθω, τὸ δὲ τιμιώτερα γὰρ ταῦτα τῆς φύσεως τῆς τῶν ζῴων οὐδεμίαν, ὡς οἶμαι, ἔχει ἀκολουθίαν πρὸς τὰ εἰρημένα, ἀλλ’ ἔοικε γραφικὸν εἶναι σφάλμα. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ τοιοῦτον ἔχειν τοῦτο τὸ μόριον τοῦτο τὸ μόριον τὸν πνεύμονά φησιν. ἔχων γὰρ ὁ ἄνθρωπος τὸν περὶ τὴν καρδίαν καὶ τὸν πνεύμονα τόπον θερμότατον καὶ ἐναιμότατον, ἀνάγκη ἐστὶν αὐτὸν ὀρθὸν εἶναι· ἡ γὰρ τοῦ θερμοῦ δύναμις ἐνισχύουσα ποιεῖ τὴν αὔξησιν ἀπὸ τοῦ μέσου κατὰ τὴν αὐτῆς φοράν. φέρεται δὲ ἄνω· ὥστε τὸν πνεύμονα τῆς οὐσίας καὶ τοῦ εἶναι καὶ ὕπαρξιν ἔχειν αἴτιον θετέον3 καὶ τῷ ἀνθρώπῳ καὶ τοῖς ἄλλοις τοῖς ἀναπνέουσιν, καθάπερ ὁτιοῦν ἄλλο μόριον τῶν ἀναγκαιοτάτων· τούτου γὰρ δεῖ προσυπακούειν. ὡς γὰρ ἄνευ ἥπατος ἢ κεφαλῆς ἢ ἄλλου τινὸς τῶν τοιούτων οὐ δύναται εἶναι, οὕτως οὐδ’ ἄνευ πνεύμονος τὰ ἀναπνέοντα· τῇ γὰρ τούτου φθορᾷ ἕπεται θάνατος, ὡς ἐρεῖ προϊών. ταῦτα εἰπὼν ἐπάγει· ἔχει μὲν οὖν τὸν πνεύμονα διὰ τὸ πλείστης τετυχηκέναι θερμότητος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἔχει μὲν οὖν ἕνεκα τούτου.

“为什么有些动物具有这个部分,又为什么具有它者需要呼吸?” 由此指出了具有肺的动物为何具有肺的原因,他说,动物中更尊贵者获得了更多的热量,而获得更多热量者需要更多的冷却,需要更多冷却者则必须通过某种器官将能够冷却之物引入体内。至于肺如何将气息吸入体内,以及冷却如何通过鳃而发生,他将在本书末尾予以论述。他还将说明,为什么具有肺者为了冷却吸取的是空气而不是水。既然灵魂是在心脏周围的热中点燃的,并且是它的形式,那么必然地,某些动物比另一些动物更尊贵到何种程度,它们也就更热到何种程度。因为如果应当说出真理的话,灵魂就是由被混合之物的特定调和而在其[心脏]中产生的特定形式。关于这些,阿弗洛狄西亚的亚历山大在其《论灵魂》一书中谈得很多且极为精当,该书的开端如下:“我们的意图是论述在身体生成与消灭之中的灵魂,它的本质是什么,它的能力有哪些且有多少,以及它们彼此之间的区别是什么”。而博学多才的盖伦在表明灵魂能力顺应身体的混合状态的小册子中,也阐述了与此相同的内容。因此,就普遍情况而论,较尊贵者确实比较低劣者都要更热。如果某些动物更热,却比某些不那么热的动物更愚拙,那就应当知道,实践智慧的原因并非单纯是热或冷,而是伴随着纯净的热。因此在“越是尊贵,就越热”这句话中,应当在意念中补充“且越纯净”,从而使命题能够如此换位:它们越是尊贵,它们所具有的血液就越热且越纯净;它们所具有的血液越热且越纯净,它们就越是尊贵。至于单纯的热并不是更具智慧和更尊贵的原因,请听他在《论动物的部分》论著中所说的:“血液的本性合理地成为许多方面的因由,无论就动物的性情而言,还是就感觉而言皆然;因为它是整个身体的质料;因为营养是质料,而血液是终极的营养。因此,它是热还是冷、稀薄还是浓稠、混浊还是纯净,会造成巨大的差异”。随后他接着说:“在此类者中,有些甚至具有更敏锐的理智”,显然是指那些具有土性且热的血液者,“这不是由于血液的寒冷,而是宁可由于其稀薄且纯净;因为土性之物两者皆无;具有较稀薄水分者具有更易活动的感觉”。随后在论及人时,他说:人由于具有在心脏周围最稀薄、最纯净且最热的血液,因而是万物中最具智慧的。因此显然,具有最热、最纯净且显然最稀薄血液的动物(因为纯净者稀薄,稀薄者纯净),必将比那些具有热且浓稠血液的动物更具智慧、更尊贵,而这些动物又比那些具有冷且浓稠血液的动物更为如此。因此,动物中更尊贵者,普遍而言,确实比所有较低劣者都更热、更纯净且形体更大,但在彼此相较之中,则各有大小。而肺部特别富含血液者,从普遍情况而论,比不具有这种肺者形体更大。这些就暂且如此界定;然而“因为这些比动物的本性更尊贵”这句话,依我之见,与前述内容毫无连贯性,似乎是一处抄写错误。在“由于具有如此的这一部分”这句话中,他所说的“这一部分”指的是肺。因为人具有在心脏与肺周围最热且最富血液的区域,所以人必然是直立的;因为热的力量变强时,就会按照其自身的位移从中心引起生长。而热是向上运动的;因此,肺必须被确立为人之存在、本质以及实存的原因,对于其他呼吸动物亦然,正如最必需的任何其他部分一样;因为在这里必须在心智中补充这一点。因为正如没有肝脏、头部或任何其他此类部分就不能存在一样,呼吸动物没有肺也不能存在;因为正如他在后文将要说的,肺的毁坏伴随着死亡。说完这些之后,他接着说:“因此具有肺是由于获得了最多的热”;因为“因此是为了这个原因而具有”正是表明了这一点。

语法注3 条
  1. 6.39ὡς ἐπὶ τὸ πολὺ βλέψαντας εἰπεῖν

    由 ὡς 引导的不定式(εἰπεῖν)构成的绝对或副词性句式。宾格分词 βλέψαντας 作为不定式的不定代词性质的逻辑主语,意为“从普遍情况来看而言”。

  2. 6.39προσυπακούειν δεῖ τοῦ ‘καὶ καθαρώτερα’

    动词 προσυπακούειν 是一个术语性动词,意为“在心意中补充理解[未明言之物]”,此处支配所补充内容的属格形式(τοῦ ‘καὶ καθαρώτερα’)。

  3. 6.39ὥστε τὸν πνεύμονα τῆς οὐσίας καὶ τοῦ εἶναι καὶ ὕπαρξιν ἔχειν αἴτιον θετέον

    动名词性形容词 θετέον 在由 ὥστε 引导的结果从句中非人称使用,起到了相当于不定式的作用,支配宾格结构(τὸν πνεύμονα ... αἴτιον)。属格短语 τῆς οὐσίας καὶ τοῦ εἶναι 及后续成分修饰 αἴτιον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:135.11-137.12