← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§133.25-135.10

鱼类的吞咽机制与鲸类的排水目的

米海尔解释了鱼类因无气管而免受窒息伤害并防止水进入胃部的机制,随后论证鲸类和软体动物吸入水并由喷水孔排出并非为了冷却,而是在水中摄食的必然结果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.36

" Ἀρτηρίαν μὲν γὰρ οὐκ ἔχουσιν, ὥστε ταύτῃ μὲν οὐδὲν ἂν βλάπτοιντο." Εἰπὼν ὅτι ἅμα τε τὸ ὑγρὸν διὰ τῶν βραγχίων πέμπουσι καὶ τὴν τροφὴν διὰ τοῦ στόματος δέχονται, τὴν αἰτίαν, δι’ ἣν ἅμα γίνεται ἥ τε τοῦ ὕδατος ἄφεσις καὶ ἡ τῆς τροφῆς εἴσοδος, διὰ τούτων τίθησιν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον· εἰ γὰρ ἐδέχοντο τὴν τροφὴν μετὰ τοῦ ὕδατος, ἐπνίγοντο ἄν. καὶ ἐπεὶ ἀρτηρίαν οὐκ ἔχουσι, τὴν ἀπὸ τῆς ἀρτηρίας βλάβην, ἥτις γίνεται ἐμπιπτούσης εἰς αὐτὴν τῆς τροφῆς, ἐκφεύγουσι. τὴν δὲ γενομένην ἂν ἀπὸ τῆς κοιλίας, εἰσελθόντος ἐν αὐτῇ τοῦ ὕδατος, οὐκ ἂν ἐξέφυγον·1 εἰσήρχετο δ’ ἂν ἐν ταύτῃ τὸ ὕδωρ, εἰ μὴ ἠφίετο ἐν τῇ καταπόσει ἔξω· διὰ τῶν βραγχίων. τοὺς δὲ ὀδόντας ἔχουσιν ὀξεῖς, ὅπως κατακερματίζωσι ταχέως τὴν τροφήν. περὶ οὗ ἐπὶ πλέον εἴρηται ἐν τοῖς Περὶ ζῴων μορίων.

“因为它们没有气管,所以在这一点上它们不会受到任何伤害。” 在说明了它们同时通过鳃排出液体并通过口接纳食物之后,他通过这些话指出了水之排出与食物之进入为何同时发生的原因。所说的潜在意思是这样的:因为如果它们同水一起接纳食物,它们就会窒息。而且既然它们没有气管,它们就免除了来自气管的伤害,即食物落入其中时所产生的伤害。但是如果水进入胃中,本会从胃产生的伤害它们却不会免除;而且如果在吞咽时水不通过鳃排到体外,水就会进入这个[胃]中。它们具有锋利的牙齿,以便能迅速切碎食物;关于这一点,在《论动物的部分》中已有更详尽的论述。

§6.37

"Περὶ δὲ τὰ κητώδη τῶν ἐνύδρων ἀπορήσειεν ἄν τις." Εἰπὼν ὅτι οὐδέν ἐστι ζῷον ἔχον ἅμα πνεύμονα καὶ βράγχια, ὅπερ ταὐτὸν εἶναι ἐλέγομεν τῷ ἔχειν πνεύμονα καὶ δέχεσθαι τὸ ὑγρόν, ἐπειδὴ ἐπί τινων δοκεῖ γίνεσθαι, οὐκ ἀληθῶς δὲ δοκεῖ, ἐπάγει· ἀπορήσειεν ἄν τις καὶ τίθησι σαφῶς τὴν ἀπορίαν. τὸ δὲ ἔχει γὰρ κἀκεῖ κατὰ λόγον ἴσον ἐστὶ τῷ ‘εἰ δειχθείη, ὅτι τὸ ὕδωρ οὐ δέχονται διὰ κατάψυξιν, ἀλλὰ δι’ ἄλλο τι, κατὰ λόγον ἂν ἔχοι καὶ ἐπὶ τούτων τὸ γινόμενον’. ἐν δὲ τῇ λέξει τὸ αἴτιον δὲ τούτου τὸ νῦν εἰρημένον ἀντὶ τοῦ,τὸ νῦν ῥηθησόμενον’.2 ὁμοίως δὲ καὶ τὸ ὑπερέχοντα καὶ νῦν ταὐτόν ἐστι τῷ ἄνωθεν τῆς τοῦ ὕδατος ἐπιφανείας τὸ στόμα ἔχοντα. λέγει δὲ καὶ ὅτι, ἂν ὦσι τὰ δίκτυα ἐν τῷ τῆς θαλάττης βυθῷ καὶ ληφθῇ ἐν αὐτοῖς δελφὶς ἢ ἄλλο τι τῶν ἀναπνεόντων, πνίγεται. διὰ τί; ὅτι οὐκ ἔστιν ἐκεῖ ἀήρ, ἵνα ἀναπνέωσιν. εἰπὼν δὲ ὅτι οὐ καταψύξεως ἕνεκα δέχονται τὸ ὑγρόν, τοῦ ὅλως τέως δέχεσθαι τὴν αἰτίαν ἐπάγει λέγων· ἐπειδὴ γὰρ τρέφονται ἐν τῷ ὑγρῷ, ἀναγκαῖον ἐν τῇ τροφῇ εἰσέρχεσθαι ὕδωρ, ἀλλ’ οὐ χάριν καταψύξεως. διὸ καὶ ἔχουσι τὸν καλούμενον αὐλόν, καὶ διὰ μὲν τοῦ αὐλοῦ ἐξέρχεται ἐκτὸς τὸ ὕδωρ, ὥσπερ διὰ τῶν βραγχίων τοῖς ἔχουσι βράγχια, διὰ δὲ τοῦ πρὸς τὴν κοιλίαν πόρου ἀπέρχεται ἡ τροφὴ πρὸς αὐτήν. ἀνασπᾷ οὖν, τουτέστιν ἕλκει καὶ ἐξάγει, τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ, ὥσπερ οἱ ἰχθύες κατὰ τὰ βράγχια, τουτέστι διὰ τῶν βραγχίων. σημεῖον δέ, φησί, τοῦ μὴ χάριν καταψύξεως δέχεσθαι τὸ ὕδωρ καὶ ἡ θέσις τοῦ αὐλοῦ, δι’ οὗ ἀνασπῶσι τὸ ὕδωρ· οὐ γὰρ τείνει καὶ περαίνει πρός τι τῶν σπλάγχνων (τὰ γὰρ σπλάγχνα εἶπεν ἔναιμα), οἷον πρὸς τὸν πνεύμονα ἢ τὴν καρδίαν. ἐπειδὴ γὰρ χάριν τούτων γίνεται ἡ κατάψυξις, ἔδει, εἴπερ τὸ ὕδωρ διὰ κατάψυξιν ἐδέχοντο, τὸν αὐλὸν τὸν τὸ ὕδωρ ἀνασπῶντα περαίνειν πρὸς τὸν πνεύμονα ἢ τὴν καρδίαν. οὐ περαίνει δέ, ἀλλὰ τὴν θέσιν ἔχει πρὸ τοῦ ἐγκεφάλου· ἔμπροσθεν γὰρ αὐτοῦ κεῖται. πῶς δὲ κεῖται, εἴρηται ἐν ταῖς Περὶ ζῴων ἱστορίαις, καὶ ἐν τῇ Περὶ ζῴων μορίων. ὁμοίως δὲ τούτοις καὶ διὰ ταύτην τὴν αἰτίαν καὶ τὰ μαλάκια δέχονται τὸ ὑγρὸν ἐν τῷ αὐλῷ, ἀλλ’ οὐ χάριν καταψύξεως. δι’ οὗ αὐλοῦ ἐκπέμπουσι καὶ αὐτὰ τὸ ὕδωρ ἔξω. ἀφιᾶσι δὲ τὸ ὕδωρ καὶ οἱ κάραβοι διὰ τῶν ἐπιπυγμάτων, ὥσπερ πόρων τῶν τοιούτων ὄντων ἐπιπυγμάτων καὶ τελευτώντων3 παρὰ τὰ δασέα, τὰ ἐοικότα πτεροῖς. πῶς δὲ ἔχουσι θέσεως, θεωρείσθω ἐκ τῶν ἀνατομῶν καὶ τῶν Περὶ τὰ ζῷα ἱστοριῶν. αἱ δὲ σηπίαι ἀφιᾶσι τὸ ὕδωρ διὰ τοῦ κοίλου τοῦ ὄντος ἄνωθεν τῆς καλουμένης κεφαλῆς.

“关于水生动物中的鲸类,人们可能会产生疑问。” 在说明了没有任何动物同时具有肺和鳃之后(我们曾说这等同于具有肺并接纳液体),既然在某些动物身上似乎是如此(尽管并非真正如此),他接着说道:“人们可能会产生疑问”,并清楚地提出了这一疑难。而“因为在那种情况下也是合乎道理的”这句话等同于:“如果能表明它们接纳水不是为了冷却,而是为了某种别的原因,那么在这些动物身上所发生的事情也就会是合乎道理的”。在文句中,“对此的原因是现在所说的”代替了“现在将要说的”。同样,“突出”在这里也等同于将口保持在水面之上。他还说,如果网在深海中,而海豚或其他某种呼吸之物被困在其中,它就会窒息。为什么?因为那里没有空气供它们呼吸。在说明了它们不是为了冷却而接纳液体之后,他进而说明了它们究竟为何接纳液体的原因,说:因为既然它们在湿润中获得滋养,食物中必然会有水进入,但并不是为了冷却。因此它们也具有被称为喷水孔的结构,水通过喷水孔排出到体外(正如具有鳃者通过鳃那样),而食物则通过通往胃的通道去往胃。因此,它通过喷水孔吸上,即抽引并排出水,正如鱼类依据鳃,即通过鳃那样。他说,它们不是为了冷却而接纳水的一个标志,也是它们吸上水的喷水孔的位置;因为它并没有延伸并终止于任何内脏(因为他说内脏是有血的),例如肺或心脏。因为既然冷却是为了这些内脏而发生,那么如果它们确实是为了冷却而接纳水,吸上水的喷水孔就应当终止于肺或心脏。但它并没有终止于那里,而是位于脑的前方;因为它处在脑的前面。它是如何放置的,已在《动物志》和《论动物的部分》中阐述过了。与这些类似,并且由于这个原因,软体动物也在喷水管中接纳液体,但不是为了冷却;它们自身也通过这个喷水管将水排出体外。海螯虾也通过尾甲排出水,这些尾甲如同管道,并在类似羽毛的多毛部分旁终结。它们的位置如何,应当从解剖图谱和《动物志》中去考察。而乌贼则通过位于所谓头部上方的凹腔排出水。

§6.38

"Περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν, εἴρηται ὅτι συμβαίνει διὰ κατάψυξιν." Ἀσαφῶς ἐπῆκται διὰ βραχυλογίαν, εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον· περὶ μὲν οὖν τοῦ δέχεσθαι τὸ ὑγρόν, εἴρηται ὅτι τινὰ μὲν δέχονται διὰ κατάψυξιν, τινὰ δὲ οἷον δελφῖνες, σηπίαι, τὰ ὅμοια οὐ διὰ κατάψυξιν, ἀλλὰ διὰ τὸ τὴν τροφὴν δέχεσθαι ἐν ὑγρῷ ἀνάγκη συνεισέρχεσθαι αὐτῇ ὑγρόν.4

“那么关于接纳液体,已经说过这是由于冷却而发生的。” 由于措辞简短,接下来的内容有些晦涩,但所说的应当是这样的:那么关于接纳液体,已经说过某些动物是为了冷却而接纳,而某些动物,例如海豚、乌贼和类似的东西,则不是为了冷却,而是因为在湿润中接纳食物必然会有液体一同进入。

语法注4 条
  1. 6.36τὴν δὲ γενομένην ἂν ἀπὸ τῆς κοιλίας, εἰσελθόντος ἐν αὐτῇ τοῦ ὕδατος, οὐκ ἂν ἐξέφυγον

    γενομένην ἄν 带 ἄν 作条件分词,相当于与过去事实相反的虚拟语气,与随后的属格独立结构 εἰσελθόντος ἐν αὐτῇ τοῦ ὕδατος(“如果水进入其中”)呼应。从前句承前省略了名词 βλάβην,作为主动词 οὐκ ἂν ἐξέφυγον 的宾语。

  2. 6.37τὸ νῦν εἰρημένον ἀντὶ τοῦ ,τὸ νῦν ῥηθησόμενον’

    此处注解者指出亚里士多德原文中的现在完成时分词 εἰρημένον(“已说过的”)在这里代替了将来被动态分词 ῥηθησόμενον(“将要说的”),明确解释了时态上的代用现象。

  3. 6.37ὥσπερ πόρων τῶν τοιούτων ὄντων ἐπιπυγμάτων καὶ τελευτώντων

    由 ὥσπερ 引导的属格独立结构(τῶν τοιούτων ἐπιπυγμάτων ὄντων... καὶ τελευτώντων...),其中 πόρων 作表语名词,意为“这些尾甲如同通道一般,并终结于……”。

  4. 6.38ἀνάγκη συνεισέρχεσθαι αὐτῇ ὑγρόν

    无人称表达 ἀνάγκη [ἐστί] 支配不定式 συνεισέρχεσθαι,ὑγρόν 为其主格/宾格意义上的主语,αὐτῇ(食物)为其与格补足语;整个小句被前方的因果介词短语 διὰ τό 所统辖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:133.25-135.10