← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§132.23-133.24

动物肺的性质以及呼吸与吞咽机制

米海尔解释了胎生与卵生动物肺部性质的差异、水生动物器官的类比、鳃与肺的排他性,以及吞咽与呼吸通过会厌开闭机制互不干扰的生理过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.35#2

ἀλλὰ καὶ τὸ εὑρίσκονται ὀρυττόμενοι τοιοῦτον ἄν, οἶμαι, εἴη· ἄν τις ἐν τῇ γῇ καταχώσειεν ἰχθῦς ζῶντας, εἶτα διορύξειεν, εὕροι ἂν αὐτοὺς ζῶντας. Τὰ δ’ ἑξῆς δῆλα. ζῳοτοκοῦσι δὲ ἐν ἑαυτοῖς ἄνθρωποι, ἵπποι, θύραθεν δὲ τὰ σελάχη· καίτοι καὶ αὐτὰ ἐν ἑαυτοῖς ζῳοτοκεῖ· ἀλλ’ οὖν αὐτὰ πρότερον ἐν ἑαυτοῖς ᾠοτοκήσαντα οὕτω ζῳοτοκεῖ, καὶ ἅμα τῷ ζῳωθῆναι τὸ ᾠὸν εὐθὺς πίπτει θύραζε. καὶ ἐκεῖνα μέν, φησὶ τὰ ζωοτοκοῦντα ἐν ἑαυτοῖς, ἔναιμον ἔχει τὸν πνεύμονα, τὰ δὲ ᾠοτοκοῦντα σομφόν· δι’ ἣν σομφότητα καὶ χρῆται τῇ ἀναπνοῇ μανότερον, τουτέστι βραδύτερον καὶ ὡς εἰπεῖν χαυνότερον, ἀλλ’ οὐ σφοδρότερον ὥσπερ τὰ ἄλλα. χρῶνται δέ, φησί, τῇ ἀναπνοῇ καὶ αἱ χελῶναι καὶ αἱ ὕδραι, ὑπερέχοντα, τουτέστιν ἔχοντα τὸ στόμα ἄνωθεν τῆς τοῦ ὕδατος ἐπιφανείας,1 ἵνα ἀναπνῇ. τὸ δὲ καὶ τίκτειν ἐν τῷ ξηρῷ ἢ ἐν τῷ ὑγρῷ ἴσον ἐστὶ τῷ ‘καὶ ἐν τῷ ξηρῷ καὶ ἐν τῷ ὑγρῷ’. ἃ δέ, φησίν, ἔχουσιν οἱ ἰχθύες, οὔκ εἰσι πόδες, ἀλλ’ ἔχουσιν ὁμοιότητα καὶ ἀναλογίαν ταῖς τῶν πτηνῶν πτέρυξιν. ἐπεὶ δ’ ὁ μὲν πνεύμων ἐστὶ διὰ τὸ δέχεσθαι τὸ πνεῦμα, ὥσπερ τὰ βράγχια διὰ τὸ τὸ ὕδωρ, οὐδὲν δὲ ἅμα ἀναπνεῖ καὶ δέχεται τὸ ὕδωρ, εἰκότως οὐδὲν ἐστιν ἔχον ἅμα βράγχια καὶ πνεύμονα. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘οὐδέν ἐστιν ἔχον πνεύμονα καὶ δεχόμενον ὕδωρ’, εἰ καὶ ἐπὶ τοῦ δελφῖνος τοῦτο δοκεῖ· ἔχων γὰρ πνεύμονα δοκεῖ δέχεσθαι καὶ ὕδωρ, ὅπερ μετ’ ὀλίγον δειχθήσεται ψεῦδος. Τὰ δ’ ἑξῆς σαφέστατα. πρὸς δὲ τὸ μὴ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ πνεύματος μεμηχάνηκεν ἡ φύσις καὶ τοῖς ἀναπνέουσι καὶ τοῖς δεχομένοις τὸ ὑγρὸν γίνεσθαι τὰς καταπόσεις μήτε ἐν τῇ εἰσπνοῇ μήτε ἐν τῇ ἐκπνοῇ.2 ἐν μὲν γὰρ τῇ εἰσπνοῇ, ἐπειδὴ αἴρεται ἀπὸ τῆς ἀρτηρίας ἡ ἐπιγλωττίς, εἴπερ ἐγίνετο ἡ κατάποσις, εἰσήρχετο ἂν ἡ τροφὴ ἐν τῇ ἀρτηρίᾳ καὶ ἐπνίγετο τὸ ζῷον. ὁμοίως δὲ καὶ ἐν τῇ ἐκπνοῇ· καὶ γὰρ καὶ τότε ἠρμένη ἐστὶν ἡ ἐπιγλωττίς. οὔτε οὖν ἐν τῇ εἰσπνοῇ οὔτε ἐν τῇ ἐκπνοῇ γίνεται ἡ κατάποσις, ἀλλ’ ἐν τῷ μεταξύ, ὅτε κατέχομεν τὸ πνεῦμα, δι’ ἃς αὐτὸς ἐκτίθεται σαφῶς αἰτίας. δι’ ἣν δ’ αἰτίαν οὐκ ἔχουσιν οἱ ὄρνιθες ἐπιγλωττίδα, εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων πραγματείᾳ· εἶπε γὰρ ἐν ἐκείνοις ὅτι διὰ τὴν τοῦ δέρματος σκληρότητα, δεῖ δὲ ἁπαλὴν εἶναι τὴν ἐπιγλωττίδα, ἵνα τάχιον κινῆται. οἱ δὲ ἰχθύες ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ τό τε ὕδωρ ἐκπέμπουσι διὰ τῶν βραγχίων καὶ τὴν τροφὴν δέχονται διὰ τοῦ στόματος.

而且,“被掘出时被发现”这句话,我认为应当是这样的意思:如果有人将活鱼埋入土中,然后再将其掘开,便会发现它们活着。接下来的内容是清楚的。人和马在自身内部胎生,而软骨鱼类则在外部胎生;虽然它们自身也在内部胎生。但无论如何,它们是先在自身内部产卵,然后才如此胎生,一旦卵化为动物,它便立刻落出体外。他说,那些在自身内部胎生的动物,其肺有血,而卵生的动物其肺呈海绵状;正是由于这种海绵状结构,它们使用呼吸更为稀疏,即更为迟缓且可以说是更为松弛,而不像其他动物那样剧烈。他说,龟类和水蛇也使用呼吸,它们突出,即把口伸出水面之上,以便进行呼吸。而“在干燥处或在湿润处产仔”等同于“既在干燥处也在湿润处”。他说,鱼类所具有的并不是脚,而是与鸟类的翅膀具有相似性和类比性。既然肺是为了接纳气息,正如鳃是为了接纳水一样,而没有任何东西同时呼吸并接纳水,那么理所当然没有任何东西同时具有鳃和肺。这就等同于“没有任何东西既具有肺又接纳水”,即便在海豚身上似乎是这样;因为海豚虽具有肺,却似乎也接纳水,而这一点稍后将被证明是虚假的。接下来的内容极其清楚。但为了使食物不被气息所阻碍,自然为呼吸者和接纳液体者所作的设计是:吞咽既不发生在吸气中,也不发生在呼气中。因为在吸气中,既然会厌从气管上抬起,如果发生吞咽,食物就会进入气管而使动物窒息。在呼气中也是同样;因为那时会厌也是抬起的。因此吞咽既不发生在吸气中也不发生在呼气中,而是发生在两者之间,即当我们屏住气息的时候,其原因正如他自己清楚阐明的那样。至于鸟类为什么没有会厌的原因,已在《论动物的部分》中论述过;因为他在该书中说过这是由于皮肤的坚硬,而会厌必须是柔软的,以便更迅速地运动。另一方面,鱼类则同时且在同一时间内,既通过鳃排出水,又通过口接纳食物。

语法注2 条
  1. 6.35ὑπερέχοντα, τουτέστιν ἔχοντα τὸ στόμα ἄνωθεν τῆς τοῦ ὕδατος ἐπιφανείας

    分词 ὑπερέχοντα 和 ἔχοντα 为中性复数,而其所指的先行词 αἱ χελῶναι καὶ αἱ ὕδραι(龟与水蛇)为阴性名词。这是基于意义的一致(constructio ad sensum),语法上受动物通称中性词 τὰ ζῷα(动物)的概念影响。

  2. 6.35πρὸς δὲ τὸ μὴ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ πνεύματος μεμηχάνηκεν ἡ φύσις καὶ τοῖς ἀναπνέουσι καὶ τοῖς δεχομένοις τὸ ὑγρὸν γίνεσθαι τὰς καταπόσεις μήτε ἐν τῇ εἰσπνοῇ μήτε ἐν τῇ ἐκπνοῇ

    全句主动词为 μεμηχάνηκεν(自然作了设计/安排),前置表目的的介词短语 πρὸς δὲ τὸ μὴ κωλύεσθαι τὴν τροφήν(为了使食物不被阻碍)。该动词支配带宾格的不定词短语 γίνεσθαι τὰς καταπόσεις(吞咽发生)作为宾语,与格 τοῖς ἀναπνέουσι καὶ τοῖς δεχομένοις 表示这一机制所适用的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:132.23-133.24