- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:131.21-132.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔注解了亚里士多德《论呼吸》475a31,根据昆虫没入水中不呼吸也能长久生存以及在温灰中能复苏的事实,论证昆虫并不呼吸,并解释了无血水生动物何以能在水外存活一段时间。
" Ἐν γὰρ τοῖς ὑγροῖς πολὺν χρόνον ἀνανήχεται, ἂν μὴ λίαν ᾖ ψυχρὸν ἢ θερμόν." Ἐπειδὴ τοῖς ἀναπνέουσι τὸ ζῆν τε καὶ εἶναί ἐστιν ἐν τῷ τὸν ἀέρα δέχεσθαι, εἴπερ καὶ τὰ ἔντομα ἀνέπνει, οὐκ ἂν ἔζη χωρὶς τοῦ δέχεσθαι ἀέρα. ζῶσι δέ· ἢν γάρ τις αὐτὰ βαπτίσῃ καθ’ ὕδατος, μένει πολὺν χρόνον ζῶντα, ὅσον οὐ δύναταί τι τῶν ἀναπνεόντων ἐμμεῖναι.1 καὶ δῆλον ὅτι οὐκ ἀναπνέουσιν· οὐ γάρ ἐστιν ἐν τῷ τοῦ ὕδατος βάθει ἀήρ, ἵνα ἀναπνῇ. εἰ δὲ λέγει τις, ὅτι ζῇ διὰ τὴν ἀπὸ τοῦ ὕδατος κατάψυξιν, πρῶτον μὲν ἐρωτητέον αὐτόν, πότερον διὰ τοῦ στόματος εἰσέρχεται τὸ ὕδωρ καὶ καταψύχει ἢ ἐκτὸς ὂν τῇ ἁφῇ τὴν κατάψυξιν ποιεῖ. εἰ μὲν οὖν εἰσιόν, πῶς οὐ πνίγεται; εἰ δ’ οὐκ εἰσιόν, ἀλλ’ ἐκτὸς καὶ ἁπτόμενον, πάλιν οὐκ ἀναπνεῖ. φθείρονται δὲ ὑπὸ τῶν λίαν [ὑγρῶν] θερμῶν ἢ ψυχρῶν διὰ τὸ μαραίνεσθαι τὸ ἔμφυτον θερμὸν τῇ ὑπερβολῇ τῆς θερμότητος ἢ σβέννυσθαι τῇ ὑπερβολῇ τῆς ψυχρότητος. τὸ δὲ ‘ἐν γὰρ τοῖς μικρὰν ἔχουσι δύναμιν, πυκνότερον ζητεῖ ἀναπνεῖν’ τοιοῦτον ἂν εἴη· τὰ μικρὰν ἔχοντα δύναμιν τοῦ συνίστασθαι καὶ ζῆν χωρὶς τοῦ ἀναπνεῖν πυκνότερον ζητεῖ ἀναπνεῖν. ἀδυναμία γάρ ἐστι καὶ τὸ μὴ δύνασθαι ἐπὶ πολὺ ζῆν ἀπνευστί, ὥσπερ πάλιν δύναμις τὸ δύνασθαι. εἰ δὴ τῶν ἀναπνεόντων φθαρτικόν ἐστι τὸ μὴ ἀναπνεῖν, εἴπερ ἀνέπνεον αἱ μυῖαι, ἐν τῷ ὕδατι οὖσαι καὶ μὴ ἀναπνέουσαι ταχὺ ἂν ἐφθείροντο· οὐ γάρ εἰσιν οὕτως ἰσχυραί, ὥστε δύνασθαι ἐπὶ πολὺ φέρειν τὴν τοῦ φθαρτικοῦ παρουσίαν, ἀλλὰ πάμπαν ἀσθενεῖς. καίτοι δὲ πολὺν μένουσαι χρόνον ἐν τῷ ὕδατι ὅμως οὐ ζῶσι διὰ τέλους· πληρουμένης γὰρ τῆς κοιλίας καὶ φθειρομένου τῇ πληρώσει τοῦ ἐν τῷ ὑποζώματι ὑγροῦ, τουτέστι τοῦ ἐμφύτου θερμοῦ (ὑγρὸν γάρ ἐστι τὸ ἔμφυτον θερμόν), φθείρονται. φθείρεται γὰρ καὶ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ὡς πολλάκις εἴρηται, ὅταν ᾖ τὸ μὲν πολύ, θάτερον δὲ ὀλίγον. ἂν δέ τις αὐτὰς εἰς τέφραν κατορύξειεν μετρίως οὖσαν θερμὴν καὶ χρονίσωσιν ἐν αὐτῇ, ἀνίστανται· ἀπατμισθὲν γὰρ τῇ τῆς τέφρας θερμότητι τὸ ἀλλότριον ὑγρόν, ἀνίστανται.2 μικρᾶς γὰρ τὰ τοιαῦτα τῶν ζῴων τυχόντα βοηθείας ἀνίστανται· καὶ γὰρ οἱ τῆς γῆς ἀθρόον σκώληκες ἐξάγονται θερμανθείσης ὑπὸ τοῦ ἡλίου. ὅτι δὲ καὶ τὰ ἔνυδρα ἄναιμα τῶν ἐνύδρων ἐναίμων πλείονα χρόνον ἐκτὸς ζῇ, σαφῶς ἐκτίθεται. Τὸ δὲ οὐ μὴν εἰς τέλος γε διαρκεῖ πρὸς τὸ ζῆν διὰ τὸ ὀλιγόθερμα εἶναι τοιοῦτόν ἐστι· πρὸς μὲν τὸ ζῆν ἄχρι τινὸς ἐν τῷ ἀέρι ἱκανή ἐστιν ἡ ὀλιγοθερμία αὐτῶν (χορηγεῖ γὰρ αὐτοῖς δύναμίν τινα), διὰ τέλους δ’ οὐχ ἱκανή.
“因为在液体中它能游出很长时间,除非它过冷或过热。” 既然对于呼吸的动物而言,生存和存在就在于接纳空气,那么如果昆虫也呼吸,它们在不接纳空气的情况下就不会生存。但它们确实生存着;因为如果有人将它们浸入水中,它们能存活很长时间,其久是任何呼吸动物都无法坚持的。而且显而易见它们并不呼吸;因为在水底深处并没有空气供其呼吸。但如果有人说,它们生存是由于来自水的冷却,那么首先应当问他,水是通过口部进入而进行冷却,还是在外部通过触碰产生冷却。如果水进入,它们怎会不被窒息?而如果水不进入,只是在外部触碰,那么它们同样并不呼吸。它们被过热或过冷之物毁灭,是因为生来俱有的热由于热度的过度而衰竭,或由于寒冷的过度而熄灭。而“因为在具有微弱能力者中,它寻求更频繁地呼吸”这句话的意思应当是:在不呼吸的情况下维系自身并生存的能力微弱者,寻求更频繁地呼吸。因为不能长期不呼吸而生存也是一种无能,正如反过来能够如此是一种能力一样。因此,如果不呼吸对于呼吸者而言是毁灭性的,那么倘若苍蝇是呼吸的,它们身处水中且不呼吸,便会很快毁灭;因为它们并非强壮到能够长期忍受毁灭之物的存在,而是完全虚弱的。然而,尽管在水中停留很长时间,它们终究无法存活到底;因为当腹部被充满,且由于这种充盈使横隔膜内的水分——即生来俱有的热(因为生来俱有的热乃是一种水分)——受到破坏时,它们便毁灭了。因为正如常说的那样,当一者多而另一者少时,同类也会被同类毁灭。但如果有人将它们埋在温热适度的灰烬中,且它们在其中停留一段时间,它们就会复苏;因为当外来的水分被灰烬的热量蒸发掉时,它们便复苏了。因为这类动物只要得到微小的帮助就会复苏;事实上,当大地被太阳晒热时,地里的蚯蚓也会成群涌出。而无血的水生动物比有血的水生动物在水外存活更久,这一点也被清楚地阐述了。而“然而由于热量少,并不能维持生存到底”这句话的意思是:对于在空气中生存到某一时刻而言,它们热量的稀少是足够的(因为这为它们提供了一定的能力),但对于生存到底而言则是不够的。
- 6.35ὅσον οὐ δύναταί τι τῶν ἀναπνεόντων ἐμμεῖναι
关系词 ὅσον 作副词性用法或时间延展宾格,与前文的 πολὺν χρόνον 构成照应,引出表示程度或比较的从句,意为“达到呼吸动物无一能够坚持那么久的程度”。
- 6.35ἀπατμισθὲν γὰρ τῇ τῆς τέφρας θερμότητι τὸ ἀλλότριον ὑγρόν, ἀνίστανται
此处出现破格句(anacoluthon)或悬空主格(nominativus pendens)。此处并未采用常规的属格绝对结构(ἀπατμισθέντος ... τοῦ ἀλλοτρίου ὑγροῦ),而是将中性单数主格分词 ἀπατμισθέν 与其主语 τὸ ἀλλότριον ὑγρόν 置于从属分词结构中,随后直接连接主句主语(昆虫)及其复数谓语动词 ἀνίστανται。
