- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:130.18-131.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔借助窒息的比喻探讨了昆虫的内部运动与发声机制,评析并谦逊地对照了他那位极受尊敬的同道关于生来俱有的气的解释,随后转入探讨少血动物何以能够长久不呼吸而生存。
" Παραπλήσιον γὰρ συμβαίνει, κἂν εἴ τίς τινα τῶν ἀναπνεόντων πνίγοι τὸ στόμα κατασχών." Ὥσπερ γὰρ τὰ πνιγόμενα κινοῦσι τὸν θώρακα, καίτοι μὴ εἰσερχομένου τότε ἔξωθεν ἀέρος, οὕτω καὶ ταῦτα κινήσουσι τῷ ἐμφύτῳ πνεύματι τὸν ὑπὸ τὸ ὑπόζωμα τόπον, ἀλλ’ οὐ διά τινος ἔξωθεν εἰσερχομένου. ὅτι δὲ ἐν τοῖς καταπνιγομένοις ζῴοις, ἀνθρώποις ἢ ἄλλοις τισίν, οὐκ εἰσέρχεται θύραθεν ἀήρ, δῆλον· κατέχουσι γὰρ οἱ καταπνίγοντες ταῖς σφῶν χερσὶ τὸ στόμα καὶ τὰς ῥῖνας τῶν καταπνιγομένων καὶ οὐκ ἐῶσιν εἰσέρχεσθαι τὸν ἀέρα. ἀλλὰ τοῖς μὲν καταπνιγομένοις καὶ ὅλως τοῖς ἀναπνέουσιν οὐκ ἔστιν ἱκανὴ ἡ ἐκτὸς γινομένη τοῦ ἀέρος πρόσπτωσις εἰς τὸ καταψύχειν διὰ τὴν τῆς σαρκὸς παχύτητα, καὶ ἐπὶ τούτῳ χρεία τοῦ εἰσελθεῖν αὐτὸν ἐντός· τοῖς δ’ ἐντόμοις ἱκανή. ἐν δὲ τοῖς τρυπήμασι τοῦ καλάμου οἱ μὲν αὐληταὶ αὐλοῦντες τίθενται τοὺς δακτύλους, οἱ δὲ παῖδες ὑμένας λεπτούς· ἐν οἷς ὑμέσι προσπῖπτον τὸ ἐμφυσώμενον πνεῦμα ποιεῖ τὸν ψόφον. καὶ τοῖς μὲν ᾄδουσι τέττιξιν ἔσχισται τὸ ὑπόζωμα, τοῖς δὲ μὴ ᾄδουσιν οὐκ ἔσχισται. εἰ γὰρ διὰ τὴν σχίσιν τὸ ᾄδειν, τὸ μὴ ᾄδειν διὰ τὸ μὴ ἐσχίσθαι. ὥστε ἀξιῶ τὸν θειότατόν μου ἑταῖρον διὰ τῆς νῦν λέξεως μὴ ὑπονοεῖν1 ἐν τῇ λέξει τῇ ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι τῷ ἐμφύτῳ πνεύματι αἴροντι καὶ συνίζοντι, ὅτι τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ προσπῖπτον τῷ ὑμένι καὶ ψοφοῦν. διὰ τί γὰρ καὶ ἐν τοῖς μὴ ἔχουσι σχίσμα οὐ γίνεται ψόφος, καίτοι τοῦ πνεύματος τοῦ ἐμφύτου προσπίπτοντος καὶ ἐν τούτοις πρὸς τὸ ἀνάλογον τῷ ὑμένι; ἀλλ’ ἴσως οὐ χρὴ καταψηφίζεσθαι ἀνδρὸς πολλοὺς ἐπὶ φιλοσοφίᾳ πόνους καταβεβληκότος καὶ δυναμένου κάλλιον ἐμοῦ καὶ ἄλλων τῶν ὑπὲρ ἐμὲ τῆς Ἀριστοτέλους διανοίας ἐφάπτεσθαι. δι’ ὃ ἐχέτω μὲν τὰ πρῶτα ἡ ἐκείνου ἐπιβολή, ἡ δὲ ἐμὴ τετάχθω ὅπου φίλον τοῖς φιλομαθέσι. Τὰ δ’ ἑξῆς τοῦ Ἀριστοτέλους βασανιστέον. ἔχει δὲ ὁ πνεύμων τῶν ὀλιγαίμων ἄρσιν διὰ τὸ εἶναι πλήρης πνεύματος. τὸ δὲ αἷμα καὶ τὸ ὑγρὸν ἐκ παραλλήλου κεῖται.2 δύναται δὲ πολὺν χρόνον ἀπνευστὶ ζῆν καὶ διαμένειν τὰ ὀλίγαιμον ἔχοντα τὸν πνεύμονα διὰ τὴν ψυχρότητα· ψυχρὸς γὰρ ὢν διὰ τὴν ὀλιγαιμίαν οὐ δεῖται πολλῆς καὶ πυκνῆς τῆς καταψύξεως διά τε τοῦτο καὶ τὸ δύνασθαι πολὺν χρόνον τὸν εἰσελθόντα ἀέρα διαφυλάττειν ψυχρόν· τὸ γὰρ ψυχρὸν εἰς ψυχρὸν εἰσελθὸν ψυχρὸν διατελεῖ. λέγεται δὲ εἶναι ὁ τοιοῦτος πνεύμων ψυχρὸς ὡς πρὸς τοὺς λίαν θερμούς, ἐπεὶ ἔχει καὶ οὗτος θερμότητα, ἀλλ’ ἧττον· τὸ δ’ ἧττον μίξει τοῦ ἐναντίου ἐστὶν ἧττον. οὐ δύναται δὲ τέλος, τουτέστι διὰ τέλους καὶ ὅλης τῆς αὑτῶν ζωῆς, ζῆν ἀπνευστί,3 ἀλλ’ ἄχρι τινός· οὐ γάρ ἐστι τέλεον ὁ τοιοῦτος πνεύμων ψυχρός, ἵν’ ὅλως μὴ δεῖται τῆς θύραθεν καταψύξεως, ἀλλὰ πῇ.
“因为即使有人按住呼吸之物的口使其窒息,也会发生类似的情形。” 正如被窒息者虽然彼时并无外来空气进入却仍运动胸廓一样,这些〔昆虫〕也将凭借生来俱有的气来运动横隔膜下方的部位,而不是通过从外部进入的某种空气。在被窒息的动物——无论人类还是某些其他动物——中,没有空气自外进入,这一点是显而易见的;因为施窒息者用自己的双手捂住被窒息者的口和鼻孔,不让空气进入。但是,对于被窒息者以及总的来说呼吸的动物,产生于外部的空气撞击由于肉质的厚度不足以进行冷却,因此需要空气进入内部;而对于昆虫则是足够的。然而在苇笛的开孔处,吹笛人在吹奏时放置手指,而孩子们则放置薄膜;吹入的气息冲撞这些薄膜便产生声音。鸣叫的蝉其横隔膜是裂开的,而不鸣叫的则未裂开;因为如果鸣叫是由于裂开,那么不鸣叫便是由于未裂开。因此,我恳请我最神圣的同道不要通过现在的字句,在“因为在横隔膜本身中,由于生来俱有的气升起并沉落”这一文句中,推想是生来俱有的气冲撞薄膜并发出声音。因为在没有裂隙的生物中,尽管在它们之中生来俱有的气也冲撞相当于薄膜的部位,为何却没有声音产生呢?但或许不应当谴责一位为哲学倾注了大量辛劳、且能够比我和其他胜过我的人更好地把握亚里士多德思想的人。因此,且让他的设想占据首位,而我的设想则被置于令爱好求知者满意的位置。我们必须审视亚里士多德接下来的内容。少血动物的肺由于充满气息而具有抬升。“血液”与“液体”是平行并列的。具有少血之肺的动物由于寒冷能够长久不呼吸地生存并维持下去;因为〔肺〕由于少血而寒冷,它既因为这一点,又因为能够长久将进入的空气保持寒冷,故而不需要大量且频繁的冷却;因为寒冷之物进入寒冷之物中,便持续保持寒冷。这种肺被称为寒冷,是相对于过热的肺而言的,既然它也具有热,只是较少而已;而较少则是由于混杂了相反者而较少。但它们无法彻底——即终其一生且在整个生命期间——不呼吸地生存,而只是达到某一点为止;因为这种肺并非完全寒冷,以至于全然不需要来自外部的冷却,而只是在某种程度上如此。
- 6.34ὥστε ἀξιῶ τὸν θειότατόν μου ἑταῖρον διὰ τῆς νῦν λέξεως μὴ ὑπονοεῖν
动词 ἀξιῶ 接带不定式的宾格结构(τὸν θειότατόν μου ἑταῖρον ... μὴ ὑπονοεῖν),意为“恳求”或“劝请”。否定词 μή 修饰该不定式,构成规劝那位受尊崇的同道切勿误判的句式。
- 6.34ἐκ παραλλήλου κεῖται
希腊注疏文献中的固定用语,表明两个词(此处指 αἷμα 与 ὑγρόν)“平行排列”或作为同义替换并置。介词短语 ἐκ παραλλήλου 作状语修饰动词 κεῖται。
- 6.34οὐ δύναται δὲ τέλος, τουτέστι διὰ τέλους καὶ ὅλης τῆς αὑτῶν ζωῆς, ζῆν ἀπνευστί
名词 τέλος 用作状语性宾格,意为“彻底地”或“终局地”,修饰不定式 ζῆν;注疏者紧接着用 τουτέστι διὰ τέλους... 阐明了这一副词用法。主语是前文的中性复数名词短语 τὰ ὀλίγαιμον ἔχοντα τὸν πνεύμονα,依希腊语文法配合单数动词 δύναται。
