- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:129.16-130.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔探讨了昆虫鸣声(或嗡鸣)与冷却机制的关系,解释了为何较热的蝉在静止时也能发声,而苍蝇与蜜蜂仅在飞翔时嗡鸣。随后他分析了亚里士多德的原文字句,阐释生来俱有的气如何运动横隔膜与薄膜以产生摩擦与声音。
ἐπεὶ οὖν ὁ ἀὴρ ἠρέμα κινούμενος ἠρέμα ψύχει, τὰ θερμότερα καὶ πλείονος δεόμενα τῆς καταψύξεως ἀνάγκη σφοδρῶς τὸν ἀέρα κινεῖν· σφοδρῶς δὲ κινούμενος τοῦ τε καταψύχεσθαι καὶ τοῦ βομβεῖν αἴτιος γίνεται, ὡς μὲν ψυχρὸς τοῦ καταψύχεσθαι, ὡς δὲ διηχὴς τοῦ βομβεῖν. ἀνάγκη γὰρ τὸν ἀέρα ὑπὸ τῶν σχισμάτων καὶ τοῦ ὑμένος προστριβόμενον, μᾶλλον δὲ ἐναπολαμβανόμενον ὑπὸ τούτων καὶ ἀποπαλλόμενον, γίνεσθαι ψόφον.1 ἀλλὰ προηγουμένως μὲν διὰ τὴν κατάψυξιν γίνεται ἡ τοῦ ἀέρος πρὸς τὸν ὑμένα πρόστριψις, ἕπεται δὲ ὁ ψόφος. ἀλλὰ διὰ τί οἱ τέττιγες καὶ καθήμενοι καὶ ἱστάμενοι ψοφοῦσι, μυῖαι δὲ καὶ μέλιτται καὶ κώνωπες ἐν μόνῃ τῇ πτήσει; ἢ ὅτι οἱ μὲν τέττιγες ὡς θερμότεροι σφοδρῶς κινοῦσι τὸν ἀέρα (δέονται γὰρ πλείονος τῆς καταψύξεως, ἐπεὶ οὗτοι πρὸς μεσημβρίαν μάλιστα ᾄδουσιν, ὅτε μάλιστα δεόμενοι τῆς καταψύξεως μᾶλλον κινοῦσι τὸν ἀέρα, τὸ δὲ πρωῒ καὶ ὅλως ἐν ταῖς ψυχροτέραις ὥραις οὐδαμῶς διὰ τὸ ἢ οὐδ’ ὅλως ἢ πάμπαν ἠρέμα κινεῖν τὰ σχίσματα· βοηθεῖ γὰρ αὐτοῖς ἡ τῆς ὥρας ψυχρότης), μυῖαι δὲ καὶ τὰ τοιαῦτα ἧττον δεόμενα τῆς καταψύξεως (ψυχρότερα γάρ εἰσι τῶν τεττίγων), ἠρέμα κινοῦντα τὸν ἀέρα οὐ βομβοῦσιν, ἐν δὲ τῇ πτήσει σφοδρότερον κινοῦντα βομβοῦσι τῷ πτερῷ. οὗ βόμβου αἴτιον τὸ ὑπὸ τὸ ὑπόζωμα θερμόν· τοῦτο γὰρ κινεῖ τὰ πτερὰ καὶ ἁπλῶς ὅλον τὸ ζῷον. μήποτε δὲ καὶ οἱ τέττιγες ἐν ταῖς ψυχροτέραις ὥραις καὶ αἱ μυῖαι καθήμεναι βομβοῦσιν, ἀμυδρῶς δὲ καὶ παντελῶς ἀναισθήτως διὰ τὸ ἠρέμα κινεῖν τὸ ὑπόζωμα. ἡ μὲν οὖν τῶν λεγομένων πάντων διάνοια αὕτη, κατὰ δὲ τὰς λέξεις τὸ ἐν αὐτῷ γὰρ τῷ ὑποζώματι τῷ ἐμφύτῳ πνεύματι αἴροντι καὶ συνίζοντι τοιοῦτόν ἐστι· συμβαίνει κατὰ τὸν ὑμένα τὸν ἐν τῷ ὑποζώματι ὄντα γίνεσθαι τρῖψιν ὑπὸ τοῦ ἐμφύτου πνεύματος. ἐπεὶ γὰρ τὸ ἐν τῷ ὑποζώματι ὂν ἔμφυτον πνεῦμα αἶρον καὶ συνίζον, ἤτοι ἀνοῖγον καὶ κλεῖον τὰ σχίσματα, διὰ τοῦ ἐναπολαμβανομένου ἀέρος γίνεται τρῖψις2 πρὸς τὸν ὑμένα, δηλονότι ὑπὸ τοῦ ἐμφύτου πνεύματος γίνεται τρῖψις. αὐτὸς δ’ ἔοικε διὰ τῆς λέξεως δηλοῦν, ὅτι αὐτὸ τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ ψοφοῦν, καὶ οὐχὶ ὁ ἐναπολαμβανόμενος διὰ τῶν σχισμάτων ἀήρ. ἔοικεν οὖν διὰ τῆς λέξεως λέγειν, ὅτι τὸ ἔμφυτον πνεῦμά ἐστι τὸ ψοφοῦν ἐκτεινόμενον καὶ συστελλόμενον (ἐν γὰρ τῇ ἐκτάσει προσπῖπτον τῷ ὑμένι ποιεῖ ψόφον), καὶ ἴσως εἴη ἂν καὶ τοῦτο γινόμενον· ἐπεὶ δὲ τὰ ἀναπνέοντα δοκεῖ ὅτι τῇ τοῦ εἰσιόντος ἔξωθεν ἀέρος εἰσόδῳ κινοῦσι τὸν θώρακα, ἵνα μή τις ὑπολάβῃ, ὅτι καὶ αἱ μυῖαι καὶ τὰ ἄλλα πάντα διά τινος ἀέρος εἰσερχομένου διὰ τοῦ στόματος κινοῦσι τὸν ὑπὸ τὸ ὑπόζωμα τόπον, ἐπήγαγε·
因此,既然空气在缓和运动时缓和地冷却,那么更热且需要更多冷却的事物便必然猛烈地运动空气;而在空气被猛烈运动时,它便既成为了被冷却的原因,又成为了发出嗡鸣的原因——作为寒冷者,是被冷却的原因,而作为回响者,则是发出嗡鸣的原因。因为必然的是,当空气被裂隙与薄膜所摩擦,或者不如说是被它们拦截并反弹时,便产生声音。然而,空气对薄膜的摩擦根本上是为了冷却而产生的,声音则是伴随而来的。但是,为什么蝉无论在停落还是驻立时都发声,而苍蝇、蜜蜂和蚊子却唯独在飞翔时才发声呢?岂不是因为蝉作为更热者猛烈地运动空气(因为它们需要更多的冷却,既然它们在正午时分鸣叫得最欢,彼时它们最需要冷却因而更剧烈地运动空气,但在清晨和通常较冷的时刻则决不鸣叫,这是由于它们要么完全不运动裂隙,要么极其缓和地运动裂隙;因为此时刻的寒冷助益了它们),而苍蝇及此类生物因较少需要冷却(因为它们比蝉更冷),缓和地运动空气因而不发嗡鸣,但在飞翔中较猛烈地运动空气,故而以翅膀发出嗡鸣?这种嗡鸣的原因是横隔膜下方的热;因为正是这热运动了翅膀,并简言之运动了整个动物。不过,或许蝉在较冷的时刻、苍蝇在停落时也发出嗡鸣,只是由于缓和地运动横隔膜,微弱得全然无法被觉察而已。所说的一切的大意便是如此;但在字句上,“因为在横隔膜本身中,由于生来俱有的气升起并沉落”的意思是这样的:在横隔膜内的薄膜处,生来俱有的气引起了摩擦。因为既然横隔膜中存在的生来俱有的气通过升起与沉落——即开合裂隙——借由被拦截的空气产生针对薄膜的摩擦,显然摩擦是由生来俱有的气引起的。而他本人似乎通过字句表明,正是生来俱有的气本身在发出声音,而不是通过裂隙被拦截的空气。因此,他似乎通过字句表示,生来俱有的气正是由于扩张与收缩而发出声音者(因为在扩张中它冲撞薄膜并制造声音),或许这种情况确实也在发生;但既然呼吸的动物看似通过外来空气的吸入而运动胸廓,为了不让人以为苍蝇和所有其他昆虫也是通过由口进入的某种空气来运动横隔膜下方的部位,他便补充道:
- 6.33ἀνάγκη γὰρ τὸν ἀέρα ὑπὸ τῶν σχισμάτων καὶ τοῦ ὑμένος προστριβόμενον, μᾶλλον δὲ ἐναπολαμβανόμενον ὑπὸ τούτων καὶ ἀποπαλλόμενον, γίνεσθαι ψόφον.
在由 ἀνάγκη 支配的宾格不定式结构中,起初置入宾格 τὸν ἀέρα(及其修饰分词)作为预期的主语,但后接的不定式短语却是 γίνεσθαι ψόφον,从而构成了破格句(anacoluthon)。句式本应顺接如 τὸν ἀέρα ποιεῖν ψόφον(“空气制造声音”),但实际转为以 ψόφον 作为发生之物。其逻辑意义为“随着空气被摩擦并反弹,声音必然产生”。
- 6.33ἐπεὶ γὰρ τὸ ἐν τῷ ὑποζώματι ὂν ἔμφυτον πνεῦμα αἶρον καὶ συνίζον, ἤτοι ἀνοῖγον καὶ κλεῖον τὰ σχίσματα, διὰ τοῦ ἐναπολαμβανομένου ἀέρος γίνεται τρῖψις πρὸς τὸν ὑμένα, δηλονότι ὑπὸ τοῦ ἐμφύτου πνεύματος γίνεται τρῖψις.
在由 ἐπεὶ γάρ 引导的原因从句中,主格名词短语 τὸ ... ἔμφυτον πνεῦμα 连同主格分词 αἶρον καὶ συνίζον 起到了悬空主格(nominativus pendens)的作用,其后并没有接续一致的主动词,而是中途转为 γίνεται τρῖψις πρὸς τὸν ὑμένα。此处的句法转换表达了逻辑因果:既然是生来俱有的气通过开合裂隙使得被拦截的空气产生摩擦,那么归根结底摩擦是由生来俱有的气所产生的。
