← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§12.3-13.24

第一感觉对时间的认知与记忆的本质归属

米海尔注解了亚里士多德在450a9处的论断,阐明大小、运动与时间皆是由第一感觉(共通感觉)所认识的;由于记忆与想象同为共通感觉的情状(非理性动物能够感知时间并进行记忆即是明证),因而记忆在本性上属于感觉能力,而对可思惟对象的记忆仅是偶性的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.9

" Μέγεθος δ’ ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν, ᾧ καὶ χρόνον.1" Τοῦτο συνεχὲς ἂν οἶμαι εἴη τῷ τίθεται πρὸ ὀμμάτων ποσόν, νοεῖ δ’ οὐχ ᾗ ποσόν. εἰπὼν γὰρ ὅτι ὁ νοῦς τίθεται πρὸ ὀμμάτων τὸ μὴ ποσὸν ὡς ποσόν, ὅμως οὐχ ᾗ ποσὸν νοεῖ αὐτὸ (οὐδὲ γάρ ἐστι τὴν ἀρχὴν ποσόν), ἀλλ’ ᾗ ἄποσον, περὶ ὧν ἀκριβέστερον εἴρηται ἐν τῷ τρίτῳ λόγῳ τῶν Περὶ ψυχῆς, ὅτε ἐζητεῖτο πῶς ὁ νοῦς νοεῖ τὰ νοητά. ἐπειδὴ οὖν γνῶσις ἡμῖν γίνεται καὶ μεγέθους καὶ κινήσεως, ἅπερ ἐστὶ καὶ κυρίως ποσά, λέγει ὅτι ταῦτα γνωρίζει τῷ μορίῳ τῆς ψυχῆς ᾧ καὶ τὸν χρόνον· γνωρίζει δὲ τὸν χρόνον τῇ πρώτῃ αἰσθήσει. τὸ δὲ καὶ τὰ φαντάσματα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν· ἐν ἐκείνῳ τῷ μορίῳ τῆς ψυχῆς γινώσκει μέγεθος καὶ κίνησιν, ᾧ καὶ χρόνον· ἔστι δὲ τὸ μόριον ἐκεῖνο ἡ κοινὴ αἴσθησις, ἧς πάθος ἐστὶν ἡ φαντασία. εἰ δὲ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστὰ (χωρὶς γὰρ φαντασίας οὐδὲν ὁ νοῦς νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης,2 τὰ μὲν συνεργούσης ὡς ἐπὶ τῶν μαθημάτων — οἷον γὰρ ἀβάκιον τοῦ νοῦ ἐστιν ἐπὶ τούτων ἡ φαντασία· καὶ εἰς ἄλλα δὲ πολλὰ συνεργεῖ —, τὰ δὲ καὶ ἐμποδιζούσης, ὡς ἐπὶ τῆς τῶν νοητῶν τε καὶ θείων θεωρίας· ἐν γὰρ τῇ τούτων θεωρίᾳ περιέλκεται ὁ νοῦς ὑπὸ τῆς φαντασίας σχήματα καὶ μεγέθη φανταζομένης καὶ μὴ συγχωρούσης ἐκείνων εἰλικρινῶς ἀντιλαμβάνεσθαι), εἰ δὴ πάντα, ἀφ’ ὧν ὁ νοῦς τὰ καθόλου συνάγει, φανταστά, ἡ δὲ φαντασία καὶ ἡ μνήμη αἱ αὐταὶ τῷ ὑποκειμένῳ καὶ πάθη τῆς κοινῆς αἰσθήσεως, δηλονότι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστι. καὶ δῆλον τοῦτο ἐκ τοῦ μνημονεύειν καὶ πολλὰ τῶν ἀλόγων ζῴων. τὸ δὲ ἡ δὲ μνήμη καὶ τῶν νοητῶν οὐκ ἄνευ φαντάσματός ἐστιν ἴσον ἐστὶ τῷ ‘ταῦτα δέ, ὧν ὡς νοητῶν μνημονεύει, οὐκ εἰσὶ νοητά, ἀλλὰ φανταστά’. λέγομεν δὲ αὐτὰ νοητὰ καὶ μνήμην νοητῶν ἢ διὰ τὸ τὸν νοῦν περὶ αὐτὰ ἐνεργεῖν, ὡς εἶναι φανταστὰ μὲν ἁπλῶς, ὅταν ἡ αἴσθησις ἡ πρώτη περὶ αὐτὰ ἐνεργῇ, νοητὰ δέ, ὅταν ὁ νοῦς μετὰ τῆς φαντασίας, ὡς ἡ ὄψις μετὰ τοῦ βιβλίου· ἢ καὶ διὰ τὸ ἀπ’ αὐτῶν συνάγεσθαι τὰ νοητά, αὐτούς φημι τοὺς καθόλου λόγους. εἰ δὲ τοῦτο, φανερὸν ὅτι ἡ μνήμη τοῦ νοουμένου, τουτέστι τοῦ νοητοῦ, κατὰ συμβεβηκὸς ἂν εἴη, καθ’ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τῆς πρώτης καὶ κοινῆς αἰσθήσεως. εἰ δ’ ἦν ἡ μνήμη πάθος τοῦ νοῦ, ἦν ἂν καθ’ αὑτὸ καὶ τῶν νοητῶν. φανερὸν δέ, ὡς καὶ πρότερον εἴρηται, ὅτι τοῦ πρώτου αἰσθητικοῦ πάθος ἢ ἕξις ἐστὶν ἡ μνήμη, καὶ ἐκ τοῦ πολλοῖς τῶν ἀλόγων ζῴων ὑπάρχειν καὶ μὴ μόνοις τοῖς ἀνθρώποις τοῖς ἔχουσι δόξαν καὶ φρόνησιν. εἰ γὰρ μὴ ἦν τοῦ πρώτου αἰσθητικοῦ, ἀλλά τινος τῶν νοητικῶν μερῶν, οὐδενὶ ἄλλῳ ἂν ὑπῆρχε πλὴν ἀνθρώποις· μόνοι γὰρ οὗτοι νοῦν ἔχουσιν. εἰπὼν δὲ ὅτι οὐκ ἂν ὑπῆρχεν πολλοῖς τῶν ἄλλων ζῴων, ἐπήγαγεν ἴσως δὲ οὐδενὶ τῶν θνητῶν, ὡς ταὐτὸν τῷ ‘ἴσως δὲ οὐδενὶ τῶν ἀλόγων’ διὰ τὸ μηδενὶ τούτων ὑπάρχειν νοῦν. εἰπὼν δὲ ὅτι αἰσθάνεται χρόνου πολλὰ τῶν ἀλόγων ζῴων (οὐ γὰρ πάντα αἴσθησιν ἔχει χρόνου), κατασκευάζων τοῦτο ἐπήγαγεν· ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ, καθὼς καὶ πρότερον εἴπομεν. ὁ γὰρ πεπτωκὼς ἐν τῷ βόθρῳ ὄνος,3 ὅταν ἐνεργῇ τῇ μνήμῃ, ὅτι πέπτωκέ που ἢ φωνῆς ἤκουσε φθοροποιοῦ τινος ζῴου οἷον λύκου, προσαισθάνεται ὅτι πρότερον ταῦτα πέπονθε. τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ· αἰσθάνεται ἄρα χρόνου. ταῦτα εἰπὼν λέγει· τίνος μὲν οὖν ἐστι μνήμη φανερόν, ὅτι τοῦ πρώτου αἰσθητικοῦ· τούτου γὰρ καὶ ἡ φαντασία πάθος. καὶ ἔστι μνημονευτὰ μὲν ὧν ἐστι φαντασία, κατὰ συμβεβηκὸς δὲ τὰ νοητά· ταῦτα γὰρ εἶπεν ὅσα μὴ ἄνευ φαντασίας· μετὰ φαντασίας γὰρ καὶ ἡ τούτων, ὡς εἴρηται, γνῶσις. εἰ δὲ κατὰ συμβεβηκός ἐστι τούτων ἡ μνήμη, δῆλον ὡς οὐκ ἂν εἴη ἡ μνήμη ἕξις ἢ πάθος νοῦ· εἰ γὰρ ἦν ἕξις τούτου, ἦν ἂν καὶ τῶν νοητῶν καθ’ αὑτό.

“然而,认识大小与运动所凭借的,必然与[认识]时间所凭借的相同。” 依我看,这句话当承接着“他在眼前设定一个量,但并不就其为量而言来思惟”。因为在说过理智虽然将非量作为量设定在眼前,然而思惟它时却并非就其为量而言(因为它起初根本就不是量),而是就其为无量而言(关于这些事情,在《论灵魂》第三卷探讨理智如何思惟可思惟对象时已有更精确的论述)之后,既然我们对大小和运动——它们正是严格意义上的量——产生认识,他便说,它是借由灵魂中用以认识时间的那一部分来认识这些的;而它乃是借由第一感觉来认识时间的。至于“而且意象也是共通感觉的一种情状”这一句,则是这样被引申出来的,犹如他在说:它是在灵魂中也用来认识时间的那一部分之中认识大小与运动的;而那一部分便是共通感觉,想象则是共通感觉的情状。如果理智从中聚集普遍者的一切事物都是可想象的(因为离开想象之协助或阻碍,理智就根本无法思惟任何事物:在协助的情况下,如在数学学科中——因为在这些学科中想象犹如理智的算板,且它在许多其他事情上也起协助作用——而在阻碍的情况下,如在对可思惟者与神圣事物的观照中;因为在观照这些事物时,由于想象不断呈现形状与大小并不许它纯粹地把握那些事物,理智便被想象拉扯拖拽),如果理智从中聚集普遍者的一切事物确是可想象的,且想象与记忆在基质上是相同的,并且是共通感觉的情状,那么显然对这些事物的认识是属于第一感觉能力的。这一点从许多无理性的动物也具有记忆这一事实中也是显而易见的。至于“而即使对可思惟对象的记忆也离不开意象”这句,则等于说:“作为可思惟对象而被它记住的这些东西,并非可思惟对象,而是可想象之物”。我们之所以称它们为可思惟对象以及对可思惟对象的记忆,或者是因为理智围绕它们而活动(以至于当第一感觉围绕它们活动时,它们单纯是可想象之物;而当理智连同想象而活动时,就像视力连同书籍一样,它们便是可思惟对象);或者也是因为可思惟对象——我指的是普遍定义本身——是从它们之中聚集而来的。如果确实如此,显而易见,对被思惟者即对可思惟对象的记忆仅仅是偶性的,而在本性上则是属于第一感觉能力的,即属于第一也是共通的感觉。若记忆是理智的情状,则它在本性上也必然是对可思惟对象的〔记忆〕。然而,正如先前也已指出的,记忆是第一感觉能力的情状或品质,这也从它存在于许多无理性动物之中,而并非仅存在于具有意见和明智的人类之中这一点显明出来。因为若它不是属于第一感觉能力,而是属于某种理知部分,它就决不会存在于人之外的任何物中;因为唯有人拥有理智。在说过它不会存在于许多其他动物之后,他又接着说“或许根本不存在于任何会死之物”,这等同于“或许根本不存在于任何无理性之物”,因为它们都不具有理智。而在说过许多无理性动物能感觉时间(因为并非所有动物都具有对时间的感觉)之后,为了确立这一点,他又接着说:“因为正如我们先前也说过的,每当它凭记忆而活动时,总是如此”。因为陷进坑里的驴子,当它凭记忆活动而忆及曾掉进某处或曾听过某种凶残动物如狼的叫声时,会同时附带地感觉到先前经受过这些事情。而“先”与“后”乃是在时间之中的;因此它感觉到了时间。在说了这些之后,他说:记忆属于什么,显而易见是属于第一感觉能力;因为想象也是后者的情状。并且,可被记忆的事物乃是具有想象的事物,而可思惟对象仅仅是偶性地[可被记忆];因为他把这些称为“凡离不开想象的事物”;因为正如所说过的,对这些事物的认识也是伴随着想象的。如果对这些事物的记忆是偶性的,显而易见记忆不会是理智的品质或情状;因为如果它是理智的品质,它在本性上也应当是对可思惟对象的〔记忆〕。

语法注3 条
  1. 1.9ᾧ καὶ χρόνον

    关系代词 ᾧ 为表示手段/官能的与格,其先行词为根据上下文所指的灵魂官能/部分(τῷ μορίῳ τῆς ψυχῆς),后半句承前省略了动词 γνωρίζει(“认识”)。

  2. 1.9χωρὶς γὰρ φαντασίας οὐδὲν ὁ νοῦς νοεῖ ἢ συνεργούσης ἢ ἐμποδιζούσης

    分词短语 ἢ συνεργούσης ἢ ἐμποδιζούσης 与名词 φαντασίας 在属格上一致(可视为属格独立结构或受介词 χωρὶς 支配),表示相伴的两种析取条件:“无论其协助还是阻碍”。

  3. 1.9ὁ γὰρ πεπτωκὼς ἐν τῷ βόθρῳ ὄνος

    全句主语为 ὁ ... ὄνος(“陷进坑里的驴子”);ὅτι 从句作为 ὅταν 从句中动词 ἐνεργῇ 的宾语从句(“忆及落入某处……”),全句的主动词为后置的 προσαισθάνεται(“附带感知到”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:12.3-13.24