- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:128.15-129.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔将亚里士多德“处于微小的倾向,转向两方”一句解释为性质/领属属格,指微小无血动物极易保全或毁灭;随后论述了昆虫类如何克服硬皮阻碍,通过腹部裂隙与薄膜的开合机制来实现生来俱有之热的冷却。
" Ἐπαμφότερα γὰρ μικρᾶς ὄντα τυγχάνει ῥοπῆς." Ἔστι δὲ τὸ μὲν συνεχὲς τοιοῦτον· τυγχάνει γὰρ ἐπ’ ἀμφότερα ὄντα μικρᾶς ῥοπῆς,1 τὸ δὲ λεγόμενόν ἐστι· τυγχάνει τὰ τοιαῦτα τῶν ζῴων ὑπάρχοντα μικρᾶς ῥοπῆς, τῆς οὔσης καὶ ῥεπούσης ἐπ’ ἀμφότερα, τό τε φθείρεσθαι ῥᾳδίως καὶ τὸ καταψύχεσθαι· τὸ δὲ καταψύχεσθαι ταὐτόν ἐστι τῷ σῴζεσθαι ῥᾳδίως. οὕτως δ’ ἐπῆκται τὸ παρόν, ὥσπερ ὅταν λέγωμεν· τάδε γὰρ τυγχάνουσιν ὄντα τῶν Ἑλλήνων, οἷον ἥδε ἡ χώρα τυγχάνει οὖσα τῶν Ἑλλήνων. ὡς οὖν ἐπὶ τούτων οὕτως λέγομεν, οὕτως εἴρηται καὶ ἐπὶ τούτων, ὅτι τὰ τοιαῦτα τῶν ζῴων τυγχάνει ὄντα μικρᾶς ῥοπῆς. καὶ ἐπεὶ ἡ ῥοπή τινός ἐστι ῥοπὴ καὶ ἐπί τι, προσέθηκε τὸ ἐπ’ ἀμφότερα, ἐπί τε τὸ ῥᾳδίως σῴζεσθαι καὶ ῥᾳδίως φθείρεσθαι· μικροῦ γάρ τινος βοηθοῦ τυχόντα σῴζεσθαι πέφυκεν, ὥσπερ καὶ μικροῦ τοῦ μὴ βοηθοῦντος φθείρονται.2 καὶ τούτοις μὲν ἱκανόν ἐστι πρὸς σωτηρίαν τὸ περιέχον, τοῖς δὲ ἄλλοις τὸ ὑπὸ τὸ διάζωμα μέρος αὐτῶν διέσχισται· ἐντὸς δὲ τοῦ σχίσματος κεῖται ὑμὴν λεπτότατος διατεταμένος. ὃ γὰρ ἔχουσι τὰ τοιαῦτα τῶν ζῴων ἀνάλογον ὂν ταῖς σαρξὶν ἡμῶν, σκληρόν ἐστι, καὶ διὰ τὴν σκληρότητα κωλύει, ὡς πολλάκις εἴρηται, τὴν ἀπὸ τοῦ ἀέρος κατάψυξιν εἰσέρχεσθαι· διὸ ἔσχισται τῇ φύσει. καὶ ἔοικεν ἡ τοιαύτη σχίσις θύραις ἀνοιγομέναις καὶ κλειομέναις· ἅτινα σχίσματα ἀνοίγεται καὶ κλείεται τῷ ἐμφύτῳ θερμῷ, ὄντι ἐν τῷ ἀναλογοῦντι τῇ καρδίᾳ. πᾶν γὰρ ἔμφυτον θερμὸν ἢ ἐν τῇ καρδία ἢ ἐν τῷ ἀναλόγῳ τῇ καρδίᾳ ἐστίν, οὗ συστελλομένου καὶ ἐκτεινομένου κινοῦνται τὰ ζῷα, ὡς ἐν τῷ Περὶ ζῴων κινήσεως δέδεικται. ἀνοιγομένων οὖν τῶν σχισμάτων καὶ κλειομένων ὁ ἐναποκλειόμενος ἀὴρ ἐν τῇ συγκλείσει προσπίπτων τῷ ὑμένι καταψύχει τὸ ἔμφυτον θερμόν· λεπτότατος γὰρ ὢν ὁ ὑμὴν οὐδὲν κωλύει τὴν κατάψυξιν γίνεσθαι. γίνεται οὖν ἡ κατάψυξις διά τε τὴν τοῦ ὑμένος λεπτότητα καὶ διὰ τὴν ὑπὸ τῶν σχισμάτων τοῦ ἀέρος σφοδρὰν πρόσπτωσιν·3 σφοδρῶς γὰρ προσπίπτει τῷ ὑμένι ὁ ἀὴρ διὰ τὴν κίνησιν, ἣν κινεῖται ὑπὸ τῶν σχισμάτων τῶν ἐοικότων θύραις. ὅτι δ’ ὁ ἀὴρ ἠρέμα προσπίπτων ἠρέμα καὶ καταψύχει, σφοδρῶς δὲ μᾶλλον, εἴρηται ἐν τοῖς Μετεώροις· οἱ γὰρ ἄνεμοι καίπερ ὄντες θερμοὶ τὴν φύσιν, ὡς ἐν τοῖς Μετεώροις δέδεικται, ὅμως ψυχροὶ δοκοῦσι διὰ τὸν ἀέρα, ὃν ὠθοῦσι πνέοντες· ἂν δὲ καὶ σφόδρα πνέωσι, σφόδρα δοκοῦσι ψυχροί. ἀλλὰ περὶ μὲν τούτων πολλάκις ἐπιστήσαντες, οὐ δεῖ μηκύνειν, καὶ δὴ ἐπὶ τὸ προκείμενον ἰτέον.
“因为它们处于微小的倾向,转向两方。” 文脉的连贯是这样的:“因为它们处于朝向两方的微小倾向”;所表达的意思是:“此类动物恰好处于微小的倾向,该倾向存在并倾斜向两方,即易于毁灭和被冷却”;而被冷却与易于保全是一回事。现在的说法之所以被带出,正如当我们说:“因为这些恰好属于希腊人”,例如“这片土地恰好属于希腊人”。正如我们在这些例子中这样说,在这些动物的情形中也同样说:此类动物处于微小的倾向。既然倾向是某物的倾向且朝向某物,他便补充了“转向两方”,即朝向易于保全与易于毁灭;因为它们一旦获得某种微小的助益,本性上就能保全,正如因微小的缺乏助益而毁灭一样。对这些动物而言,周围的包围物足以维持生存,但对其他动物而言,它们横隔膜下方的部分裂开了;而在裂隙内部,张着一层极薄的膜。因为此类动物所具有的相当于我们肌肉的部分是坚硬的,且由于其坚硬,如屡次所言,阻碍了来自空气的冷却渗入;因此它被自然分开了。这种裂隙类似于开启和关闭的门;这些裂隙由心之类比部分中所具有的生来俱有的热所开合。因为一切生来俱有的热要么在心脏中,要么在心之类比部分中,动物正是由于它的收缩和舒张而运动的,正如在《论动物运动》中所证明的那样。因此,当裂隙开合时,在闭合中被关在内部的空气冲撞薄膜,从而冷却生来俱有的热;因为极薄的薄膜丝毫不阻碍冷却的产生。因此,冷却的产生既是由于薄膜的薄弱,也是由于裂隙所造成的空气的猛烈冲撞;因为空气由于被类似门扉的裂隙所带动的运动而猛烈冲撞薄膜。空气在缓和冲撞时缓和地冷却,在猛烈冲撞时更为剧烈地冷却,这在《气象学》中已被提及;因为风虽然在本性上是热的,如在《气象学》中所证明的,但由于其吹动时所推移的空气,仍然显得寒冷;如果风吹得猛烈,便显得极其寒冷。然而关于这些问题我们已多次驻足考察,不应再赘述,而应当进入摆在面前的论题。
- 6.33τυγχάνει γὰρ ἐπ’ ἀμφότερα ὄντα μικρᾶς ῥοπῆς
属格 μικρᾶς ῥοπῆς 与分词 ὄντα 连用,作表语表示性质或领属。米海尔本人通过与领属属格“这片土地恰好属于希腊人(τῶν Ἑλλήνων)”类比,说明此句表达的是这些动物处于一种极易保全也极易毁灭的平衡状态。介词短语 ἐπ’ ἀμφότερα 起副词性修饰作用,如米海尔释义 τῆς οὔσης καὶ ῥεπούσης ἐπ’ ἀμφότερα 所示,直接修饰 ῥοπῆς 或 ὄντα。
- 6.33ὥσπερ καὶ μικροῦ τοῦ μὴ βοηθοῦντος φθείρονται
该句与前文句 μικροῦ γάρ τινος βοηθοῦ τυχόντα(“一旦获得微小的助益”)严格对应。μικροῦ τοῦ μὴ βοηθοῦντος 既可理解为原因或手段属格(“因缺乏助益的微小事物”),亦可理解为独立属格(“即便缺乏助益之物是微小的”)。无论何种理解,均表达了此类动物极度脆弱、稍有不顺即遭毁灭的特征。
- 6.33διά τε τὴν τοῦ ὑμένος λεπτότητα καὶ διὰ τὴν ὑπὸ τῶν σχισμάτων τοῦ ἀέρος σφοδρὰν πρόσπτωσιν
介词 διά 统辖由 τε ... καί 并列的两个宾格名词短语:τὴν τοῦ ὑμένος λεπτότητα 与 τὴν τοῦ ἀέρος σφοδρὰν πρόσπτωσιν。在后一名词短语中,介词短语 ὑπὸ τῶν σχισμάτων 嵌入在冠词与核心名词之间,作名词 πρόσπτωσιν 的施事或动因状语(“由裂隙所造成的空气猛烈冲撞”),构成了语序倒装(hyperbaton)。
