← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§127.9-128.14

呼吸器官的解剖结构与无血动物的降温

米海尔依据亚里士多德的文本,阐释了气管、腭与鼻孔的解剖学连接及呼吸通路,并论述了心脏中先天热的保持以及机体受创导致死亡的机理。随后他解释道,无论水生还是陆生的小型无血动物均无需专门的冷却器官,仅凭接触周围介质即可降温,且因体内蕴热微少而几乎皆寿命短暂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.31

" Ἀλλὰ παρὰ τὸν αὐλῶνα τὸν παρὰ τὸν γαργαρεῶνα." Λέγει δὲ αὐλῶνα τὴν ὅλην ἀρτηρίαν, γαργαρεῶνα δὲ τὸ πέρας αὐτῆς, ὅπερ ἐπιπωματίζει ἐν ταῖς καταπόσεσιν ἡ ἐπιγλωττίς· ἐν ᾧ ἐσχάτῳ τῆς τραχείας ἀρτηρίας χωρεῖ καὶ ἐγγίζει τὸ ἔσχατον τοῦ οὐρανοῦ·1 ἐν ᾧ πάλιν ἐσχάτῳ τοῦ οὐρανοῦ τὰ τῶν μυκτήρων συντρήματα τελευτῶσιν. ἐν μὲν γὰρ τῷ ἐσχάτῳ τοῦ οὐρανοῦ τελευτῶσι τὰ τῶν μυκτήρων τρήματα, αὐτὸ δὲ τὸ τοῦ οὐρανοῦ ἔσχατον ἅπτεται τοῦ ἐσχάτου τῆς τραχείας ἀρτηρίας. καὶ τὸ μὲν τοῦ πνεύματος ταύτῃ, τουτέστι διὰ τῶν μυκτήρων, εἰσέρχεται καὶ ἐξέρχεται, τὸ δὲ διὰ τοῦ στόματος. καὶ λοιπὸν συμπεραίνεται λέγων· τὰ μὲν ἑπόμενα δυσχερῆ τοῖς παρὰ τῶν ἄλλων λεχθεῖσι ταῦτά ἐστι, τὰ δὲ λοιπὰ σαφῶς ἀπαγγέλλει. πρῶτος δὲ τόπος ἐστίν, ἐν ᾧ τὸ θερμόν, ὁ θώραξ, μόριον δὲ πάλιν πρῶτον τοῦ θώρακος ἡ καρδία. ὅτι δὲ τοῦ αἵματος καὶ τῶν φλεβῶν ἡ καρδία ἐστὶν ἀρχή, πολλάκις εἴρηται. ὅτι δὲ καὶ ἡ ψυχὴ ἐν τῷ περὶ τὴν καρδίαν θερμῷ ἐμπεπυρευμένη ἐστίν, καὶ τοῦτο πολλάκις εἴρηται· ἐμπεπύρευται γὰρ ἐν τῇ καρδίᾳ καὶ τῷ ἐν αὐτῇ θερμῷ, ὡς ἡ φλὸξ ἐν τῷ ἄνθρακι. διασπώμενον δὲ καὶ εἰς μικρὰ κατακερματιζόμενον τὸ ἐν ἡμῖν θερμὸν ἐξ ἀνάγκης φθείρεται· τὸ γὰρ μικρὸν εὔφθαρτόν ἐστι. διὰ τοῦτο δὲ καὶ θνῄσκει τὸ ζῷον ξίφεσι καὶ ὀργάνοις τισὶ τεμνόμενον· διασπᾶται γὰρ τὸ ἐν αὐτῷ θερμὸν καὶ κατακερματίζεται ταῖς τομαῖς. τὸ δὲ πυρούμενον φθείρεται, ὅταν μὴ ψύχηται διὰ τὴν τοῦ θερμοῦ ὑπερβολήν.

“而是沿着小舌旁的管道。” 他把整个气管称为“管道”,而把气管的末端——即在吞咽时被会厌像盖子一样盖住的部分——称为“小舌”;腭的末端伸向并靠近气管的这一末端;而在腭的这一末端,鼻孔的开口再次终止于此。因为鼻孔的穿孔终止于腭的末端,而腭的末端本身又接触气管的末端。气息的一部分经由这里即经由鼻孔出入,另一部分则经由口出入。随后他总结道:随其他人所陈述之见解而来的困难便是这些;而其余的事情他清楚地加以陈述。热所在的首要处所是胸腔,而胸腔的首要部分又是心脏。心脏是血液和血管的本原,这一点已被屡次言明。而灵魂也是在心脏周围的热中如火般被点燃的,这一点同样已被屡次言明;因为灵魂被点燃在心脏及其中之热中,犹如木炭中的火焰。我们体内的热一旦被撕裂并切成碎片,就必然毁灭;因为微小之物易于毁灭。正是由于这一点,动物在被刀剑及某些器械砍切时便会死亡;因为体内的热因切口而被撕裂并分散为碎片。而处于燃烧状态的事物,若因热的过剩而不被冷却,便会毁灭。

§6.32

"Ἐπεὶ δὲ τῶν ζῴων τὰ μὲν ἔνυδρα, τὰ δ’ ἐν τῇ γῇ ποιεῖται τὴν διατριβήν." Πρότερον λέγει, διὰ τίνων μορίων ἑκάστοις, καὶ τοῖς ἀναπνέουσι καὶ τοῖς μὴ ἀναπνέουσι, γίνεται ἡ τοῦ ἐμφύτου θερμοῦ κατάψυξις, καὶ οὕτω τὸ πῶς ὑπὸ τῶν τοιούτων μορίων γίνεται ἡ κατάψυξις. προηγεῖται γὰρ τὸ ὅτι, καὶ οὕτως ἕπεται τὸ διότι. δεῖ γὰρ πρότερον εἰπεῖν, ὅτι ὑπὸ τῶν βραγχίων ἢ ὑπὸ τοῦ πνεύμονος,2 καὶ οὕτως τὸ πῶς ὑπὸ τῶν βραγχίων καὶ διὰ τί. λέγει οὖν· ἐπεὶ τῶν ζῴων τὰ μέν εἰσιν ἔνυδρα, τὰ δὲ χερσαῖα, τούτων τῶν ἐνύδρων καὶ χερσαίων τοῖς μικροῖς καὶ ἀναίμοις (εἰσὶ γὰρ καὶ ἐν γῇ καὶ θαλάττῃ ἄναιμα, ἐν μὲν γῇ τὰ ἔντομα, ἐν δὲ θαλάσσῃ σηπίαι, κάραβοι, ὄστρεια, τὰ ὅμοια), τούτοις οὖν τοῖς μικροῖς πάμπαν καὶ ἀναίμοις ἱκανά ἐστι πρὸς τὸ καταψύχειν τὰ περιέχοντα, ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ. καὶ ἐπὶ τούτῳ οὐ δέονται ὀργάνων, δι’ ὧν τὴν κατάψυξιν ποιήσονται, ἀλλ’ ἀρκοῦνται μόνῃ τῇ τῶν περιεχόντων ἁφῇ. ἅτινα καὶ διὰ τὸ ἔχειν ὀλίγον τὸ θερμὸν σχεδὸν πάντα βραχύβιά εἰσι. τὸ δὲ σχεδὸν ἢ φιλοσόφως ἐπῆκται ἢ καὶ διὰ τὰς μελίττας· ἔνιαι γὰρ αὐτῶν ζῶσιν, ὥς φασιν, ἑπτὰ χρόνους. εἰπὼν δὲ διὸ καὶ βραχύβια σχεδὸν ἅπαντά ἐστιν, ἐπήγαγεν·

“由于动物中一部分生活在水中,另一部分在陆地上栖居。” 他首先说明,无论对呼吸的动物还是不呼吸的动物而言,各自生来俱有的热的冷却都是通过何种部分产生的,进而说明通过这些部分冷却是如何产生的。因为事实先行,而原因随之在后。因为必须首先说明它是通过鳃还是通过肺产生的,进而说明它是如何通过鳃以及为何通过鳃产生的。因此他说:由于动物中一部分生活在水中,另一部分生活在陆地上,在这些水生和陆生动物中,对于那些微小且无血的动物而言(因为无论在陆地还是海洋中都存在无血动物:陆地上有昆虫,海洋中有乌贼、海螯虾、牡蛎及类似之物)——对于这些极其微小且无血的动物而言,周围的包围物即空气和水足以用于冷却。因此,它们并不需要用来实行冷却的器官,而仅满足于包围物的接触。这些动物又由于所含热量微少,几乎全部寿命短暂。加上“几乎”一词,或者出于哲学的审慎,或者也是由于蜜蜂;因为据说其中有些蜜蜂能存活七年之久。在说了“因此它们也几乎全部寿命短暂”之后,他接着写道:

语法注2 条
  1. 6.31ἐν ᾧ ἐσχάτῳ τῆς τραχείας ἀρτηρίας χωρεῖ καὶ ἐγγίζει τὸ ἔσχατον τοῦ οὐρανοῦ

    先行词(ἔσχατον)被吸收并整合进关系从句内部的结构(incorporation of antecedent)。顺接前句的 γαργαρεῶνα δὲ τὸ πέρας αὐτῆς,先行词概念(气管的末端)与关系代词 ᾧ 一致并置于与格,作为动词 χωρεῖ καὶ ἐγγίζει 的方位/趋向修饰语。其后紧接着的 ἐν ᾧ πάλιν ἐσχάτῳ τοῦ οὐρανοῦ 同样重复了这一句法构造。

  2. 6.32δεῖ γὰρ πρότερον εἰπεῖν, ὅτι ὑπὸ τῶν βραγχίων ἢ ὑπὸ τοῦ πνεύμονος

    在连词 ὅτι 引导的名词性从句中,承接前文省略了谓语动词短语 γίνεται ἡ κατάψυξις(冷却产生)。这里呼应前一句“事实(ὅτι)先行,原因(διότι)在后”的科学方法论原则,简短地指出必须先陈述“冷却由鳃还是由肺产生”这一事实。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:127.9-128.14