- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:125.31-127.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔解释了恩培多克勒关于汲水壶及空气与水运动的比喻的后半部分,并注解了亚里士多德对此学说的反驳,即借助铁匠风箱等例证说明吸气与呼气是反照恩培多克勒的主张而由血液的扩张与收缩引起的。
ἕως μὲν οὖν κεῖται ὥσπερ τι πῶμα εἰς τὴν ἄνω ὀπὴν ἡ τῆς κόρης χείρ, οὐκ εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν κάτω ὀπῶν· ἡνίκα δὲ ἀποστεγάσῃ καὶ ἀφέληται ἀπὸ τῆς ὀπῆς τὴν χεῖρα, εἰσέρχεται τὸ ὕδωρ διὰ τὸ ἐξέρχεσθαι τὸν ἀέρα διὰ τῆς ἄνω ὀπῆς (τὸν γὰρ ἀέρα εἶπε πυκινὸν ῥόον), εἰσέρχεται οὖν τὸ ὕδωρ ἐλλείποντος καὶ ἐξερχομένου τοῦ ἀέρος, ὃν πάλιν εἶπε πνεῦμα. οὐ μόνον δὲ τοῦ ἀέρος ὄντος ἐν τῇ κλεψύδρᾳ οὐκ εἰσέρχεται τὸ ὕδωρ, ἀλλὰ κἂν ᾖ πλήρης ὕδατος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ‘ὅτε τὸ ὕδωρ κατὰ βένθεα ἔχει χαλκοῦ’), ἀλλὰ κἂν ᾖ ἡ κλεψύδρα πλήρης ὕδατος, χωσθέντος καὶ κλεισθέντος τοῦ εἰρημένου πόρου, λελιημένος καὶ προθυμούμενος εἰσελθεῖν διὰ τῶν κάτω ὀπῶν ἐντὸς τῆς κλεψύδρας ἀνέχει καὶ κωλύει τὸ ὕδωρ ἐξελθεῖν κρατύνων καὶ ἀπερείδων ὁ ἀὴρ τὰ ἄκρα,1 ἤτοι τὴν ἑαυτοῦ ἐπιφάνειαν, εἰς τὰς πύλας τοῦ ἰσθμοῦ, λέγων πύλας τὰς ὀπάς, ἰσθμὸν δὲ τὸν πόρον. δυσηχέα δὲ χαλκὸν λέγει τὴν κλεψύδραν, διότι πλήρης οὖσα ὕδατος οὐκ ἔστιν εὔηχος, ὥσπερ ὅτε ἐστὶν ἀέρος πλήρης. ὅταν δὲ πάλιν ἀφέληται ἀπὸ τῆς ἄνω ὀπῆς τὴν χεῖρα, ὁ μὲν ἀὴρ εἰσέρχεται δι’ αὐτῆς, τὸ δὲ ὕδωρ ἐξέρχεται διὰ τῶν κάτω ὀπῶν. ὡς οὖν ἐπὶ τῆς κλεψύδρας, οὕτω καὶ ἐπὶ τοῦ αἵματος· κλαδασσόμενον γὰρ καὶ μετὰ ῥύμης καὶ ταραχῆς φερόμενον ἄνω καὶ κάτω διὰ τῶν φλεβῶν, ἃς ἀγυιὰς εἶπεν, ὁπόταν ἐντὸς ὁρμήσῃ, τουτέστιν εἰς βάθος συσταλῇ, ἕτερον εὐθὺς ῥεῦμα κατέρχεται. ἔστι δὲ τὸ μὲν κατέρχεται ταὐτὸν τῷ εἰσέρχεται, ῥεῦμα δὲ ἕτερον λέγει τὸν ἀέρα. εἰσέρχεται οὖν ἕτερον ῥεῦμα οἴδματι θῦον, τουτέστιν ὁρμῶν ὥσπερ τι κῦμα ὑπὸ πνευμάτων ὠθούμενον. ἡνίκα δ’ ἀναθρώσκει τὸ αἷμα καὶ ἐκτείνεται, πάλιν ὁμοίως ἐκπνεῖ ὁ εἰσελθὼν ἀὴρ ὀπίσω, τουτέστιν ἐξέρχεται ἔξω· τὸ γὰρ ἴσον ἀντὶ τοῦ ὁμοίως, ὥσπερ τὸ ὀπίσω ἀντὶ τοῦ ἔξω εἴληπται. Τὰ μὲν οὖν τῶν ἐπῶν τοιαῦτα, θεὶς δὲ τὰ ἔπη εὐθὺς ἐνίσταται, λέγων ἐναντίως γίνεσθαι τὴν εἰσπνοὴν ἢ ὡς Ἐμπεδοκλῆς λέγει. ἐκεῖνος μὲν γάρ φησιν, ὅτι τῇ τοῦ αἵματος συστολῇ γίνεται ἡ εἰσπνοή, γίνεται δὲ μᾶλλον τῇ τοῦ αἵματος ἐκτάσει· ἐπειδὴ γὰρ αἰρομένου τοῦ πνεύματος γίνεται ἡ εἰσπνοή, αἴρει δὲ αὐτὸ τὸ θερμόν, τὸ δὲ θερμὸν ἐν τῷ αἵματι, τὸ μετὰ τοῦτο δῆλον, ὅτι τῇ τοῦ αἵματος ἐκτάσει γίνεται ἡ εἰσπνοή, ἀλλ’ οὐ τῇ συστολῇ· ὁμοίως καὶ ἡ ἐκπνοὴ τῇ συστολῇ καὶ οὐ τῇ ἐκτάσει, ὡς Ἐμπεδοκλῆς οἴεται. καὶ γὰρ καὶ αἱ ἐν τοῖς χαλκείοις φῦσαι τῇ μὲν ἐκτάσει δέχονται τὸ πνεῦμα, τῇ δὲ συστολῇ καὶ συνιζήσει ἐκπέμπουσι, τοῦτο μόνον διαφέροντα,2 ὅτι ἐπὶ μὲν τῶν φυσῶν ἀπὸ τῶν ὀπῶν τῶν ἐν ταῖς σανίσιν εἰσέρχεται τὸ πνεῦμα, ἐξέρχεται δὲ κατὰ τοὺς αὐλούς, ἐν δὲ τῇ ἀναπνοῇ δι’ οὗ εἰσέρχεται, καὶ δι’ αὐτοῦ πάλιν ἐξέρχεται. διὰ γὰρ τῆς τραχείας ἀρτηρίας καὶ ἡ εἴσοδος καὶ ἡ ἔξοδος. εἰ μὲν οὖν περὶ τῆς ἀναπνοῆς λέγει τῆς γινομένης διὰ τῆς ἀρτηρίας ὁ Ἐμπεδοκλῆς, οὐ συνῳδός ἐστιν ὁ λόγος αὐτοῦ τοῖς φαινομένοις (φαίνεται γάρ, ὥσπερ εἴρηται, ὅτι τῇ τοῦ αἵματος ἐκτάσει γίνεται ἡ εἰσπνοή, οὐ μὴν τῇ συστολῇ, ὡς ἐκεῖνος ᾤετο)· εἰ δὲ περὶ τῆς διὰ τῶν μυκτήρων λέγει μόνης, πολὺ διήμαρτεν· οὐ γὰρ διὰ τῶν φλεβῶν χωρεῖ τὸ διὰ τῶν μυκτήρων εἰσερχόμενον πνεῦμα.
因此,只要少女的手像某种塞子一样置于上方的孔上,水便不会经由下方的孔进入;但每当她揭开并把手从孔上移开时,由于空气经由上孔排出,水便进入(因为他把空气称为“浓密的涌流”);于是,当被他又称为“气息”的空气匮乏并排出时,水便进入。而且不仅当空气在汲水壶中时水不进入,即使当它充满水时(“当水占据青铜的深处时”这句话所表明的正是这一点)——即使汲水壶充满水,一旦上述通道被堵塞并封闭,那渴望且急切要经由下方诸孔进入汲水壶内部的空气,便通过将其边缘即自身表面紧紧顶住海峡的门户,支撑并阻止水流出——他所谓的“门户”是指小孔,而“海峡”是指通道。他称汲水壶为“声音低沉的青铜”,是因为当它充满水时,并不像充满空气时那样声音清脆。而当她再次从上孔移开手时,空气便经由它进入,水则经由下方的孔流出。因此,正如汲水壶的情形一样,血液的情形也是如此:因为在被称为“街道”的血管中带着冲势和骚动上下运动并被晃荡的[血液],每当向内涌动即向深处收缩时,另一股流体便随即下降。“下降”与“进入”相同,而他所谓的“另一股流体”是指空气。于是,另一股流体“以狂暴的涌流奔腾”,即如同被风推动的某种波浪一样奔涌着进入。而当血液跳跃并扩张时,进入的空气便再次同样地向后呼出,也就是向外流出;因为“相等地”被当作“同样地”,“向后”被当作“向外”。 诗句的内容便是如此;但[亚里士多德]在列举了这些诗句之后随即提出异议,指出吸气的产生方式与恩培多克勒所说的正相反。因为那个人说吸气因血液的收缩而产生,但吸气实际上更多是因血液的扩张而产生的;因为既然吸气是在气息被抬升时产生的,而热抬升了气息,且热存在于血液之中,那么由此清楚可知的是:吸气因血液的扩张而非因收缩产生;同样呼气也是因收缩而非像恩培多克勒所认为的那样因扩张产生。因为铁匠铺里的风箱也是通过扩张接纳气息,通过收缩和塌陷排出气息,所不同的仅仅在于:在风箱的情形中,气息从木板上的孔进入并沿着管道排出,而在呼吸中,[气息]正是通过其进入的同一部位再次排出。因为经由气管既有入口也有出口。因此,如果恩培多克勒是在谈论经由气管产生的呼吸,他的说法便与现象不符(因为正如所说的那样,显然吸气是因血液的扩张而非像他所认为的因收缩产生的);但如果他只是在谈论经由鼻孔的呼吸,他就大错特错了;因为经由鼻孔进入的气息并不是穿过血管运行的。
- 6.30λελιημένος καὶ προθυμούμενος εἰσελθεῖν διὰ τῶν κάτω ὀπῶν ἐντὸς τῆς κλεψύδρας ἀνέχει καὶ κωλύει τὸ ὕδωρ ἐξελθεῖν κρατύνων καὶ ἀπερείδων ὁ ἀὴρ τὰ ἄκρα
该句的主语是后置的 ὁ ἀήρ,主要动词为 ἀνέχει καὶ κωλύει。分词 λελιημένος καὶ προθυμούμενος 与 κρατύνων καὶ ἀπερείδων 均为与主语 ὁ ἀήρ 一致的主格分词;前者表达状态与倾向,后者表达阻止水流出的手段(将自身的表面紧顶在孔洞上)。
- 6.30τοῦτο μόνον διαφέροντα
中性复数分词 διαφέροντα 对应前文阴性主语 αἱ ἐν ταῖς χαλκείοις φῦσαι。此处与 τοῦτο μόνον 一起作副词性用法(或宾格绝对分词),意为“仅在这一点上有所不同”。
