- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:124.12-125.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔探讨了亚里士多德所引用的恩培多克勒关于呼吸的诗句(473b9),逐一用散文释义其诗歌词汇,并结合汲水壶的比喻解释了血管中血液的升降运动与吸气、呼气机制的对应关系。
" Ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λείφαιμοι σαρκῶν σύριγγες." Τὴν μὲν τῶν ἐπῶν διάνοιαν αὐτὸς Ἀριστοτέλης σαφέστατα τέθεικεν. δεῖ δὲ καὶ ἡμᾶς τὰ κατὰ μέρος σαφηνίσαι. ἀλλὰ πρότερον ἑκάστην τῶν λέξεων μετιτέον, καὶ οὕτως ἐκεῖνα σαφηνιστέον. ἔστιν οὖν τὸ λείφαιμοι ἴσον τῷ λειψόαιμοι (οὐ γάρ εἰσιν, ὡς ἐκεῖνός φησι, πλήρεις αἵματος, ἀλλὰ λείπονται), τὸ δὲ πύματον τῷ ἔσχατον. σύριγγας δὲ αὐτὰς λέγει τὰς φλέβας, ὁμοίως καὶ ἄλοκας τροπικῶς. λέγει οὖν σύριγγας καὶ ἄλοκας τὰς φλέβας, ἔσχατα δὲ τέρθρα περιφραστικῶς αὐτὰ τὰ τῶν ῥινῶν ἔσχατα. ἔστι δὲ τὸ τέρθρον εἶδος σχοινίου· ὥστε ἐπεὶ καὶ τὸ ἔσχατον τῆς ῥινὸς σχοινίον ἐστὶ τροπικῶς, ἐκάλεσε τὰ τῶν ῥινῶν ἔσχατα τέρθρα, ὡς εἰ ἔλεγε καὶ τὴν πᾶσαν ῥῖνα τέρθρον διὰ τὸ μῆκος. φανὸν δὲ τὸ αἷμα. τὸ δὲ τέρεν αἷμα ἀντὶ τοῦ ἁπαλὸν αἷμα, ὁμοίως δὲ τὸ οἴδματι μαργῷ ἀντὶ τοῦ κύματι σφοδρῷ. εὐπετῆ δὲ λέγει τὸν χαλκόν, διότι εὖ ἄγεται καὶ μαλάττεται πυρωθείς. αὐλοῦ δὲ πορθμὸν περιφραστικῶς αὐτόν φησι τὸν αὐλόν, ὁμοίως δὲ καὶ τέρεν δέμας αὐτὸ τὸ ὕδωρ, ἀργύφεον δὲ ἀντὶ τοῦ λευκόν. πυκινὸν δὲ ῥόον λέγει τὸν ἀέρα, ἔστι δὲ ἴσον τῷ πυκνὸν ῥεῦμα. ὁμοίως δὲ καὶ τὸ αἴσιμον ὕδωρ ταὐτόν ἐστι τῷ κάλλιστον ὕδωρ. ἀλλὰ καὶ τὸ κλαδασσόμενον ἴσον τῷ ταρασσόμενον. τὸ δὲ ἀγυιῶν ταὐτόν ἐστι τῷ ὁδῶν· ἀγυιαὶ γὰρ αἱ ὁδοί. λέγει δὲ ἀγυιὰς τὰς φλέβας. τὸ δὲ ὀπίσω ἴσον ἐστὶ τῷ ἔξω. καὶ τὰ μὲν τῶν λέξεων τοιαῦτα, τὸ δὲ πᾶν τῶν ἐπῶν τοιοῦτον· ἐν πᾶσι τοῖς ἀναπνέουσι κατὰ τὸ ἔσχατον, ἤτοι τὴν ἐπιφάνειαν τῆς σαρκός, εἰσὶ φλέβες οὐ πλήρεις αἵματος. ἐν αἷς ἄλοξι καὶ φλεψί, τουτέστιν ὧν ἀλόκων καὶ φλεβῶν πρὸς τὰ πυκνὰ καὶ στενὰ στόματα τέτρηνται1 καὶ ἐπίκεινται διαμπερὲς τὰ ἔσχατα τῶν ῥινῶν τέρθρα. τὰ γὰρ τῶν ῥινῶν ἔσχατα ἐν τοῖς τῶν φλεβίων ἔλεγε κεῖσθαι στόμασιν. ἃ δὴ στόματα τῶν φλεβῶν τὸ μὲν αἷμα κεύθουσι καὶ κωλύουσιν ἐξέρχεσθαι διὰ τὴν στενότητα, αἰθέρι δ’ εὐπορίαν διόδοισι τετμῆσθαι,2 τουτέστι τῷ δ’ αἰθέρι διδόασι δίοδον. εἰσὶν οὖν τοιαῦτα, ὥστε τὸ μὲν αἷμα κωλύειν ἐξέρχεσθαι, τὸν δ’ αἰθέρα μὴ κωλύειν εἰσιέναι. τὸ οὖν τετμῆσθαι ἀντὶ τοῦ διδόναι. ἔνθεν ἔπειτα ὁπόταν μὲν ὁρμήσῃ τὸ ὑγρὸν αἷμα κάτω, καταβήσεται καὶ εἰσελεύσεται ὁ αἰθήρ, λέγων αἰθέρα τὸν ἀέρα, σφοδρῷ τῷ κύματι, εἴτ’ οὖν τῷ ῥεύματι· ἡνίκα δ’ ἀναθρώσκῃ καὶ ὁρμήσῃ ἄνω τὸ αἷμα, πάλιν ἐκπνεῖ καὶ ἐξέρχεται ὁ εἰσελθὼν ἀήρ. τὰ μὲν οὖν μέχρι τοῦ τῆς κλεψύδρας ὑποδείγματος τοιαῦτα, ἐπαναληπτέον δὲ πάλιν καὶ συντόμως λεκτέον τὰ εἰρημένα, καὶ οὕτως συνεχῶς συναπτέον καὶ τὰ ἐφεξῆς· ἐν τῇ ἐπιφανείᾳ τῆς σαρκὸς πάντων τῶν ἀναπνεόντων εἰσὶ στόματα φλεβῶν, οὐ πληρῶν οὐσῶν αἵματος· πρὸς ἃ στόματα φλεβῶν συνάπτουσιν αἱ ῥῖνες. οὐκ ἐν ἅπασι δὲ τοῖς τῶν φλεβῶν στόμασιν, ἀλλ’ ἐν ἐκείνοις μόνοις, καθ’ ἃ συνάπτουσιν αἱ ῥῖνες. εἰσὶ δὲ τὰ τοιαῦτα στόματα στενά, ὥστε τὸ μὲν αἷμα κωλύειν ἐξέρχεσθαι, τὸν δ’ ἀέρα μὴ κωλύειν εἰσιέναι. καὶ ὅταν μὲν τὸ αἷμα ὁρμήσῃ κάτω, εἰσέρχεται ὁ ἀήρ· ὅταν δὲ ἄνω, ἐξέρχεται, καὶ γίνεται τὸ τοιοῦτον ὅμοιον τῷ γινομένῳ ὑπὸ τῆς παιζούσης κόρης. ἡνίκα γὰρ αὕτη θήσει τὴν εὐειδῆ αὐτῆς χεῖρα πρὸς τὴν ἄνω ὀπὴν τῆς κλεψύδρας τῆς ἀπὸ χαλκοῦ κατασκευασθείσης, ἂν βαπτίζῃ τὴν κλεψύδραν ἐν τῷ ὕδατι, οὐκ εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν κάτω ὀπῶν (ὄμβρον γὰρ τὸ ὕδωρ εἶπεν), ἀλλὰ κωλύει καὶ οὐκ ἐᾷ εἰσελθεῖν ἐντὸς τῆς κλεψύδρας ὁ ἀήρ, πίπτων καὶ φράττων τὰς στενὰς ὀπάς· ταύτας γὰρ εἶπε πυκνὰ τρήματα.
“所有事物便以此种方式吸气和呼气;所有动物的肉管都缺血……” 诗句的大意亚里士多德本人已经阐述得极其明了。但我们也必须澄清各个具体的部分。不过首先应当逐一考察这些字词,并以此方式阐明那些内容。于是,“缺血的”(λείφαιμοι)等同于“少血的”(λειψόαιμοι)——因为正如他所说,它们并不是充满血液的,而是有所欠缺——而“最末的”(πύματον)等同于“极端的”(ἔσχατον)。他把这些血管本身比喻性地称为“管道”(σύριγγες),同样也称为“垄沟”(ἄλοκας)。因此他把血管称为“管道”和“垄沟”,而“最末的帆索”(ἔσχατα τέρθρα)则是迂回地指鼻孔的最末端本身。所谓的“帆索”(terthron)是一种绳索;因此既然鼻子的最末端按隐喻来说也是绳索,他便把鼻孔的末端称为“帆索”,这就好比因其长度而把整个鼻子也称为“帆索”一样。“明亮的”(φανόν)指血液。“娇嫩的血”(τέρεν αἷμα)替代“柔软的血”,同样,“以狂暴的涌流”(οἴδματι μαργῷ)替代“以剧烈的波浪”。他称青铜为“顺从的”(εὐπετῆ),是因为它在受火加热时易于被引延和变软。他迂回地用“管道的海峡”(αὐλοῦ πορθμόν)指管道本身,同样用“娇嫩的身躯”(τέρεν δέμας)指水本身,“银白的”(ἀργύφεον)替代“白色的”。他所谓的“浓密的涌流”(πυκινὸν ῥόον)是指空气,等同于“浓厚的流体”。同样,“合度的水”(αἴσιμον ὕδωρ)与“最美的水”相同。此外,“被晃荡的”(κλαδασσόμενον)等同于“被扰动的”。而“街道的”(ἀγυιῶν)与“道路的”相同;因为所谓“街道”就是道路。他把血管称为“街道”。而“向后”(ὀπίσω)等同于“向外”。字词方面的情况便是如此,而整段诗句的大意如下:在所有呼吸的动物中,在肉的最末端即表面处,存在着未充满血液的血管。在这些垄沟和血管中,也就是朝向这些垄沟和血管的密集而狭窄的开口处,鼻孔的最末端被彻底凿穿并紧密附着。因为他说过,鼻孔的末端位于小血管的开口处。这些血管的开口因其狭窄而隐藏并阻挡血液流出,但借由通道,坦途为以太被开辟,也就是说,它们为以太提供了通道。因此它们是这样一种性质:阻挡血液流出,却不阻挡以太进入。所以“被开辟”(τετμῆσθαι)替代“提供”。由此,其后每当流动的血液向下涌动时,以太——他把空气称为以太——便以剧烈的波浪或流体下降并进入;而当血液跳跃并向上涌动时,进入的空气便再次被呼出并流出。到汲水壶的例子为止的内容便是如此,但我们必须重新简要地重述已讲过的部分,并以这种方式连续衔接接下来的内容:在所有呼吸之物的肉的表面,存在着未充满血液的血管开口;鼻孔与这些血管开口相接。并不是在所有血管的开口处,而只是在鼻孔所连接的那些开口处。这些开口十分狭窄,以至于阻挡血液流出,却不阻挡空气进入。每当血液向下涌动时,空气便进入;而当血液向上涌动时,空气便排出,这种情况与玩耍的少女所做的事情相似。因为每当她将匀称的手置于由青铜制成的汲水壶的上孔时,如果她将汲水壶浸入水中,水便不会经由下方的孔进入(因为他把水称为“暴雨”),而是空气落在狭窄的孔上并将其堵塞,从而阻碍并不允许水进入汲水壶内部;因为他把这些孔称为“密集的小孔”。
- 6.30ἐν αἷς ἄλοξι καὶ φλεψί, τουτέστιν ὧν ἀλόκων καὶ φλεβῶν πρὸς τὰ πυκνὰ καὶ στενὰ στόματα τέτρηνται
米海尔将诗句中的介词短语“在这些垄沟和血管中”(ἐν αἷς ἄλοξι καὶ φλεψί)改述为“朝向这些垄沟和血管的密集而狭窄的开口”(ὧν ἀλόκων καὶ φλεβῶν πρὸς τὰ ... στόματα)。关系代词属格 ὧν 修饰 στόματα,动词 τέτρηνται(τιτραίνω 的完成时被动态直陈语气第三人称复数)的主语是其后的 τὰ ἔσχατα τῶν ῥινῶν τέρθρα(鼻孔的最末端),从而厘清了“鼻端被穿通并与血管开口紧密相连”这一句法骨架。
- 6.30αἰθέρι δ’ εὐπορίαν διόδοισι τετμῆσθαι
此处征引恩培多克勒的诗句,包含完成时被动态不定词 τετμῆσθαι。基于 τέμνω(开辟道路)的含义,该句意为“通过通道(διόδοισι,方式与格)为以太开辟了坦途”。米海尔随即补充主语(血管的开口),将其转换为平易的主动态句式:“它们为以太提供了通道”(τῷ δ’ αἰθέρι διδόασι δίοδον),并解释说 τετμῆσθαι 在此替代了 διδόναι。
