- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:122.17-124.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔详细阐释了亚里士多德对“气息产生并滋养内热”之说的驳斥,并进而着手解释恩培多克勒关于呼吸的学说以及汲水壶实验的物理机制。
" Ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες.1" Ἐπειδὴ τὸ γινόμενον ἐξ οὗ τρέφεται γίνεται (ἡ γὰρ σὰρξ ἐξ αἵματος, ἀφ’ οὗ τρέφεται, καὶ τὸ πῦρ ὁμοίως ἐξ ἐλαίου ἢ ὅλως ἐκ τοῦ καυστοῦ), εἰ οὖν καὶ τὸ ἐν ἡμῖν θερμὸν τρέφεται ἐκ τοῦ εἰσιόντος ἐν ταῖς εἰσπνοαῖς ἀέρος, δῆλον ὅτι ἐξ αὐτοῦ γίνεται. οὐ γίνεται δέ, ἀλλ’ ἀπὸ τῆς ἀτμίδος τῆς γινομένης ἐκ τῆς τροφῆς, ὡς πολλάκις εἴρηται καὶ πάλιν ῥηθήσεται πρὸς τῷ τέλει τοῦ παρόντος βιβλίου, ὅτε λέγει τὴν οἰκείαν καὶ ἀληθεστάτην περὶ ἀναπνοῆς δόξαν. ἄλλως τε, φησίν, εἰ τῷ εἰσιόντι πνεύματι τρέφεται τὸ ἐν ἡμῖν θερμόν, συμβαίνει δι’ οὗ μορίου εἰσέρχεται ἡ τροφή, δι’ αὐτοῦ τούτου γίνεσθαι καὶ τὴν τοῦ περιττώματος τῆς τροφῆς ἔξοδον. ἐπεὶ γὰρ κατ’ ἐκείνους εἰσιόντος τοῦ ἀέρος τρέφεται τὸ θερμόν, τὸ δὲ περιττεῦσαν ἐξέρχεται καὶ γίνεται ἡ ἐκπνοή, εἰσέρχεται δὲ καὶ ἐξέρχεται διὰ τοῦ στόματος ἢ τῶν μυκτήρων, δι’ ὧν ἄρα ἡ τῆς τροφῆς εἴσοδος γίνεται, διὰ τῶν αὐτῶν τούτων καὶ ἡ τοῦ περιττώματος ἔξοδος γίνεται. ὁρῶμεν δὲ ὅτι δι’ ἄλλου γίνεται ἡ εἴσοδος τῆς τροφῆς (διὰ γὰρ τοῦ στόματος) καὶ δι’ ἄλλου ἡ τοῦ περιττώματος ἔξοδος. ἔδει δέ, φησί, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι, τουτέστι καὶ ἐπὶ τῶν ἄλλων τροφῶν, δι’ ὧν τρέφεται τὸ σῶμα. οὐ γίνεται δέ, ἀλλὰ δι’ ἄλλου μὲν ἡ εἴσοδος, δι’ ἄλλου δὲ ἡ ἔξοδος. Ἐνστὰς δὲ πρὸς ταῦτα οὕτως, ἐκτίθεται καὶ τὴν Ἐμπεδοκλέους περὶ ἀναπνοῆς δόξαν σαφέστατα. δι’ ὃ καὶ ὀλίγα τούτων δέονται ἐπιστασίας, ἧς καὶ τεύξονται, τὰ δ’ ἄλλα παραλειφθήσεται. κενολογεῖν γάρ ἐστι τὸ τὰ σαφῆ πειρᾶσθαι σαφηνίζειν. κυρίαν οὖν λέγει ἀναπνοὴν τὴν διὰ τῆς τραχείας ἀρτηρίας γινομένην. ἡ γὰρ διὰ τῶν μυκτήρων οὐ κυρία· γίνεται γὰρ καὶ διὰ τοῦ στόματος. ὅτι δὲ διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν γίνεται ἡ ἀναπνοή, οὐκ ἄδηλον· ὁ γὰρ πνεύμων, δι’ οὗ ἡ ἀναπνοὴ γίνεται, ἐν τῷ στήθει ἐστίν. ὥστε ἀντὶ τοῦ εἰπεῖν ‘διὰ τῆς ἀρτηρίας ἐκ τοῦ πνεύμονος’ εἶπε διὰ τῆς ἀρτηρίας ἐκ τῶν στηθῶν. γίνεται οὖν ἐκ τῶν μυκτήρων ἐκ τῶν στηθῶν διὰ τῆς ἀρτηρίας ἀναπνοή. ὥστε αὕτη ἐστὶν ἡ κυρία ἀναπνοή. καὶ ἐπεὶ πάντα τὰ ζῷα δέχεται τὸ πνεῦμα πρὸς σωτηρίαν τοῦ ἐμφύτου θερμοῦ, καὶ ὀσφρήσεως σχεδὸν μετέχει πάντα. τὸ δὲ σχεδὸν ἐπῆκται, διότι σκώληκες, ὄστρεια καί τινα τοιαῦτα οὐ μετέχει ὀσφρήσεως.
“此外,究竟应当以何种方式说热由气息产生,这也是虚构之谈。” 因为生成之物是由滋养它的东西生成的(正如肌肉由滋养它的血液生成,火同样由油或一般的可燃物生成),所以,如果存在于我们体内的热也是由吸气中进入的空气所滋养,显然热就是由该空气生成的。然而事实并非如此,正如多次提到的以及在本卷末尾将再次提到的那样——届时他将阐述关于呼吸的他自己独有的、最真确的观点——热是由来自养分的蒸汽生成的。此外他说,如果我们体内的热是由进入的气息滋养的,那么结果就是:养分经由哪个部分进入,养分的残余物也就恰恰经由这同一部分排出。因为按照他们的说法,当空气进入时热受到滋养,而多余的部分排出从而发生呼气,既然进入与排出是经由口或鼻孔进行的,那么养分的进入经由什么,残余物的排出也正是经由这同一器官进行的。但我们看到,养分的进入是经由一个部分(即经由口),而残余物的排出则是经由另一个部分。他说,这种情况本也应当发生在其他事物上,也就是说,也应当发生在滋养身体的其他养分上。但事实并非如此,进入是经由一个部分,排出则是经由另一个部分。以这种方式对这些观点提出异议之后,他也极其清晰地阐述了恩培多克勒关于呼吸的见解。正因如此,这些内容中只有极少数需要细致考究——它们也将受到考究——其余的部分将被略去。因为试图去澄清本已明晰的事物不过是空谈。因此,他把经由气管发生的呼吸称为本义上的呼吸。经由鼻孔的呼吸并不是本义上的呼吸,因为它也是经由口发生的。而呼吸是经由气管从胸部发生的,这一点并非不明了;因为呼吸借以发生的肺正位于胸部之中。所以他没有说“经由气管从肺中”,而是说“经由气管从胸部”。因此,呼吸从胸部发出,经由气管从鼻孔发生。所以这就是本义上的呼吸。并且,既然所有动物吸入气息都是为了保全天生的热,那么几乎所有动物也都分有嗅觉。加上“几乎”,是因为蚯蚓、牡蛎以及某些此类动物并不分有嗅觉。
"Ὅτι δ’ οὐ πᾶσι τὸ αὐτὸ αἰσθητήριον "ἐστι τῆς ὀσφρήσεως, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι ῥῖνες, ἐντόμοις δὲ τὸ ὑπόζωμα, καὶ ἄλλοις ἄλλο, εἴρηται ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ ἔτι πολλῷ πρότερον ἐν ταῖς Περὶ ζῴων ἱστορίαις. ἐν δὲ τῇ λέξει τῇ τῶν μὲν τοῦ σώματος μορίων σῶμα τὸ αἷμα λέγει.2 ἡ δὲ κλεψύδρα ἀγγεῖόν ἐστι χαλκοῦν, ἔχον ἄνω μὲν στόμα μικρὸν καὶ στενόν, κάτω δὲ ὀπὰς πολλὰς καὶ μικράς. ἐν ᾗ κλεψύδρᾳ ἤν τις κλείσῃ τὴν ἄνω ὀπὴν ἀσφαλέστατα, οὐκ εἰσέρχεται διὰ τῶν κάτω ὀπῶν τὸ ὕδωρ. πλήρης γὰρ οὖσα ἀέρος ἡ κλεψύδρα καὶ σώματος διὰ σώματος οὐ χωροῦντος, πῶς ἂν εἰσέλθοι; ὅταν δὲ ἀνοιχθῇ ἡ ἄνω ὀπή, εἰσέρχεται τὸ ὕδωρ διὰ τῶν κάτω ὀπῶν. ἐξέρχεται γὰρ τότε ὁ ἀὴρ διὰ τῆς ἄνω ὀπῆς ἀνεῳγμένης οὔσης. ὁμοίως δὲ καὶ ὕδατος πλήρης οὖσα ἡ κλεψύδρα καὶ ἄνωθεν κεκλεισμένη ἀσφαλῶς, οὐκ ἂν ἐξέλθοι διὰ τῶν κάτω ὀπῶν τὸ ὕδωρ, καίπερ ἀνεῳγμένων οὐσῶν. κενοῦ μὲν γὰρ ὄντος, εἴπερ ἐξήρχετο τὸ ὕδωρ, οὐκ εἰσήρχετο δὲ ὁ ἀήρ, ἦν ἂν κενὸν τὸ τῆς κλεψύδρας μέρος,3 ἀφ’ οὗπερ ἐξῆλθε τὸ ὕδωρ. διὰ μὲν γὰρ τῆς ἄνω ὀπῆς οὐκ ἂν εἰσέλθοι ὁ ἀήρ (ἔστι γὰρ κεκλεισμένη ἀσφαλῶς), διὰ δὲ τῶν κάτω οὐκ εἰσέρχεται, διότι ἐμποδίζει τὸ ὕδωρ. τῇ μὲν οὖν ἀληθείᾳ διὰ τὸ μὴ εἶναι κενὸν οὐκ εἰσέρχεται διὰ τῶν ὀπῶν τὸ ὕδωρ, ὡς δ’ Ἐμπεδοκλῆς ἂν φήσειε, διὰ τὸν ἐκτὸς ἀέρα. λέγει γάρ, ὡς γνωσόμεθα τῇ τῶν ἐπῶν αὐτοῦ παραθέσει, ὅτι ὁ ἐκτὸς ἀὴρ καὶ τῶν ὀπῶν ἁπτόμενος, βιαζόμενος εἰσελθεῖν εἰς τὴν κλεψύδραν, ἐμποδίζει τῇ ὠθήσει τὸ ὕδωρ καὶ οὐκ ἐᾷ ἐξέρχεσθαι. περὶ οὗ νῦν εἰ ὡς Ἐμπεδοκλῆς λέγει, ἢ ἄλλως ἔχει, οὐ καιρὸς σκοπεῖν.
“而并不是所有动物都具有相同的感官”并非所有动物的嗅觉感官都是相同的,呼吸的动物有鼻,昆虫有腹领,其他动物又有其他感官,这一点在《论感觉及其对象》中,以及更早得多的《动物志》中均已论及。而在“在身体的各个部分中”这句话中,他把血液称为“身体”。汲水壶(漏壶)是一种青铜容器,上方有一个狭小之口,下方有许多小孔。在此汲水壶中,如果有人极其稳固地封闭上面的孔,水便不会经由下面的孔进入。因为汲水壶中充满了空气,而物体不可能穿过物体,水又如何能进入呢?但当上面的孔被打开时,水便经由下面的孔进入;因为此时由于上面的孔敞开着,空气便经由上面的孔排出。同样,当汲水壶充满水且上方稳固封闭时,尽管下面的孔敞开着,水也不会经由下面的孔流出。因为如果存在虚空,假使水流出而空气不进入,汲水壶中水所离开的那一部分就会变成虚空。因为空气不可能经由上面的孔进入(因为它是牢固封闭的),又不会经由下面的孔进入,因为水阻挡了它。因此,按真理而言,由于不存在虚空,水才不经由孔洞进出;但按照恩培多克勒可能会说的看法,这却是因为外面的空气。因为正如我们将从征引他的诗句中所了解的那样,他说外面的空气接触这些孔洞,竭力进入汲水壶,因而在推动中阻挡了水,不让它流出。关于这一点,究竟是如恩培多克勒所说,还是另有别情,现在并不是探讨的时机。
- 6.28Ἔπειτα καὶ τὸ γίνεσθαι τὸ θερμὸν ἐκ τοῦ πνεύματος τίνα χρὴ τρόπον λέγειν, πλασματῶδες.
引文的句法包含带间接疑问从句(τίνα χρὴ τρόπον λέγειν)的错格结构(anacoluthon),或者为主语从句(τὸ γίνεσθαι...)搭配表语 πλασματῶδες [ἐστί]。米海尔将其理解为亚里士多德的核心批判:无论试图以何种方式解释,主张热来自气息都纯属虚构(πλασματῶδες)。
- 6.29ἐν δὲ τῇ λέξει τῇ τῶν μὲν τοῦ σώματος μορίων σῶμα τὸ αἷμα λέγει.
短语 σῶμα τὸ αἷμα λέγει 是双宾格结构,由表语宾格 σῶμα 和直接宾语 τὸ αἷμα 构成(“将血液称为‘身体’”)。米海尔在此指出,在亚里士多德的原句 τῶν μὲν τοῦ σώματος μορίων 中,σῶμα 指的是血液这一体液,而非肉体的固态部分。
- 6.29κενοῦ μὲν γὰρ ὄντος, εἴπερ ἐξήρχετο τὸ ὕδωρ, οὐκ εἰσήρχετο δὲ ὁ ἀήρ, ἦν ἂν κενὸν τὸ τῆς κλεψύδρας μέρος
独立属格 κενοῦ μὲν γὰρ ὄντος 构成与事实相反的条件从句(εἴπερ ἐξήρχετο τὸ ὕδωρ...)的前提,并引出归结从句 ἦν ἂν κενόν。此处采用归谬法:若虚空存在,且假设水流出而空气未进入,则汲水壶的那一部分就会变成虚空。
