- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:120.18-122.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔阐明了柏拉图在《蒂迈欧篇》中的呼吸环流说,并阐发了亚里士多德对此的批判,包括吸气先于呼气的荒谬性以及无法感知气息经由肌肉进出的难点。此外,他还注解了对将呼吸视为热的进入(阿那克萨哥拉)以及呼吸是为了滋养天生之热这两种观点的反驳。
" Ἐξιόντος γὰρ ἔξω τοῦ θερμοῦ διὰ τοῦ στόματος τὸν περιέχοντα ὠθούμενον ἀέρα." Εἴπομεν προσεχῶς λέγειν τὸν Πλάτωνα ὅτι, ὅταν ἐξέλθῃ τὸ θερμὸν ἐν τῇ ἐκπνοῇ διὰ τοῦ στόματος, ὠθεῖ τὸν ἐκτὸς ἀέρα (οὐ γάρ ἐστι κενόν), ἵν’ εἰσέλθῃ. ὁ δὲ ὠσθεὶς εἰσέρχεται διὰ τῶν σαρκῶν καὶ περιελθὼν τὸ ἐν αὐταῖς θερμὸν ἀπέρχεται εἰς τὸν τόπον τοῦ ἐξελθόντος ἀπὸ τοῦ στόματος θερμοῦ, ἵνα πληρώσῃ αὐτόν. ἐν ᾧ γενόμενος, τὸ γινόμενον αὐτοῦ θερμὸν ἀπέρχεται πρὸς τὸ συγγενὲς αὐτῷ θερμόν· ἔστι δὲ συγγενὲς αὐτῷ τὸ ἐν ταῖς μαναῖς σαρξί, δι’ ὧν εἰσῆλθεν, ὑπάρχον. ᾧ προσπεσὸν ὠθεῖ καὶ ἐξάγει, συνεξαγόμενον καὶ αὐτό. καὶ γίνεται ἡ ἐκπνοὴ διὰ τῶν αὐτῶν σαρκῶν, δι’ ὧν καὶ ἡ εἰσπνοή· τούτου γάρ ἐστι δηλωτικὸν τὸ θερμανθέντα δὲ πάλιν ἐξιέναι κατὰ τὸν αὐτὸν τόπον. τοῦτο δὲ πάλιν τὸ διὰ τῶν σαρκῶν ἐξελθὸν ὠθεῖ τὸν ἐκτός, ὅστις ὠσθεὶς εἰσέρχεται διὰ τοῦ στόματος καὶ ἀπέρχεται πρὸς τὰς σάρκας, ἀφ’ ὧν ἐξῆλθε τὸ τοιοῦτον ὠθῆσαν. ἐκεῖσε δὲ γενόμενον τὸ θερμανθὲν αὐτοῦ ἀπέρχεται πρὸς τὸ συγγενές· ἦν δὲ συγγενές, ὡς ἡ ὑπόθεσις, τὸ ἐν τῇ τραχείᾳ ὂν ἀρτηρίᾳ. ὅπερ ὠθῆσαν ἐξέρχεται συνεξελθὸν καὶ αὐτό, καὶ γίνεται πάλιν ἡ ἐκπνοὴ διὰ τοῦ στόματος, δι’ οὗ καὶ ἡ εἰσπνοή. θεὶς δὲ τὴν τοῦ Πλάτωνος δόξαν, λέγει ὅτι συμβαίνει τοῖς οὕτως οἰομένοις πρότερον γίνεσθαι τὴν εἰσπνοὴν τῆς ἐκπνοῆς· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘πρότερον τὸ αἴτιον γίνεσθαι τῆς εἰσπνοῆς τοῦ τῆς ἐκπνοῆς’.1 ἐπειδὴ γὰρ ὁ εἰσελθὼν ἐν τῇ ἀναπνοῇ ἀὴρ καὶ θερμανθεὶς ὠθεῖ τὸ προϋπάρχον θερμὸν καὶ γίνεται ἡ ἐκπνοή, δῆλον ὡς, εἰ μὴ εἰσῆλθεν, οὐκ ἂν ἐγένετο ἡ ἐκπνοή, σημεῖον δέ· τελευτῶντες γὰρ καὶ ἀποθνῄσκοντες ἐκπνέουσι διὰ τὸν ὕστερον εἰσελθόντα ἀέρα καὶ ὠθήσαντα τὸ προυπάρχον θερμόν, καὶ οὐκέτι ἄλλο ἐκπνέουσι. διὰ τί; ὅτι οὐ γέγονεν εἰσπνοή, ἵνα εἰσέλθῃ ἕτερον καὶ ὠθήσῃ τὸ προϋπάρξαν. ὥστε προηγεῖται κατ’ αὐτοὺς ἡ εἰσπνοή. γίνεται δὲ τοὐναντίον· πρότερον γὰρ γίνεται ἡ ὑπερβολὴ τοῦ θερμοῦ, δι’ ὃ γίνεται ἡ εἰσπνοή. καὶ ἐπεὶ διὰ τὴν κατάψυξιν τοῦ ἐν ἡμῖν θερμοῦ, ἥτις κατάψυξις αἰτία ἐστὶ τῆς ἐκπνοῆς, γίνεται ἡ εἰσπνοή, διὰ τὴν ἐκπνοὴν γίνεται ἡ εἰσπνοή· προτέρα ἄρα ἡ ἐκπνοὴ ὡς αἰτία τῆς εἰσπνοῆς ὡς αἰτιατοῦ. ὅτι δ’ ἡ κατάψυξις αἰτία ἐστὶ τῆς ἐκπνοῆς, αὐτὸς ἐρεῖ πρὸς τῷ τέλει τοῦ βιβλίου. εἰσελθὼν γὰρ ὁ ἐκτὸς ἀὴρ ψυχρὸς ὢν καὶ προσπεσὼν τῷ ἐν τῷ πνεύμονι θερμῷ τῷ αἴροντι τὸν πνεύμονα συστέλλεται·2 οὗ συστελλομένου συστέλλεται καὶ ὁ πνεύμων· οὗ συστελλομένου ἐξέρχεται ὁ εἰσελθών· τοῦτο δ’ ἐστὶν ἡ ἐκπνοή. τὰ δ’ ἑξῆς δῆλα.
“因为当热经由口向外排出时,周围被推动的空气……” 我们刚才提到柏拉图说过,当热在呼气中经由口排出时,它推动外面的空气(因为不存在虚空),以便〔该空气〕进入。而被推动的空气经由肌肉进入,绕过其中的热,走向从口中排出的热所在的地方,以填补它。当它到达该处时,其中变热的部分便走向与其同类的热;而与其同类的热,就是存在于它所穿过的疏松肌肉之中的热。它撞上这个热,将其推动并带出,自身也随之一同被带出。于是呼气便经由吸气所经由的同一肌肉发生;因为“变热后再次沿着同一地方排出”这句话正表明了这一点。而这个经由肌肉排出的[空气]又推动外面的空气,被推动的空气经由口进入,并走向先前发出推动之物所离开的肌肉。到达那里后,其中变热的部分便走向同类的东西;根据假设,同类的东西就是存在于气管之中的热。它推动这个热而排出,自身也随之一同排出,于是呼气再次经由吸气所经由的口发生。亚里士多德在阐明了柏拉图的观点之后说,对于如此认为的人而言,吸气必然先于呼气发生;而这等同于“吸气的原因先于呼气的原因发生”。因为既然在呼吸中进入并变热的空气推动了预先存在的热从而发生呼气,显然,若它不曾进入,呼气便不会发生。证据在于:那些濒临死亡并正在死去的人,正是因为后来进入并推动了预先存在之热的空气而呼气,且不再呼出别的气。为什么呢?因为不曾发生吸气,以便让另一股空气进入并推动预先存在的热。因此按他们的看法,吸气先行。然而实际发生的情况恰恰相反:因为首先发生的是热的过剩,吸气正是因它而发生。并且,既然由于我们体内的热的冷却而发生吸气,而这种冷却正是呼气的原因,那么吸气便是因呼气而发生;所以呼气作为原因,先于作为结果的吸气。至于冷却乃是呼气的原因,亚里士多德本人将在本书末尾处论及。因为外面的空气作为冷物进入,撞上肺中使肺抬升的热时,[热]便收缩;当它收缩时,肺也收缩;当肺收缩时,进入的空气便排出;这就是呼气。接下来的内容是显而易见的。
"Τὴν δ’ εἰς τὸν θώρακα τοῦ πνεύματος εἴσοδον καὶ πάλιν θερμανθέντος ἔξοδον." Λείπει ἐν τῇ λέξει τὸ ‘διὰ σαρκῶν’, ἵν’ ᾖ ‘τὴν δὲ εἰς τὸν θώρακα τοῦ πνεύματος διὰ τῶν σαρκῶν εἴσοδον’. ἔστι δὲ τὸ λεγόμενον ἄτοπον, τὴν μὲν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν τοῦ πνεύματος εἴσοδον καὶ ἔξοδον μὴ λανθάνειν ἡμᾶς, τὴν δὲ διὰ τῶν σαρκῶν λανθάνειν. ὥσπερ γὰρ αἰσθανόμεθα τῆς διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν τοῦ πνεύματος εἰσόδου, οὕτως ἔδει αἰσθάνεσθαι καὶ τῆς διὰ τῶν σαρκῶν, εἰ ἐγίνετο. νῦν δ’ οὐδὲν αἰσθανόμεθα, ὡς δηλονότι μὴ διὰ τῶν σαρκῶν γινομένης τινὸς εἰσόδου.3
“而气息进入胸腔以及再次被加热后排出的过程……” 在文句中缺少了“经由肌肉”,以便成为“而气息经由肌肉进入胸腔”。所说的荒谬之处在于:气息经由口和鼻的进出瞒不过我们,经由肌肉的进出却瞒过了我们。因为正如我们能感知到气息经由口和鼻的进入一样,若经由肌肉的进入确实在发生,我们也理应能感知到。但事实上我们毫无感觉,这显然证明并未发生任何经由肌肉的进入。
"Ἄτοπον δὲ καὶ τοῦ θερμοῦ τὴν ἀναπνοὴν εἴσοδον εἶναι. φαίνεται γὰρ τοὐναντίον." Τοῦτο οὐ πρὸς τὴν Πλάτωνος εἴρηται δόξαν, ἀλλὰ πρὸς τὴν Ἀναξαγόρου. λέγων γὰρ ὁ Ἀναξαγόρας, ὅτι, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, τῇ ἐξακοντίσει ἐξαεροῦται τὸ ὕδωρ καὶ γίνεται εἰσπνοή, τὸ δὲ ἐξαερούμενον θερμανθὲν ἐξαεροῦται, τοῦτο λέγει, ὅτι συμβαίνει τὴν ἀναπνοὴν γίνεσθαι εἰσόδῳ θερμοῦ, φαίνεται δὲ τοὐναντίον· τὸ γὰρ εἰσπνεόμενον ψυχρόν ἐστιν. ὅταν δὲ θερμὸν ᾖ τὸ εἰσπνεόμενον, ὥσπερ ἐν τοῖς βαλανείοις καὶ κυνὸς ἐπιτολῇ, ἀσθμαίνοντες ἀναπνέουσι. τί δέ ἐστι τὸ ἀσθμαίνειν, αὐτὸς ἐσαφήνισεν εἰπών, ὅτι τὸ πολλάκις καὶ πυκνῶς σπᾶν τὸ πνεῦμα.
“主张呼吸是热的进入也是荒谬的;因为显现出的情况恰恰相反。” 这话并非针对柏拉图的观点,而是针对阿那克萨哥拉的观点。因为当阿那克萨哥拉说,当[鱼]从鳃中喷出水时,水因喷射而气化并产生吸气,而气化之物是因变热而气化时,他是在说呼吸是通过热的进入而发生的;但显现出的情况恰恰相反,因为被吸入的是冷物。而每当吸入之物是热的时候,正如在浴室中和大犬星升起之时,人们是喘着粗气呼吸的。至于喘息是什么,亚里士多德自己通过说明它是频繁而紧促地抽取气息而作了解释。
"Ἀλλὰ μὴν οὐδὲ χάριν τροφῆς." Ἵνα τρέφηται τὸ ἔμφυτον θερμόν, γίνεται ἡ εἰσπνοή, ὥς τινες ἔφασαν· ἔδει γὰρ τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν ἄλλων ζῴων τῶν μὴ ἀναπνεόντων. ἔχει γὰρ καὶ ταῦτα ἔμφυτον θερμόν· ὥστε ἔδει καὶ ταῦτα ἀναπνεῖν, ἵνα τρέφηται τὸ ἐν αὐτοῖς ἔμφυτον θερμόν. καὶ ἢ ἔδει ἀναπνεῖν ἢ τὸ ἀνάλογον πάσχειν τῇ ἀναπνοῇ, τουτέστιν ἢ διὰ τοῦ ἀναλόγου τῇ ἀναπνοῇ εἰσέρχεσθαι πρὸς τὸ ἔμφυτον θερμὸν τὸν ἀέρα. οὐκ εἰσέρχεται δέ, ἀλλ’ ἐκτός, ὡς ἐρεῖ προϊών, ἁπτόμενος τοῦ περιέχοντος τὸ ἔμφυτον θερμὸν ὑμένος ἐμψύχει αὐτό.
“但也绝不是为了滋养。” 有些人主张,吸气的发生是为了滋养天生的热;因为若是如此,这件事也理应发生在其他不呼吸的动物身上。因为这些动物也具有天生的热;因此它们也理应呼吸,以便滋养其内部天生的热。它们要么理应呼吸,要么理应遭受与呼吸相当的作用,也就是说,空气理应通过与呼吸相当的途径进入到天生的热那里。但空气并没有进入;相反,正如他随后要说的那样,空气从外部接触包裹天生之热的膜,使之冷却。
- 6.24τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘πρότερον τὸ αἴτιον γίνεσθαι τῆς εἰσπνοῆς τοῦ τῆς ἐκπνοῆς’
引文中的 τοῦ τῆς ἐκπνοῆς 为表示比较的属格,省略了前面的 αἰτίου,应补充理解为 τοῦ [αἰτίου] τῆς ἐκπνοῆς(“比呼气的原因”)。整句表达的是“吸气的原因比呼气的原因先行产生”。
- 6.24εἰσελθὼν γὰρ ὁ ἐκτὸς ἀὴρ ψυχρὸς ὢν καὶ προσπεσὼν τῷ ἐν τῷ πνεύμονι θερμῷ τῷ αἴροντι τὸν πνεύμονα συστέλλεται
句首的主格阳性分词 εἰσελθὼν ... καὶ προσπεσών 与 ὁ ἐκτὸς ἀήρ 一致,但从后续的属格独立结构 οὗ συστελλομένου(指代前文的 τῷ θερμῷ)以及肺受冷收缩的语境来看,限定动词 συστέλλεται 的实际语义主语应是肺中的热(τὸ θερμόν)。虽在语法上亦可将空气作为主语理解为“空气收缩”,但紧接着出现的“进入的空气(ὁ εἰσελθών)随肺的收缩而排出”表明空气是被排出的主体,而非自身收缩致使肺收缩者。因此热在受冷后凝缩、继而导致肺收缩的理解更为合理,此处句法结构呈现为主格分词的不规范脱节(破格句)。
- 6.25ὡς δηλονότι μὴ διὰ τῶν σαρκῶν γινομένης τινὸς εἰσόδου
连词 ὡς 与带有否定词 μή 的属格独立结构(μὴ ... γινομένης τινὸς εἰσόδου)结合,构成表示说话者判断与理据的状语分句:“显然未发生任何经由肌肉的进入”。
