- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:119.8-120.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔详细阐明了《蒂迈欧篇》中呼吸循环推进说的具体机制(空气受热与位移交替形成的循环),并阐释了亚里士多德的批评:该理论完全未能说明鸟类、昆虫及水生动物等其他动物体内热的冷却方式。
ἐν αὐτῇ δὲ γενόμενος καὶ θερμανθεὶς ἀπέρχεται πρὸς τὸ θερμὸν τὸ ὂν ἐν ταῖς τοῦ νώτου σαρξί (τὸ γὰρ ὅμοιον, φασί, καὶ συγγενὲς πρὸς ὅμοιον καὶ συγγενὲς φέρεται)· ἀπελθὼν οὖν καὶ ξυγγενόμενος τῷ ἐν τῷ νώτῳ μου θερμῷ ὠθεῖ αὐτό· ὡς γὰρ τὸ εἰσιὸν διὰ τοῦ σωλῆνος ὕδωρ ὠθεῖ τὸ προυπάρχον καὶ εἰσέρχεται καὶ τοῦτο πάλιν ὠθεῖ τὸ ἑπόμενον, οὕτω καὶ τὸ ἀπὸ τῆς τραχείας ἀρτηρίας ἐλθὸν θερμὸν ὡς συγγενὲς πρὸς συγγενὲς τὸ θερμὸν τὸ ὂν ἐν ταῖς τοῦ νώτου σαρξὶν ὠθεῖ καὶ ἐξακοντίζει ἐκτός, καὶ γίνεται ἡ ἐκπνοὴ διὰ τῶν τοῦ νώτου σαρκῶν, δι’ ὧν ἐγεγόνει καὶ ἡ εἰσπνοή. οὐ μόνον δὲ τὸ τῶν σαρκῶν θερμὸν ἐξέρχεται κατὰ Πλάτωνα, ἀλλὰ καὶ τὸ ὠθῆσαν αὐτό. συνεχὲς γὰρ καὶ ἓν γεγονὸς τό τε ὠθῆσαν καὶ τὸ ὠσθέν, ἀνάγκη συνεξέρχεσθαι τῷ ὠσθέντι.1 ὥστε κατὰ Πλάτωνα ὅταν γένηται ἡ ἐκπνοὴ διὰ τοῦ στόματος, γίνεται ἡ εἰσπνοὴ διὰ τῶν τοῦ νώτου σαρκῶν· ὁμοίως δὲ καὶ ἡ ἐκπνοή. πάλιν δὲ τῆς ἐκπνοῆς γινομένης διὰ τῶν σαρκῶν περιωθεῖται ὁ ἐκτὸς ἀὴρ καὶ εἰσέρχεται διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν, καὶ γίνεται ἡ εἰσπνοή· ὅστις ὁ διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν εἰσελθὼν ἐν τῇ εἰσπνοῇ2 ἀπέρχεται πρὸς νῶτον, ἵνα πληρώσῃ αὐτό, κἀκεῖσε ἀπελθὼν καὶ θερμανθεὶς ἄπεισιν ὡς πρὸς συγγενὲς τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ θερμόν· οὐ γὰρ πᾶν ἐξῆλθεν οὐδὲ πᾶν ἀπῆλθε μετὰ τοῦ ἐξελθόντος, ἀλλ’ ὅσον ἐθερμάνθη. θερμαίνεται δὲ κατὰ τὴν ὑπόθεσιν οὐ πᾶν ὁμοῦ, ἀλλὰ μέρος καὶ πάλιν μέρος καὶ οὕτως. ὡς γὰρ οὐ πᾶν τοδὶ τὸ ὕδωρ ἅμα γίνεται ἀήρ, ἀλλὰ κατὰ βραχύ, οὕτω καὶ ὁ εἰσελθὼν ἀὴρ οὐ πᾶς ἅμα θερμαίνεται, ἀλλὰ μέρος· ὅπερ θερμανθὲν εὐθὺς ἀπῆλθε πρὸς τὸ συγγενὲς καὶ εὐθὺς ὤθησε, καὶ εὐθὺς ἐξῆλθε τὸ ὠσθέν, καὶ συνεξῆλθε τὸ ὠθῆσαν. πολὺ γάρ ἐστιν, ὥς φησι, τὸ προυπάρχον. εἰ δὲ πολύ, δηλονότι μικρᾶς ῥοπῆς τυχὸν ἐξέρχεται. τὸ δὲ εἰσελθὸν διὰ τοῦ στόματος ἀπέρχεται πρὸς τὸ νῶτον, καὶ τὸ θερμανθὲν αὐτοῦ ἀπέρχεται ὡς πρὸς συγγενὲς τὸ ἐν τῇ τραχείᾳ ὂν ἀρτηρίᾳ, πολὺ ἤδη γεγονὸς διὰ τὸ καὶ χρόνον ἤδη θερμαίνεσθαι ἱκανόν. πρὸς ὃ ἀπελθὸν ὠθεῖ καὶ ἐκβάλλει ἔξω συνεξελθὸν καὶ αὐτό, καὶ οὕτω πάλιν διὰ τοῦ στόματος καὶ τῶν ῥινῶν, δι’ ὧν ἡ εἰσπνοή, γίνεται καὶ ἡ ἐκπνοή. δι’ οὗ πάλιν τοῦ διὰ στόματος ἐξελθόντος ὠθεῖται ὁ ἐκτὸς καὶ εἰσέρχεται διὰ τῶν σαρκῶν. ὅστις πάλιν διὰ τῶν αὐτῶν σαρκῶν ἐξελθών, εἰσέρχεται διὰ τοῦ στόματος ὁ ὑπ’ αὐτοῦ ὠσθείς. τοῦτο δὲ κύκλος ἐστίν. ἡ δὲ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις (περίωσιν λέγει τὴν ὤθησιν, καθ’ ἣν ὠθεῖται ὁ ἐκτὸς ἀὴρ ὑπὸ τοῦ ἐξελθόντος), αὕτη οὖν, φησίν, ἡ περίωσις οὐδὲν διώρικε περὶ τῶν ἄλλων ζῴων, οἷον τῶν τε ἐντόμων καὶ τῶν ἐνύδρων, ὁμοίως καὶ τῶν πτηνῶν· οὐ γάρ ἐστιν ἡ τῶν πτηνῶν σὰρξ μανή, πλήρης οὖσα πτερῶν, ἵν’ εἰσέρχηται ὁ ἀήρ. οὐδὲν οὖν περὶ τῶν ἄλλων διώρικε, τίνα τρόπον καταψύχεται τὸ ἔμφυτον θερμόν (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τίνα τρόπον αὐτοῖς ἡ τοῦ θερμοῦ γίνεται σωτηρία), πότερον οὖν, φησί, τὸν αὐτὸν τρόπον καὶ τὰ ἄλλα καταψύχεται, οἷον τῇ περιώσει, ὃν καὶ τὰ πεζά, ἢ ἄλλως. εἰ μὲν οὖν μόνα τὰ πεζὰ ἐνόμιζεν ἀναπνεῖν, ἔδει τὴν αἰτίαν εἰπεῖν τοῦ διὰ τί μόνα. εἰ δὲ καὶ τὰ ἄλλα καὶ τρόπον ἄλλον, ἀλλ’ οὐ τῇ περιώσει,3 ἔδει καὶ περὶ τούτων διορίσασθαι.
而它进入其中并受热之后,便走向背部肌肉中的热(因为人们说,相似且同类之物被运送向相似且同类之物);于是它走过去并与我背部的热会合,推挤它。因为正如穿过管道流入的水推挤预先存在之物而进入,而这股水又推挤相随之物一样,从气管而来的热也作为同类走向同类,推挤背部肌肉中的热并将其弹射向外,呼气便通过曾经产生吸气的背部肌肉而产生。然而按照柏拉图的观点,不仅肌肉中的热会排出,推挤它的东西也会一同排出。因为既然推挤者与被推挤者已成为连续且合一的整体,推挤者就必然随同被推挤者一同排出。因此,按照柏拉图的说法,每当通过口产生呼气时,便通过背部的肌肉产生吸气;呼气也同样如此。而当再次通过肌肉产生呼气时,外部的空气便被循环推挤并通过口或鼻孔进入,从而产生吸气;在吸气中通过口或鼻孔进入的这股空气便走向背部以填满它,走向那里受热之后,便如同走向同类一样走向气管中的热;因为并非全部都已排出,也不是全部都随排出的东西离去,而是只有受热的部分离去。而按照这一假定,并非全部同时受热,而是一部分,接着又是一部分,以此类推。因为正如这水并非全部同时变为空气,而是渐渐转变一样,进入的空气也并非全部同时受热,而是一部分受热;这受热的部分便立刻走向同类并立刻推挤,被推挤者立刻排出,推挤者也一同排出。因为正如他所说,预先存在之物很多。如果很多,显而易见只需受到微小的倾动便会排出。而通过口进入之物走向背部,其中受热的部分因受热已有足够的时间而如今变得很多,便走向气管中之物,如同走向同类之物。走向它之后便推挤它并将其抛向外部,自身也一同排出,于是再次通过曾经吸气的口与鼻孔产生呼气。通过这股从口中排出的空气,外部之物再次被推挤并通过肌肉进入。而它再次通过同一肌肉排出时,被它推挤之物便通过口进入。这就是一个循环。而“《蒂迈欧篇》中所写的循环推进”(他所谓循环推进是指外部空气被排出之物推挤的那种推挤),他说,这循环推进对其他动物完全未作规定,例如昆虫与水生动物,同样还有飞禽;因为飞禽的肌肉布满羽毛,并不疏松到能让空气进入。因此,关于其他动物以何种方式冷却生得的热(因为“对它们而言热的保全以何种方式产生”这句话正是表明此意),他说,究竟其他动物也是以与陆行动物相同的方式(例如通过循环推进)被冷却,还是以其他方式,对此他完全没有规定。如果他认为唯独陆行动物才呼吸,他就应当说明为何唯独它们呼吸的原因;但如果其他动物也[被冷却]且是以另一种方式,而非通过循环推进,他就应当对这些动物也作出规定。
- 6.23συνεχὲς γὰρ καὶ ἓν γεγονὸς τό τε ὠθῆσαν καὶ τὸ ὠσθέν, ἀνάγκη συνεξέρχεσθαι τῷ ὠσθέντι
分词 γεγονός 为中性主格单数,尽管其主语是复合成分 τό τε ὠθῆσαν καὶ τὸ ὠσθέν,但受到单数表语 συνεχὲς καὶ ἕν(连续且合一)的吸引而呈现单数。该短语构成表示原因的主格独立分词结构(nominative absolute),为后续的无人称句 ἀνάγκη [ἐστί] συνεξέρχεσθαι 提供依据。
- 6.23ὅστις ὁ διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν εἰσελθὼν ἐν τῇ εἰσπνοῇ
关系代名词 ὅστις 直接置于带冠词的分词 ὁ ... εἰσελθών 之前,此处并非引导从属关系从句,而是起到指示代词的作用,承接前一句的主题(进入的外部空气)以连接句子。这种结合(ὅστις ὁ...)属于注解文献中常见的口语化用法,并共同构成主动词 ἀπέρχεται 的主语。
- 6.23εἰ δὲ καὶ τὰ ἄλλα καὶ τρόπον ἄλλον, ἀλλ’ οὐ τῇ περιώσει
此条件从句承接前文对比的从句 εἰ μὲν οὖν μόνα τὰ πεζὰ ἐνόμιζεν ἀναπνεῖν 而省略了动词 καταψύχεται(或 ἀναπνεῖ)。其中 καὶ τὰ ἄλλα 作主语(其他动物也[被冷却]),καὶ τρόπον ἄλλον 则作方式状语的宾格(并且以另一种方式)。
