- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:117.23-119.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔在引入亚里士多德在472b6处的批评时,长篇引用了柏拉图在《蒂迈欧篇》中关于呼吸的学说(基于对虚空的否定、热的自然运动以及通过疏松肌肉的循环推进),并结合具体事例详细解释了吸气与呼气的周转机制。
" Ἡ δὲ ἐν τῷ Τιμαίῳ γεγραμμένη περίωσις περί τε τῶν ἄλλων ζῴων οὐδὲν διώρικεν." Ἅ λέγει περὶ ἀναπνοῆς ἐν τῷ Τιμαίῳ Πλάτων καὶ πῶς λέγει γίνεσθαι τὴν ἀναπνοήν, σαφῆ ἔσται, εἰ πρότερον τὴν ὅλην αὐτοῦ ῥῆσιν παραγράψομεν, ἔχουσαν ὧδε· “πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθος, αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν,1 οἷόνπερ τὰ νῦν ἐστιν. ὧδ’ οὖν, ἐπειδὴ κενὸν οὐδέν ἐστιν, εἰς ὃ τῶν φερομένων δύναιτ’ ἂν εἰσελθεῖν τι, τὸ δὲ πνεῦμα φέρεται παρ’ ἡμῶν ἔξω, τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον, ὡς οὐκ εἰς κενόν, ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθεῖ· τὸ δ’ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀεί, καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν, ὅθεν ἐξῆλθε τὸ πνεῦμα, εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτήν, ξυνέπεται τῷ πνεύματι, καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίνεται διὰ τὸ κενὸν μηδὲν εἶναι. διὸ δὴ τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος2 ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρος, εἴσω διὰ μανῶν τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένου, γίνεται πλῆρες. αὖθις δὲ ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ στόματος ἐξιὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ κατὰ τὴν τοῦ στόματος καὶ τῶν μυκτήρων δίοδον. τὴν δ’ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε· πᾶν ζῷον ἑαυτοῦ τὰ ἐντὸς περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότητα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός. ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματι, κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι τὸ πᾶν, τὰ δ’ ἄλλα, ὅσα ἔξωθεν, ἀέρος. τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν ἑαυτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι. δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν,3 τῆς μὲν κατὰ τὸ σῶμα ἔξω, τῆς δ’ αὖ κατὰ τὸ στόμα καὶ τὰς ῥῖνας, ὅταν μὲν ἐπὶ θάτερα ὁρμήσῃ, θάτερα περιωθεῖ· τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνεται, τὸ δ’ ἐξιὸν ψύχεται. μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλον, πρὸς τὴν αὐτοῦ φύσιν φερόμενον, περιωθεῖ τὸ κατὰ θάτερα. τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεὶ κύκλον οὕτω σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑπ’ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίνεσθαι παρέχεται”. ἐν δὴ τούτοις δῆλός ἐστι Πλάτων τὴν ἀναπνοὴν λέγων4 γίνεσθαι μὴ ἀπὸ μόνου τοῦ στόματος καὶ τῶν ῥινῶν, ἀλλὰ καὶ ἀπὸ παντὸς ἄλλου σώματος, μανῶν οὐσῶν, ὥς φησι, τῶν σαρκῶν. λαβὼν γὰρ ἀληθῶς, ὅτι οὐκ ἔστι κενόν, ἀλλὰ πάντα πλήρη, τὰ ἐφεξῆς οὕτω συνάγει· ὅταν μὲν γάρ, φησί, διὰ τῆς ἐκπνοῆς ἐκ τοῦ στόματος ἐξέλθῃ ὁ ἀήρ, ὠθεῖ τὸν ἐκτὸς ἀέρα (οὐ γάρ ἐστι κενόν), ἵνα εἰσέλθῃ. οὗτος δὲ ὁ ἐκτὸς ὠσθεὶς ὑπὸ τοῦ ἐξελθόντος ἀντιμεθίσταται τῇ βίᾳ τοῦ ὠθοῦντος καὶ προσπίπτων ταῖς σαρξὶν ἡμῶν μαναῖς οὔσαις εἰσέρχεται, καὶ γίνεται ἡ εἰσπνοὴ διὰ τῶν σαρκῶν. εἰσελθὼν δὲ καὶ παρελθὼν τὸ ἐν ταῖς σαρξὶ θερμόν, ὥσπερ ποταμός τις κατὰ τὸν μῦθον δι’ ἅλμης ῥέων, καὶ φυλάττων τὴν οἰκείαν ψυχρότητα, ὡς καὶ ὁ ποταμὸς ὁ ἐν τῷ μύθῳ τὴν γλυκύτητα διὰ τῆς θαλάττης διερχόμενος, εἰσελθὼν οὖν διὰ τῶν σαρκῶν ἀπέρχεται εἰς τὸν τόπον διὰ τὸ μὴ εἶναι κενὸν τοῦ ἐξελθόντος ἀπὸ τοῦ στόματος ἀέρος καὶ ἀναπληροῖ τὸν τόπον. ἔστω γὰρ λόγου χάριν ὁ τόπος τοῦ ἐξελθόντος ἀπὸ τοῦ στόματος καὶ τῶν μυκτήρων ἐν τῇ ἐκπνοῇ ἀέρος ἅπασα ἡ τραχεῖα ἀρτηρία· οὗτος οὖν ὁ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐξελθὼν διὰ τοῦ στόματος ὤθησε τὸν ἀέρα, ὅστις ὠσθεὶς ἀντιμετέστη τῇ βίᾳ τοῦ ὠθήσαντος καὶ προσέπεσε, λόγου πάλιν χάριν, ταῖς ἐν τῷ νώτῳ μου σαρξί· δι’ ὧν σαρκῶν μανῶν οὐσῶν εἰσῆλθε καὶ ἀπῄει πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ἵνα πληρώσῃ αὐτήν· οὐ γάρ ἐστι κενόν.
“而《蒂迈欧篇》中所写的循环推进,对其他动物完全未作规定……” 柏拉图在《蒂迈欧篇》中关于呼吸所说的内容,以及他是如何说明呼吸产生的,如果我们先完整抄录他的全段原话,就会变得清晰;这段话如下: “我们再来看看呼吸这一状态,它是凭借何种原因而成为如今这样的状态。于是情况如下:既然没有任何虚空可供运动之物进入,而呼吸的气又从我们这里向外运送,那么在此之后发生的事对任何人来说都已显而易见,即它并非进入虚空,而是把邻近之物推离其位置;而被推之物总是驱逐邻近之物,依循这种必然性,一切事物都被驱动绕回到气所离开的位置,进入那里并填补该位置,伴随这股气,而这一切同时发生,宛如车轮转动一般,因为不存在任何虚空。正因如此,胸与肺部向外释放了气之后,便又由环绕身体的空气重新充满,该空气穿过疏松的肌肉潜入内部并被回环驱动。而空气再次折返并穿过口向外排出时,又沿口与鼻孔的通道将呼吸的气向内循环推入。而必须将它们起始的原因设定为:每种动物自身内部在血液与血管周围都具有热,犹如自身内部存有某种火的源泉;这也正是我们曾比作鱼笼编织物的那样,整体中间延展的部分是由火编织而成,而其他外部的所有部分则是由空气构成。因此必须承认,热顺乎自然地向外前往其自身的处所,走向其同类之物。既然有两个通道,一处穿过身体向外,另一处则穿过口和鼻,那么每当它向其中一处冲去时,便将另一处循环推回;而被循环推回之物落入火中便受热,外出之物则变冷。当热发生转变,沿着另一出口的部分变得更热时,那更热的部分因向其自身的本性运送,便再次更偏向那一方,并循环推回另一侧的部分。它遭受相同的作用并始终互为回报,造就了被这两者如此在此处与彼处摇动的循环,使得吸气与呼气得以产生。” 在这些话中,柏拉图显然是在主张呼吸不仅由口和鼻产生,而且由于如他所说肌肉质地疏松,也由整个身体的其他部分产生。因为在真确地认定不存在虚空而是万物皆满之后,他便如此推断接下来的事情:他说,因为每当通过呼气从口中排出空气时,它便推挤外部的空气(因为不存在虚空),以便能够进入。而这股被排出的空气所推挤的外部空气,在推挤者的力量下逆向移位,落在我们疏松的肌肉上而进入内部,吸气便通过肌肉产生。它进入后穿过肌肉中的热,正如神话中某条河流穿过咸水流淌那样,并且保持其特有的冷,正如神话中的河流穿过大海时也保持其甘甜那样——因此,通过肌肉进入内部后,由于不存在虚空,它便走向从口中排出的空气的处所,并填满该处所。例如,假定在呼气时从口和鼻孔排出的空气的处所是整个气管;于是,这个原本在气管中的空气通过口排出后推挤了空气,被推挤的空气在推挤者的力量下逆向移位,再次假设落在了我背部的肌肉上;由于这些肌肉是疏松的,空气穿过它们进入内部,并走向气管以填满它;因为不存在虚空。
- 6.23αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν
关系代词 αἷς 与其先行词 αἰτίαις 在从句内部保持一致并将其同化结合。其结构等同于 τοιοῦτον γέγονεν αἰτίαις, αἷς χρώμενον γέγονεν,表示“凭借何种原因而成为如此”。
- 6.23τὸ τῶν στηθῶν καὶ τοῦ πνεύμονος
中性单数定冠词 τό 实词化使用,指代胸与肺的“空间/部位/区域”(省略了 χωρίον 或 τόπος)。它作为主语,与中性单数分词 μεθιέν 及谓语 γίνεται πλῆρες 一致。
- 6.23δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαιν
采用阴性双数形式构成的属格独立结构(δυοῖν ταῖν διεξόδοιν οὔσαιν)。随后的 τῆς μέν... τῆς δέ 作为部分同位语(partitive apposition)同样使用属格。
- 6.23δῆλός ἐστι Πλάτων τὴν ἀναπνοὴν λέγων
带有形容词 δῆλος 的人称构式(personal construction),等同于非人称的 δῆλόν ἐστι τὸν Πλάτωνα λέγειν(“柏拉图说……是显然的”)。逻辑主语 Πλάτων 被提升为主句主语,并与述谓分词 λέγων 保持一致。
