← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§116.1-117.22

德谟克利特的呼吸学说及其反驳

米海尔顺应亚里士多德的文本,梳理了德谟克利特的呼吸学说——即将灵魂等同于火与球形原子,并将呼吸视为防止其被挤出以及补充原子的过程——并对文句中的难点进行了解释。随后,他阐述了亚里士多德的反驳:外界环境在外部时压缩物体而在进入时却使其舒张的矛盾,以及在温热中反而比在寒冷中更需要呼吸这一经验事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.20

" Δημόκριτος δ’ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει, φάσκων κωλύειν ἐκθλίβεσθαι." Δημόκριτος, ὡς ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς εἴρηται, πῦρ τὴν ψυχὴν ἡγούμενος, τὸ δὲ πῦρ ἐκ τῶν σφαιρικῶν ἀτόμων ποιῶν, καὶ ταύτην ἐκ τῶν σφαιρικῶν ἀτόμων κατεσκεύαζεν. ἡγούμενος οὖν τὴν ψυχὴν τοιαύτην, ἔλεγεν ὅτι ψυχρὸν ὂν τὸ περιέχον καὶ διὰ τοῦτο πυκνοῦν τὰ σώματα, ἀνάγκη τῇ πυκνώσει ἐκπυρηνίζεσθαι τὰς σφαιρικὰς ἀτόμους διὰ τὸ εὐκίνητον (εὐκινητότατον γὰρ τῶν σωμάτων ἡ σφαῖρα). ἐξ ὧν σφαιρίων τῷ ζῴῳ καὶ ἡ ψυχὴ καὶ τὸ ζῆν ὑπάρχει. ἐπεὶ οὖν ἐκπυρηνιζομένων τῶν σφαιρικῶν ἀτόμων κινδυνεύει φθαρῆναι τὸ ζῷον, βοήθειά τις γέγονε τῷ ζῴῳ ἡ εἰσπνοή· εἰσπνέον γὰρ εἰσάγει ἄλλας ἔξωθεν ἀτόμους σφαιρικὰς ἀντὶ τῶν ἐκπυρηνισθεισῶν. διὸ μέχρι τούτου ζῶμεν, ἄχρις ἂν ἀναπνέωμεν, τῆς δ’ ἀναπνοῆς παυσάμενοι καὶ τοῦ ζῆν παυόμεθα. οὐ μόνον δ’ ἔλεγε Δημόκριτος, τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς ἀναπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλούσας ἐξέρχεσθαι, καὶ οὕτω πλείους γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ τῶν ζῴων σῶμα ἐκκρούειν τὴν ἔξωθεν ψύξιν·1 ἥτις αἰτία γίνεται τοῦ ἐκπυρηνίζεσθαι αὐτάς. ἡ μὲν οὖν διάνοια αὕτη, κατὰ δὲ τὴν λέξιν τὴν καὶ τὸ θερμὸν ταὐτὸν τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν ταὐτόν ἐστι τῷ ‘καὶ θερμὸν ταὐτόν, τὰ σφαιροειδῆ τὰ πρῶτα τῶν σχημάτων’· πρῶτα γὰρ τῶν στερεῶν σχημάτων τὰ σφαιροειδῆ. ἀλλὰ καὶ τὸ κατὰ φύσιν μὲν γῆρας, βίᾳ δὲ παρὰ φύσιν ἴσον ἐστὶ τῷ ‘τὸ μὲν γῆρας κατὰ φύσιν ἐστίν, ἡ δὲ βία παρὰ φύσιν’, λέγων βίαν τὸν ἐν νεότητι θάνατον. ἐχρῆν οὖν, φησίν, αὐτὸν εἰπεῖν, διὰ τί ὁτὲ μὲν γίνεται ἐν τῷ γήρᾳ ὁ θάνατος, ὁτὲ δ’ οὔ. θύραθεν δὲ νοῦν λέγει τὰς ἐν τῷ ἀέρι, ὡς ὁ Δημόκριτος ἐνόμιζε, σφαιρικὰς ἀτόμους.2 οὐ γὰρ δή, φησίν, ἐκεῖναι αἴτιαί εἰσι τοῦ ἀναπνεῖν ἡμᾶς, ἀλλ’ ἔσωθεν ἐστὶν ἡ ἀρχὴ τῆς ἀναπνοῆς. διὰ γὰρ σωτηρίαν γίνεται τοῦ ἐν ἡμῖν θερμοῦ.

“而德谟克利特则说,呼吸确实对呼吸的生物产生某种作用,声称它能阻止[灵魂]被挤压出来。” 德谟克利特正如在《论灵魂》第一卷中所言,认为灵魂是火,并将火由球形原子构成,因而也把灵魂构造成由球形原子组成。因此,既然他认为灵魂是这样的,他便说,环绕的外界是冷的,并因之使物体凝聚,所以在这种凝聚下,球形原子由于易动性(因为在物体中球体最易运动)必然像果仁一样被挤出;而动物的灵魂与生命正是由这些小球体所具有的。因此,当球形原子被挤出时,动物面临毁灭的危险,吸气便成为对动物的一种救助;因为通过吸气,它从外部引入另一些球形原子来替代那些被挤出的原子。因此只要我们呼吸,我们便一直活着,一旦停止呼吸,我们也停止生存。而且德谟克利特不仅说,通过呼吸使球形原子进入内部并补充给我们以替代离去的原子,构成了我们活着的结果;他还说,通过呼吸进入的[原子]以更大的冲力阻止了那些将要外出的原子,并通过这种方式变得更多,且以其易动性温热动物的身体,从而击退了来自外部的冷却——这种冷却正是它们被挤出的原因。思想的大意即是如此;就文句而言,“且热是同一之物,球形之物的原初形状”与“且热是同一之物,球形之物乃诸形状之首”是同一回事;因为在立体形状中,球形之物是首要的。此外,“顺乎自然的衰老,而强迫的则反乎自然”等同于“衰老是顺乎自然的,而强迫则是反乎自然的”,这里用“强迫”指代青年时期的死亡。因此他说,德谟克利特本应当说明,为什么死亡有时发生在衰老中,有时却并非如此。他所谓的“来自门外的理智”,是指德谟克利特所认为的空气中的球形原子。因为他说,绝非那些原子是我们呼吸的原因,相反,呼吸的本原来自内部;因为它是为了保全我们内部的热而产生的。

§6.21

"Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν.3" Εἰ γὰρ αἱ σφαιρικαὶ ἄτομοι πῦρ οὖσαι μετὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἰσίν, ἄτοπον τὸ ἐκτὸς μὲν οὔσας μετὰ τοῦ ἀέρος καταψύχειν καὶ συστέλλειν τὰ σώματα, εἰσιούσας δὲ μετὰ τοῦ ἀέρος (ἀνάγκη γὰρ μετ’ αὐτοῦ εἰσέρχεσθαι) θερμαίνειν καὶ διαστέλλειν. εἰ γὰρ ἐκτὸς μετὰ τοῦ ἀέρος οὖσαι συνέστελλον τὰ σώματα, ἀνάγκη καὶ ἐντὸς οὔσας τὸ αὐτὸ ποιεῖν. σαφῆ δὲ τὰ ἑξῆς.

“而环绕之物同时既压缩、又在进入时使之舒张,这也是荒谬的。” 因为如果球形原子既然是火而与环绕我们的空气同在,那么在外部与空气同在时它们冷却并收缩物体,而在与空气一同进入时(因为必然与它一同进入)却温热并舒张物体,这便是荒谬的。因为如果在外部与空气同在时它们使物体收缩,那么在内部时它们也必然做同样的事。接下来的文句是明晰的。

§6.22

"Ἐν γὰρ ταῖς ἀλέαις θερμαινόμενοι μᾶλλον καὶ τῆς ἀναπνοῆς μᾶλλον δεόμεθα." Ἐκ τῶν ἡμῖν συμβαινόντων καὶ τοῦτο τὸ ἐπιχείρημα ἐπῆκται πρὸς ἔλεγχον τῆς Δημοκρίτου δόξης. ἔστι δὲ τὸ λεγόμενον· εἰ γὰρ διὰ τὸ ἐν ψύχει πυκνοῦσθαι τὰ σώματα ἡμῶν αἱ σφαιρικαὶ ἄτομοι ἐκπυρηνίζονται καὶ δεόμεθα τῆς εἰσπνοῆς, ἔδει ἐν ταῖς ἀλέαις μὴ ἀναπνεῖν· οὐ γὰρ πυκνοῦνται τότε τὰ σώματα ἡμῶν, μὴ πυκνούμενα δὲ δῆλον ὡς οὐδὲ ἐξέρχονται αἱ σφαῖραι, τούτων δὲ μὴ ἐξερχομένων οὐ χρεία τῆς εἰσπνοῆς. νῦν δὲ μᾶλλον δεόμεθα ἐν ταῖς ἀλέαις τῆς ἀναπνοῆς, ἐν δὲ τῷ ψύχει ἧττον. γίνεται δὲ καὶ πᾶν τοὐναντίον ὧν Δημόκριτός φησιν. αὐτὸς μὲν γάρ φησιν ὅτι διὰ τὴν τῶν σφαιρῶν ἐκπυρήνισιν, ὅπερ ταὐτόν ἐστι τῷ ‘διὰ θερμοῦ ἔνδειαν’, γίνεται ἡ εἰσπνοή· ὁρῶμεν δὲ μᾶλλον γινομένην διὰ πλῆθος θερμοῦ, ἀλλ’ οὐ διὰ στέρησιν· ὅταν γὰρ πολὺ ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνέοντες, τότε δεόμεθα τῆς εἰσπνοῆς.4 ἀλλὰ καὶ ἀλεάζοντες, τουτέστι θερμαινόμενοι, πολλάκις ἀναπνέομεν τῷ δεῖσθαι ἐμψύξεως διὰ τὴν πολλὴν θερμότητα. ὅταν γὰρ τὸ τῆς παροιμίας, φησί, πῦρ ἐπὶ πῦρ γένηται, τοῦτο δὲ ἴσον ἐστὶ τῷ ‘ὅταν θερμότης ἐπὶ τῇ ἐνούσῃ ἡμῖν θερμότητι γένηται’, τότε δεόμεθα τῆς εἰσπνοῆς.

“因为在温热中我们受热更多,也更需要呼吸。” 这一论证也是从发生在我们身上的现象中引申出来,用以反驳德谟克利特的观点的。所言之事如下:因为如果是由于在寒冷中我们的身体凝聚,球形原子被挤出而我们需要吸气,那么我们在温热中本不应当呼吸;因为那时我们的身体并未凝聚,而若不凝聚,显然小球便不会外出,而当这些小球不外出时,便没有吸气的需要。但事实上我们在温热中更需要呼吸,在寒冷中则较少需要。而且发生的事情与德谟克利特所说的完全相反。因为他自己说,吸气是由于小球的被挤出,即等同于“由于热的匮乏”而发生的;但我们看到它更多是由于热的充沛,而不是由于匮乏而发生的;因为当我们不呼气而热大量聚集时,那时我们就需要吸气。而且在取暖时,也就是受热时,我们由于极度的热而需要冷却,因而频繁呼吸。因为他说,正如谚语所言,当形成“火上加火”时——这等同于“每当热加在我们内部已有的热之上时”——那时我们就需要吸气。

语法注4 条
  1. 6.20οὐ μόνον δ’ ἔλεγε Δημόκριτος, τῷ εἰσκρίνεσθαι διὰ τῆς ἀναπνοῆς τὰς σφαιρικὰς ἀτόμους καὶ προσκρίνεσθαι ἡμῖν ἀντὶ τῶν ἐξελθουσῶν συμβαίνειν ἡμᾶς ζῆν, ἀλλὰ καὶ τῷ τὰς εἰσιούσας διὰ τῆς ἀναπνοῆς κωλύειν τῇ πλείονι ῥύμῃ τὰς μελλούσας ἐξέρχεσθαι, καὶ οὕτω πλείους γινομένας καὶ τῷ εὐκινήτῳ θερμαινούσας τὸ τῶν ζῴων σῶμα ἐκκρούειν τὴν ἔξωθεν ψύξιν·

    该句结构较长,其主干为 οὐ μόνον δ’ ἔλεγε ... συμβαίνειν ἡμᾶς ζῆν τῷ εἰσκρίνεσθαι ... ἀλλὰ καὶ τῷ ... κωλύειν ... καὶ ... ἐκκρούειν。由 οὐ μόνον ... ἀλλὰ καί 并列了两个表原因或手段的与格不定词短语(τῷ εἰσκρίνεσθαι... 与 τῷ ... κωλύειν... ἐκκρούειν),二者均作为 συμβαίνειν ἡμᾶς ζῆν(我们活着的结果)的依据从属于 ἔλεγε。

  2. 6.20θύραθεν δὲ νοῦν λέγει τὰς ἐν τῷ ἀέρι, ὡς ὁ Δημόκριτος ἐνόμιζε, σφαιρικὰς ἀτόμους.

    带双宾格的 λέγει 句式:θύραθεν νοῦν 为引用亚里士多德的原话(名称),而 τὰς ... σφαιρικὰς ἀτόμους 为其所指称的实际对象(宾语)。意即“他所谓的‘来自门外的理智’是指空气中的球形原子”。

  3. 6.21Ἄτοπον δὲ καὶ τὸ ἅμα τὸ περιέχον συνθλίβειν καὶ εἰσιὸν διαστέλλειν.

    在该引文的句构中,定冠词引导的不定词短语 τὸ ... συνθλίβειν καὶ ... διαστέλλειν 的逻辑主语是宾格的 τὸ περιέχον。中性单数分词 εἰσιόν 与 τὸ περιέχον 一致,作时间或伴随状况解释(“在进入时”)。

  4. 6.22ὅταν γὰρ πολὺ ἀθροισθῇ τὸ θερμὸν μὴ ἐκπνέοντες, τότε δεόμεθα τῆς εἰσπνοῆς.

    在从属从句 ὅταν ... ἀθροισθῇ 中,分词 μὴ ἐκπνέοντες 采用阳性复数主格,与主句的主语(即未明言的 ἡμεῖς,“我们”)保持一致,表示条件或原因(“当我们不呼气时/通过不呼气”)。尽管 ὅταν 从句的语法主语是 τὸ θερμόν,该分词在句法上却呼应了主句动词 δεόμεθα 的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:116.1-117.22