← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§114.19-115.34

一切动物皆呼吸说的归谬与反驳

米海尔注解了亚里士多德471a14,阐发了前人学说必然导致吸气与呼气同时发生的荒谬后果,并依据昆虫切断实验及内脏的目的论知识,整理了驳斥“一切动物皆呼吸”这一观点的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.19

" Εἶτα ὅταν ἀφῶσι τὸ ὕδωρ, τότε ἐκπνέουσι κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια." Ἡ μὲν τῆς λέξεως συνέχεια, οἶμαι, τοιαύτη· ὅταν ἀφῶσι τὸ ὕδωρ κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια (οὐδὲν γὰρ διαφέρει, εἴτε κατὰ τὸ στόμα λέγειν ἐθέλοι τις εἴτε κατὰ τὰ βράγχια), τότε ἐκπνέουσι. τὸ δὲ ‘ὅταν ἀφῶσι κατὰ τὸ στόμα’ ταὐτόν ἐστι τῷ ‘ὅταν εἰσδέχωνται εἰς τὸ στόμα’. εἰ γὰρ τὸ ἀφιέναι ἀπὸ τοῦ στόματος τὸ ἐξάγειν ἐστὶν ἀπὸ τοῦ στόματος, τὸ ἀφιέναι κατὰ τοῦ στόματος τὸ εἰσάγειν ἐν τῷ στόματι ἔσται. ταῦτα μὲν τὰ τῆς λέξεως, συνωθεῖ δὲ αὐτούς, ἐξ ὧν αὐτοὶ λέγουσιν, εἰς ἄτοπον, τὸ συμβαίνειν ἅμα καὶ κατὰ ταὐτὸν γίνεσθαι τὴν εἰσπνοὴν καὶ ἐκπνοήν,1 ἀλλὰ μὴ παρὰ μέρος. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατον ἄρα καὶ τὸ ὑπ’ αὐτῶν λεγόμενον. εἴη δ’ ἂν τὸ λεγόμενον διὰ τοῦ ὅταν ἀφῶσι τὸ ὕδωρ, τότε ἐκπνέουσι τοιοῦτον· εἰ γάρ, ὅταν ἐξάγωσιν ἐκ τοῦ στόματος τὸ ὕδωρ, τότε ἀναπνέουσι, δηλονότι ὅταν κατὰ τοῦ στόματος ἀφῶσι τὸ ὕδωρ καὶ δέξωνται εἰς τὸ στόμα, ἐκπνέουσιν. ἐπειδὴ δὲ ὁρῶμεν φανερῶς, ὅτι ἡ ἐκπνοὴ ἐξελεύσει τινὸς γίνεται, ἅμα δηλονότι ἐκπνεῖ καὶ εἰσπνεῖ. τότε γάρ φασιν ἀναπνεῖν, ὅταν ἐξέρχηται τὸ ὕδωρ· ὁρῶμεν δὲ ὅτι καὶ ἡ ἐκπνοὴ ἐξόδῳ πνεύματος γίνεται· ἅμα ἄρα εἰσπνεῖ καὶ ἐκπνεῖ. ἐπειδὴ γὰρ ἀδύνατόν ἐστι τῇ ἐξόδῳ τοῦ ὕδατος εἰσέρχεσθαι τὸ πνεῦμα (ἐμποδίζει γὰρ θάτερον θάτερον), γίνεται δὲ κατ’ αὐτοὺς ἡ εἰσπνοὴ τῇ τοῦ ὕδατος ἐξόδῳ, ὁρῶμεν δὲ ὅτι καὶ ἡ ἐκπνοὴ ἐξόδῳ τινὸς γίνεται, δηλονότι τῇ αὐτῇ καὶ μιᾷ ἐξόδῳ τοῦ ὕδατος γίνεται ἡ εἰσπνοὴ καὶ ἡ ἐκπνοή, ἄλλως τε καὶ ἐπεὶ ἅμα καὶ ἐν τῷ αὐτῷ νῦν ἥ τε ἔξοδος τοῦ ὕδατος καὶ ἡ εἴσοδος τοῦ πνεύματος γίνεται· ὧν 〈εἰ〉 ἡ μὲν τοῦ ἀέρος εἴσοδος τῆς εἰσπνοῆς, δηλονότι ἡ τοῦ ὕδατος ἔξοδος τῆς ἐκπνοῆς ἂν εἴη αἰτία.2 ὥστε ἅμα ἐκπνεῖ καὶ εἰσπνεῖ. ὅταν οὖν εἰσδέξωνται τὸ ὕδωρ ἐν τῷ στόματι, τότε ἔξεισιν ὁ ἀὴρ καὶ ἐκπνέουσιν· ἀλλὰ μὴν ἀνάγκη καὶ τότε εἰσπνεῖν. εἰ γὰρ ἅμα τῇ ἐξόδῳ τοῦ ὕδατος εἴσεισιν ὁ ἀήρ, ὧν ὁ μὲν εἰσπνοῆς κατ’ ἐκείνους, τὸ δὲ ἕπεται ἐξ ἀνάγκης εἶναι ἐκπνοῆς αἴτιον, δηλονότι καὶ ἅμα τῇ εἰσόδῳ τοῦ ὕδατος ἐξελεύσεται ὁ ἀήρ, καὶ ἔσται ἐκπνοὴ καὶ εἰσπνοὴ ἅμα, διὰ μὲν τὴν τοῦ ὕδατος εἴσοδον ἐκπνοή (ἡ γὰρ ἔξοδος αὐτοῦ αἰτία ἦν τῆς εἰσπνοῆς), διὰ δὲ τὴν τοῦ ἀέρος ἔξοδον εἰσπνοή. ἀλλὰ μὴν ἀδύνατον ἅμα εἰσπνεῖν καὶ ἐκπνεῖν, ἀδύνατα ἄρα καὶ τὰ ὑπ’ ἐκείνων λεγόμενα. Τὰς δὲ λοιπὰς πρὸς τὴν δόξαν ταύτην ἐνστάσεις λίαν σαφῶς ἀπαγγέλλει· δι’ ὃ ταύτας μὲν ἐατέον, τρεπτέον δὲ ἐπὶ τὰ ἑξῆς. ὃ δὲ λέγει περὶ τῶν ἐντόμων, τοιοῦτόν ἐστι· τεμνόμενα τὰ τμήματα φαίνεται ὅτι ζῇ. εἰ δὲ τοῦτο, πῶς ἀναπνέουσι; τὸ μὲν γὰρ τμῆμα τὸ ἔχον τὴν κεφαλὴν ἔστω ὅτι ἀναπνεῖ διὰ τοῦ στόματος, τὰ δὲ λοιπά, ἐν οἷς μή ἐστι κεφαλή, λεκτέον πῶς ἀναπνέουσιν. ὥστ’ εἴπερ τὰ τοιαῦτα τμήματα ζῇ χωρὶς τοῦ ἀναπνεῖν, ζήσεται καὶ τὸ ὅλον χωρὶς ἀναπνοῆς. ψεῦδος ἄρα τὸ ἀποφαίνεσθαι ὅτι πάντα ἀναπνεῖ. μόνα ἄρα ὅσα ἔχει πνεύμονα· ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν, ἐξ ἧς ἀποπλανηθέντες ἔλεγον, ὅτι πάντα ἀναπνεῖ. διὰ γάρ, φησί, τὸ ἀπείρους εἶναι τῶν ἐντὸς μορίων καὶ τοῦ τίνος ἕνεκεν ἕκαστον αὐτῶν ὑπάρχει ταῦτα ἔλεγον. εἰ γὰρ ᾔδεσαν, ὅτι ὁ πνεύμων τοῦ ἀναπνεῖν ἕνεκα γέγονεν, ἐν οἷς μὴ ἦν πνεύμων οὐκ ἂν ἔλεγον ὅτι ἀναπνεῖ, ἀλλὰ μάλιστα τοὐναντίον, ὅτι οὐκ ἀναπνεῖ.

“随后,每当它们排出水时,那时它们通过口或通过鳃呼气。” 文句的接续在我看来是这样的:每当它们通过口或通过鳃排出水时(因为无论有人愿意说通过口还是通过鳃,都毫无分别),那时它们呼气。而“每当它们通过口排出”与“每当它们接纳进嘴里”是一样的。因为如果从(apo)口排出是指从口中引出,那么沿(kata)口排出就是指引入到口中。文句方面的事情即是如此;但他根据他们自己的论述,将他们逼入一个荒谬的结论,即吸气与呼气竟然同时且在同一时刻发生,而不是轮流发生。而如果这是不可能的,那么他们所说的也就同样不可能。“每当它们排出水时,那时它们呼气”所表达的大意或许是:因为如果在从口中引出水时它们呼吸(吸气),那么显然当它们沿口排水并接纳进嘴里时,它们便呼气。但既然我们清楚地看到,呼气是通过某种事物的流出而发生的,显然它们便同时呼气与吸气。因为他们说每当水流出时便呼吸,但我们看到呼气也是通过气息的外出而发生的;因此它们同时吸气与呼气。因为既然在水流出时气息不可能进入(因为一者会阻碍另一者),而按照他们的说法,吸气是通过水的流出而发生的,并且我们看到呼气也是通过某种事物的流出而发生的,显然吸气与呼气是在水同一次且单一的流出中发生的,尤其是既然水的流出与气息的进入是同时且在同一个“现在”发生的;在这些之中,[如果]空气的进入是吸气的原因,那么显然水的流出便会是呼气的原因。以致它们同时呼气与吸气。因此,每当它们把水接纳进嘴里时,空气便外出,它们就呼气;然而那时也必然吸气。因为如果在水流出时空气进入,按照他们的说法其中一者是吸气的原因,而另一者必然随之成为呼气的原因,那么显然在水进入时空气也将外出,并且呼气与吸气将同时存在:由于水的进入而呼气(因为它的流出曾是吸气的原因),由于空气的外出而吸气。然而,同时吸气与呼气是不可能的,因此他们所说的话也是不可能的。 对于这一观点的其余反驳,他[亚里士多德]叙述得极其明晰;因此这些可以搁置,而应当转向接下来的内容。关于昆虫他所说的是这样的:当被切断时,可见各切片仍然活着。但若如此,它们如何呼吸?因为就算拥有头部的切片通过口呼吸,但必须说明没有头部的其余切片是如何呼吸的。因此,如果此类切片不呼吸也能存活,那么整体不呼吸也同样能存活。所以断言一切生物都呼吸是虚假的。因而唯有拥有肺的生物才[呼吸]。在说了这些之后,他说明了他们误入歧途并主张一切生物都呼吸的原因。因为他说,正是由于对内部器官以及它们各自为了何种目的而存在茫然无知,他们才说了这些话。因为如果他们知道肺是为了呼吸而生成的,他们就不会在没有肺的动物中说它们呼吸,反而尤其会说相反的话,即它们不呼吸。

语法注2 条
  1. 6.19συνωθεῖ δὲ αὐτούς, ἐξ ὧν αὐτοὶ λέγουσιν, εἰς ἄτοπον, τὸ συμβαίνειν ἅμα καὶ κατὰ ταὐτὸν γίνεσθαι τὴν εἰσπνοὴν καὶ ἐκπνοήν

    带定冠词的不定式短语 τὸ συμβαίνειν ἅμα... 作介词短语 εἰς ἄτοπον 的同位语,具体阐明了他们被逼入的荒谬结论的内容。

  2. 6.19ὧν 〈εἰ〉 ἡ μὲν τοῦ ἀέρος εἴσοδος τῆς εἰσπνοῆς, δηλονότι ἡ τοῦ ὕδατος ἔξοδος τῆς ἐκπνοῆς ἂν εἴη αἰτία

    属格关系代词 ὧν 指代前文的“水的流出与气息的进入”;在此对照结构中,前半句(ἡ μὲν τοῦ ἀέρος εἴσοδος τῆς εἰσπνοῆς)省略了后半句出现的表语名词 αἰτία,需补充理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:114.19-115.34