← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§112.26-114.18

驳阿那克萨戈拉等人的鱼类呼吸说

米海尔阐释了阿那克萨戈拉与狄奥根尼关于鱼类呼吸的学说(两者皆否定虚空,主张鱼吸入水中生成的或原本存在的空气),并解释了亚里士多德的反驳:他们只解释了吸气而忽略了呼气,且若依其理论,水与空气的进出将互相阻碍而无法进行呼吸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.17

" Ἀναξαγόρας μέν, ὅταν ἀφῶσι τὸ ὕδωρ διὰ τῶν βραγχίων, τὸν ἐν τῷ στόματι γινόμενον ἀέρα." Οὔτε Ἀναξαγόρας οὔτε Διογένης ὁ Ἀπολλωνιάτης ἔλεγον κενόν· διὸ καὶ τὰ αὐτὰ φθέγγονται περὶ ἀναπνοῆς, τοῦτο μόνον διαφέροντες, ὅτι ὁ μὲν Ἀναξαγόρας ἐν τῇ τοῦ ὕδατος διὰ τῶν βραγχίων ἀποπάλσει ἔλεγε γίνεσθαι τὸν ἀέρα, Διογένης δὲ οὐ τότε, ἀλλ’ εἶναι ἀεὶ ἐν τῷ ὕδατι ἐνεργείᾳ ἀέρα. λέγων δὲ Ἀναξαγόρας, ὅτι οἱ ἰχθύες ἀναπνέουσι, τὸν τρόπον, ὃν ἀναπνέουσιν οὗτοι, ἐξετίθει. οἱ ἰχθύες ἐναπολαμβάνοντες ὕδωρ, φησίν, ἐν τοῖς βραγχίοις ἐν τῇ ἐκτάσει τῶν βραγχίων, ἐκπέμποντες δὲ αὐτὸ ἐν τῇ συστολῇ τῶν τοιούτων βραγχίων, ταράττεται1 καὶ ταραττόμενον ἐξαεροῦται, ἢ πᾶν ὅσον ἀφείθη ἢ μέρος τι. οὗτος δὲ ὁ γεγονὼς ἀὴρ εὐθὺς εἰσέρχεται ἐν τῷ στόματι, ἵνα πληρώσῃ αὐτό. οὐ γάρ ἐστί τι κενόν. εἰ μὲν γὰρ ἦν κενόν, οὐκ ἂν συνέβαινε τοῦτο· ἐπεὶ δὲ οὐκ ἔστι κενόν, ἀνάγκη εἰσέρχεσθαι τὸν ἀέρα ἅμα τῷ ἐξέρχεσθαι τὸ ὕδωρ, ἵνα ἀναπληροῖ τὸν τόπον, ἀφ’ οὗ τὸ ὕδωρ ἐξέρχεται (περὶ ὧν, τῆς τε τοῦ ὕδατος καὶ τοῦ ἀέρος ἀντιπεριστάσεως, πῶς ἅμα γίνεται, εἴρηται ἐπὶ πλέον ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτε ἤλεγχε τοὺς λέγοντας εἶναι κενόν)· οὗτος δὲ εἰσερχόμενος ὁ ἀὴρ ἐν τῷ στόματι αὐτῶν ἕλκεται, καὶ οὕτως ἀναπνέουσι. πῶς δὲ ἀπὸ τοῦ στόματος εἰς τὴν καρδίαν καὶ ὑπὸ τίνος ἕλκεται, οὔτε Ἀναξαγόρας οὔτε Διογένης λέγουσιν, ἀλλ’ ὁ μὲν Ἀναξαγόρου λόγος οὗτος, Διογένης δ’ ἔφασκεν, ὅτι, ἐπειδὴ ἐν τῷ ὕδατι ἀήρ ἐστιν ἐνεργείᾳ, δηλονότι ὅταν ἀφῶσιν οἱ ἰχθύες τὸ ὕδωρ, τὸ ἁπτόμενον κύκλῳ τοῦ στόματος αὐτῶν ὕδωρ ἔχει ἀέρα· ὃν ἕλκοντες τῷ κενῷ τῷ ἐν τῷ στόματι ἀναπνέουσι. καὶ οὐ λέγει κενὸν ἁπλῶς τὸ στόμα (οὐ γὰρ ἔλεγε κενὸν ὅλως ὁ Διογένης), ἀλλὰ τῷ κενῷ ἀντὶ τοῦ κενῷ ὄντι ὕδατος. ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ ὕδωρ, κενόν ἐστι ὕδατος· εἰ δὲ τοῦτο, ἀνάγκη εἰσιέναι ἀέρα διὰ τὸ μὴ εἶναι κενόν.

“一方面,阿那克萨戈拉说,每当它们通过鳃排出水时,[便吸入]口中生成的空气。” 阿那克萨戈拉和阿波罗尼亚的狄奥根尼都不主张虚空;因此他们关于呼吸的说法也相同,仅在这一点上有所差异:阿那克萨戈拉说空气是在水通过鳃排出时生成的,而狄奥根尼则说不是在那个时候,而是水中始终现实地存在空气。阿那克萨戈拉在谈到鱼呼吸时,阐明了它们呼吸的方式。他说,鱼在鳃舒张时将水容纳在鳃中,而在这些鳃收缩时将其排出,[水]便受到搅动,且因受到搅动而气化为空气,排出的全部或某一部分皆是如此。而这生成的空气立即进入口中以将其充满;因为并不存在虚空。因为若有虚空,这便不会发生;但既然没有虚空,空气就必然在水排出的同时进入,以补充水排出的位置(关于这些事情,即水与空气的相互置换是如何同时发生的,在《物理学》中反驳那些主张有虚空的人时已有更充分的论述)。而这进入的空气在它们的口中被吸入,它们就这样呼吸。至于空气如何从口被吸入心脏以及被何物吸入,阿那克萨戈拉和狄奥根尼都没有说明。阿那克萨戈拉的理论即是如此,而狄奥根尼则主张,既然水中现实地存在空气,显然每当鱼排出水时,接触它们口周围的水便含有空气;它们凭藉口中的虚空吸入此空气而呼吸。他并非断然称口为虚空(因为狄奥根尼根本不主张虚空),而是用“凭藉虚空”代替“凭藉缺乏水”。因为每当水排出时,它便空无水;若如此,由于不存在虚空,空气就必然进入。

§6.18

"Πρῶτον μὲν γὰρ τὸ ἥμισυ τοῦ πράγματος ἀφαιροῦσι διὰ τὸ τὸ κοινὸν ἐπὶ θατέρου λέγεσθαι μόνον." Ἐπειδὴ ἡ ἀναπνοὴ εἰς δύο διαιρεῖται, εἰς τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοήν, Ἀναξαγόρας δὲ καὶ Διογένης περὶ μόνης τῆς εἰσπνοῆς, πῶς γίνεται, τὰς αἰτίας ἐπειρῶντο ἀποδιδόναι, πρῶτον αἰτιᾶται αὐτοὺς λέγων, ὅτι περὶ τοῦ ἡμίσεος μέρους τῆς ἀναπνοῆς λέγοντες, ἤτοι τῆς εἰσπνοῆς, διὰ τί περὶ τοῦ λοιποῦ μέρους οὐκ εἶπον; ἀλλ’ ἀφαιροῦσι, τουτέστι καταλιμπάνουσιν, αὐτό. οὔτε οὖν λέγουσι περὶ ἐκπνοῆς, οὔτε ἐνδέχεται αὐτοὺς εἰπεῖν ἐξ ὧν λέγουσι· μὴ λέγοντες γὰρ καλῶς περὶ τῆς εἰσπνοῆς πῶς ἄν περὶ τῆς ἐκπνοῆς εἴποιεν; πρὸ δὲ τοῦ τὴν δόξαν αὐτῶν ἐλέγξαι πρῶτον ἀναμιμνήσκει τὰ συμβαίνοντα ἡμῖν λέγων· ὅταν γὰρ ἀναπνεύσωσι, τουτέστιν ὅταν γὰρ εἰσπνεύσωσιν, ᾗ εἰσέπνευσαν, δεῖ πάλιν ἐκπνεῦσαι· ἀνάγκη γὰρ τὸν εἰσπνεύσαντα καὶ ἐκπνεῦσαι παραλλάξ, τουτέστι παρὰ μέρος· εἴσπνευσις γάρ, εἶτα ἔκπνευσις, εἶτα πάλιν εἴσπνευσις καὶ πάλιν ἔκπνευσις. ταῦτα ἀναμνήσας ἐλέγχει τὸ δόγμα λέγων· ὥστε συμβαίνει ἅμα δέχεσθαι τὸ ὕδωρ κατὰ τὸ στόμα καὶ ἐκπνεῖν. ἔστι δὲ τὸ λεγόμενον δυνάμει· ἐπειδή, ὡς ἐκεῖνοι λέγουσιν, ἐξερχομένου τοῦ ὕδατος ἐκ τοῦ στόματος εἰσέρχεται ὁ ἀὴρ καὶ γίνεται ἡ εἰσπνοή, δηλονότι εἰσερχομένου τοῦ ὕδατος ἐν τῷ στόματι ὁ ἀὴρ ἐξελεύσεται καὶ γενήσεται ἡ ἐκπνοή. εἰ γὰρ τῇ τοῦ ὕδατος ἐξελεύσει εἰσέρχεται ὁ ἀὴρ καὶ γίνεται ἡ ἀναπνοή, ἀνάγκη τῇ τοῦ ὕδατος εἰσελεύσει ἐξέρχεσθαι τὸν ἀέρα καὶ γίνεσθαι τὴν ἐκπνοήν. εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. εἰ δ’ ἀνάγκη τοῦθ’ οὕτως ἔχειν, ἀνάγκη ἀπαντῶντα ἐμποδίζειν θάτερον θατέρῳ· ἀνάγκη γὰρ ἐξερχόμενον τὸ ὕδωρ ἀπαντᾶν τὸν ἀέρα καὶ μὴ ἐᾶν εἰσέρχεσθαι,2 καὶ πάλιν εἰσερχόμενον τὸ ὕδωρ ἀπαντᾶν τὸν ἀέρα καὶ μὴ ἐᾶν ἐξέρχεσθαι.

“因为首先,他们夺去了事情的一半,因为共同的名称仅被用于两者之一。” 既然呼吸分为吸气和呼气两部分,而阿那克萨戈拉和狄奥根尼仅试图说明吸气是如何发生的原因,因此他首先指责他们说:既然谈论了呼吸的一半即吸气,为何对剩余的部分不置一词?反而将其夺去,也就是说将其遗弃。因此他们既没有谈论呼气,也不能根据他们所说的话来说明呼气;因为关于吸气尚且未能正确说明,他们又怎能谈论呼气呢?但在反驳他们的观点之前,他首先提醒我们注意发生在我们身上的事情,说:因为每当呼吸时,也就是每当吸气时,必须沿着吸气的路径再次呼气;因为吸气者必然要交替地、即轮流地呼气;因为先是吸气,接着是呼气,然后又是吸气,再次是呼气。在提醒了这些事情之后,他反驳该学说说道:“以致结果变成口中接纳水与呼气同时发生”。所说的话实质上是:既然如他们所言,水从口中排出时空气进入并发生吸气,那么显然当水进入口中时空气将排出并发生呼气。因为如果水的流出使空气进入并产生呼吸,那么水的流入就必然使空气排出并产生呼气。因为如果相反者归于相反者,另一相反者也必归于另一相反者。但若这必然如此,那么两者在相遇时就必然彼此阻碍;因为排出的水必然迎面遇到空气而不许其进入,反过来进入的水也必然迎面遇到空气而不许其排出。

语法注2 条
  1. 6.17οἱ ἰχθύες ἐναπολαμβάνοντες ὕδωρ, φησίν, ἐν τοῖς βραγχίοις ἐν τῇ ἐκτάσει τῶν βραγχίων, ἐκπέμποντες δὲ αὐτὸ ἐν τῇ συστολῇ τῶν τοιούτων βραγχίων, ταράττεται

    句首的主格复数分词 οἱ ἰχθύες ἐναπολαμβάνοντες ... ἐκπέμποντες 以鱼作为句子的主语引入,但随后的限定动词 ταράττεται(被搅动)的主语却是省略的水(ὕδωρ),从而构成破格语法(anacoluthon),其叙述重心转移到了水受搅动的过程上。

  2. 6.18ἀνάγκη γὰρ ἐξερχόμενον τὸ ὕδωρ ἀπαντᾶν τὸν ἀέρα καὶ μὴ ἐᾶν εἰσέρχεσθαι

    在带不定式的宾格句式中,ἐξερχόμενον τὸ ὕδωρ 是不定式在意义上的主语,且依据后期用法,宾格 τὸν ἀέρα 作动词 ἀπαντᾶν 的直接宾语。接下来的 καὶ μὴ ἐᾶν 同样以“水”为主语,而 τὸν ἀέρα 充当 εἰσέρχεσθαι 在意义上的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:112.26-114.18