- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:110.26-112.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔依从亚里士多德的论述,从热的散逸与阻挡解释了为何被盖住的炭火会熄灭而被灰烬掩埋的炭火得以保存,进而阐释了植物的冷却、禁食生热,以及肺的性质(贫血或多血)与呼吸需求之间的关联。
" Ἡ δὲ κρύψις σῴζει τὸ πῦρ." Κρύψιν λέγει τὴν διὰ τῆς τέφρας γινομένην. κρύπτουσι γὰρ πολλοὶ τοὺς ἄνθρακας ἀρχομένης τῆς νυκτὸς ἐν τῇ τέφρᾳ. οἱ δὲ μένουσι δι’ ὅλης τῆς νυκτὸς πεπυρωμένοι. ἔστι δὲ τὸ λεγόμενον λύσις ἐνστάσεώς τινος· εἶπε γὰρ ἄν τις· εἰ διὰ τὸ μὴ εἰσέρχεσθαι ἀέρα εἰς τοὺς πεπυρωμένους ἄνθρακας, ἵνα καταψύχωνται, σβέννυνται, διὰ τί οἱ κεκρυμμένοι σῴζονται; λύει οὖν ταύτην τὴν ἔνστασιν, δυνάμει λέγων· οἱ μὲν πεπωματισμένοι σβέννυνται διὰ τὴν τοῦ πώματος πυκνότητα (ἡ γὰρ τοῦ πώματος πυκνότης οὔτε τὸν ἐκτὸς ἀέρα ἐᾷ εἰσιέναι οὔτε τὴν τῶν ἀνθράκων θερμότητα ἐξέρχεσθαι καὶ σκεδάννυσθαι, ἀλλὰ συνέχει. ἥτις θερμότης πολλὴ γινομένη διὰ τὴν συνοχὴν κατακαίει τὴν ὕλην. οὐδὲν γὰρ διαφέρει, εἴτε καταψύχεται εἴτε σκεδάννυται.1 ὡς γὰρ ἐλάττων γίνεται ἡ θερμότης διὰ τὴν κατάψυξιν, οὕτω καὶ διὰ τὸ σκεδάννυσθαι), καὶ οἱ μὲν πεπωματισμένοι διὰ τοῦτο σβέννυνται, οἱ δὲ κεκρυμμένοι οὐ σβέννυνται διὰ τὴν τῆς τέφρας μανότητα· ἡ γὰρ μανότης οὐδὲν κωλύει τὴν τῆς θερμότητος ὑπερβολὴν ἐξέρχεσθαι καὶ σκεδάννυσθαι.
“然而掩埋保存了火。” 所谓“掩埋”,他是指通过灰烬进行的掩埋。因为许多人在夜幕降临时将炭火埋在灰烬中,而它们整夜都保持炽热。所说的内容是对某种异议的化解;因为有人可能会说:“如果炽热的炭火熄灭是因为空气没有进入其中以使其冷却,那么为什么被掩埋的炭火能保存下来呢?”因此他化解了这一异议,实质上是在说:被盖子盖住的炭火是由于盖子的致密而熄灭的(因为盖子的致密既不让外面的空气进入,也不让炭火的热散逸出去,而是将其禁锢;这种热由于被禁锢而变多,从而烧尽了质料。因为冷却还是散逸并无区别;正如热因冷却而变少,因散逸也是如此),被盖住的炭火固然因此而熄灭,但被掩埋的炭火却因灰烬的疏松而不熄灭;因为疏松完全不妨碍过剩的热散逸出去。
"Ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐν αὐτῷ θερμότητος." Ὅτι μὲν ὁ πέριξ ἀὴρ τῆς κρυπτούσης τοὺς ἄνθρακας τέφρας θερμός ἐστι διὰ τὴν ἐξιοῦσαν ἀπὸ τῶν ἀνθράκων θερμότητα, δῆλον· ζητεῖν δὲ ἄξιον, πῶς τὴν μὲν τῶν ἀνθράκων θερμότητα οὐ κωλύει ἐξέρχεσθαι ἡ τῆς τέφρας μανότης, τὴν δ’ ἐνυπάρχουσαν τῷ ἀέρι θερμότητα κωλύει εἰσέρχεσθαι. ἢ σφοδρὰ οὖσα ἡ τῶν ἀνθράκων θερμότης ἐκκρούει τὴν τοῦ ἀέρος θερμότητα εἰσερχομένην, ἐλάττονα οὖσαν, καὶ οὐκ ἐᾷ εἰσέρχεσθαι. ὅτι δὲ εἰσερχομένη ἡ τοῦ ἀέρος θερμότης καὶ ἐμμιγνυμένη τῇ τῶν ἀνθράκων θερμότητι ἐσβέννυεν ἄν τοὺς ἄνθρακας, οὐκ ἄδηλον· πλείων γὰρ οὕτω γινομένη ἡ θερμότης θᾶττον ἂν κατέκαιε τὴν τῶν ἀνθράκων ὕλην. διὰ γὰρ τοῦτο καὶ οἱ ἐν τῷ ἡλίῳ κείμενοι ἄνθρακες σβέννυνται θᾶττον. ἀλλὰ περὶ μὲν τούτων εἴρηκεν ἐν τοῖς Προβλήμασι, καὶ ὁ βουλόμενος ἐκείνοις ἐντυγχανέτω, τὸ δὲ αὐτὸ δ’ οὐκ ἄνευ φύσεως ὑπάρχει θερμότητος ἴσον ἐστὶ τῷ ‘αὐτὸ δὲ τὸ ζῷον οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητος’. λέγει δὲ καὶ ὅτι τοῖς φυτοῖς ὀλίγον ἔχουσι τὸ θερμὸν ἱκανή ἐστι πρὸς κατάψυξιν ἡ τροφή, γεώδης οὖσα καὶ ὑδατώδης καὶ διὰ τοῦτο ψυχρά, καὶ ἡ τοῦ περιέχοντος ἀέρος ψυχρότης· ὁ γὰρ περὶ γῆν, ὡς εἴρηται πολλάκις, ψυχρός ἐστιν.
“并且阻挡周围的空气,以免因其中热的过多而熄灭。” 覆盖炭火的灰烬周围的空气因炭火散出的热而发热,这是显然的;但值得探讨的是,灰烬的疏松为何不妨碍炭火的热散出,却阻碍空气中存在的热进入。或者是炭火的热由于剧烈,击退了进入的、较为微弱的空气之热,而不许其进入。如果进入的空气之热与炭火的热相混,就会熄灭炭火,这也是清楚的;因为热若以这种方式变多,就会更快地烧尽炭火的质料。正因如此,置于阳光下的炭火也熄灭得更快。不过关于这些问题,他在《问题集》中已有论述,愿知者可参阅该书。而“但它自身并非没有自然之热而存在”等同于“动物本身并非没有本性的热而存在”。他又说,对于拥有少量热的植物,土质且水质的、因而寒冷的营养,以及周围空气的寒冷,足以用于冷却;因为正如屡次言及的那样,大地周围的空气是寒冷的。
"Αἱ δὲ νηστεῖαι θερμαίνουσι." Εἰ γὰρ ἡ τροφὴ κατάψυξιν ποιεῖ, δῆλον ὡς ἡ νηστεία θερμότητα· ὁ γὰρ ἐν τῇ κοιλίᾳ ἀὴρ ἀκίνητος ὢν θερμαίνεται, τῆς δὲ τροφῆς εἰσιούσης καταψύχει, τουτέστι καταψύχεται. ἐξαυαίνεται δὲ καὶ διὰ ψῦχος καὶ διὰ καῦμα τὰ δένδρα, διὰ μὲν τὸ ψύχος, ὅτι σβέννυται τὸ ἔμφυτον θερμὸν τῇ ψύξει, διὰ δὲ τὸ καῦμα, ὅτι κατακαίεται ἡ τροφή, ἐξ ἧς τρέφεται. Σαφῆ δὲ καὶ τὰ ἑξῆς τοῖς ὁπωσοῦν ἐφιστάνειν δυναμένοις. τὸ δὲ ἀλλὰ ἀπειροτέρως τῶν συμβαινόντων ἴσον ἐστὶ τῷ ‘ἀλλὰ ἄπειροι ὄντες τοῦ τίνος ἕνεκεν συμβέβηκεν ἡ ἀναπνοὴ τοιαῦτα περὶ ἀναπνοῆς λέγουσιν’. ὅτι δὲ καὶ ὅσα σομφὸν καὶ ἄναιμον, τουτέστιν ὀλίγαιμον, ἔχοντα τὸν πνεύμονα, ἧττον δέονται ἀναπνοῆς, εἴρηται ἐν τῇ Περὶ ζῴων μορίων πολλάκις· σομφὸς γὰρ ὢν καὶ ἄναιμος καὶ διὰ τοῦτο ψυχρός, μικρᾶς ἔξωθεν ἐπιτυχὼν ἐμψύξεως ἐπὶ πολὺ διαρκεῖ πρὸς τὸ τὴν καρδίαν καταψύχειν, ὁ δὲ πολύαιμος θερμότατος ὢν διὰ τὸ αἷμα δεῖται τῆς ἔξωθεν ἐμψύξεως συνεχῶς. Τὸ δὲ διὸ πολὺν χρόνον δύναται διαμένειν παρὰ τὴν τοῦ σώματος ἰσχὺν ταὐτόν ἐστι τῷ ‘πολὺν χρόνον δύνανται μένειν διὰ τὴν τοῦ σώματος ἰσχύν’.2 ἀπό τινος γὰρ ἰσχύος δύναται μὴ πυκνῶς ἀναπνεῖν· δύναμις γάρ τις καὶ ἰσχὺς καὶ τὸ μὴ δεῖσθαι τοῦ πυκνῶς ἀναπνεῖν. πάντα δὲ τὰ ᾠοτοκοῦντα εἰπὼν ὑποδείγματα τέθεικε τῶν ἀμφιβίων· καὶ γὰρ καὶ ὁ βάτραχος καὶ ἁπλῶς πάντα τὰ φολιδωτὰ καὶ τετράποδα ᾠοτοκοῦσιν. ἐν δὲ τῇ λέξει τῇ ἐμφυσώμενος οὖν αὐτὸς ἐν τῇ κινήσει καταψύχει τὸ ἐν τῇ κινήσει ταὐτόν ἐστι τῷ ‘ἐν τῇ ἀναπνοῇ’, ὥσπερ καὶ τὸ καταψύχει τῷ καταψύχεται. ἢ τὸ καταψύχει ἀντὶ τοῦ ‘δύναται ἐπὶ πολὺ τὴν καρδίαν καταψύχειν’,3 καὶ ἐπὶ τούτῳ διαμένει ἐπὶ πολὺ ἐν τῷ ὕδατι μὴ ἀναπνέοντα. Σαφῆ δὲ τὰ ἑξῆς ἅπαντα.
“禁食则使之发热。” 因为如果营养带来冷却,显然禁食就带来热;因为腹中的空气若静止不动就会发热,但当营养进入时它便冷却,也就是说被冷却。树木因寒冷也因酷热而枯萎:因寒冷是因为天生的热被冷气熄灭,因酷热是因为滋养它的营养被烧尽。接下来的内容对于无论怎样都能留意的人而言也是明白的。而“然而对于所发生的事情更为缺乏经验”等同于“然而由于不知道呼吸是为了什么而发生,他们才这样谈论呼吸”。至于凡具有疏松且无血的、亦即贫血的肺的动物较少需要呼吸,这在《论动物的部分》中屡次被提及;因为肺既是疏松且无血的,因而是寒冷的,遇上外界微弱的冷却便足以长时间冷却心脏,而多血的肺因血液而极热,持续需要外界的冷却。而“因而凭藉身体的力量能够持久维持”等同于“由于身体的力量能够长时间保持”。因为凭藉某种力量,它能够不频繁呼吸;不需频繁呼吸本身也是一种能力和力量。他说“所有卵生动物”,并列举了两栖动物的例子;因为青蛙以及简而言之所有有鳞的四足动物都是卵生的。在“因此它自身在运动中被吹起而冷却”这句话中,“在运动中”等同于“在呼吸中”,正如“冷却”等同于“被冷却”。或者“冷却”代替“能够长时间冷却心脏”,正因如此它们才能在不呼吸的情况下在水中停留很长时间。接下来的所有内容都是明白的。
- 6.14οὐδὲν γὰρ διαφέρει, εἴτε καταψύχεται εἴτε σκεδάννυται
非人称动词 διαφέρει 以中性代词 οὐδέν 为主语,由 εἴτε... εἴτε... 引导的从句充当实质内容从句(选择性主语从句)。这表明从维持热的角度来看,通过冷却(κατάψυξις)减弱热与通过散逸(σκεδάννυσθαι)减弱热具有同等效果。
- 6.16παρὰ τὴν τοῦ σώματος ἰσχύν
介词 παρά 接宾格通常表示“违反”或“超出”,但注解者随即将其转述为 διὰ τὴν τοῦ σώματος ἰσχύν,因而在构文上将其解读为表示原因或手段的“由于”或“凭借”(或“依据”身体的力量)。
- 6.16τὸ καταψύχει τῷ καταψύχεται. ἢ τὸ καταψύχει ἀντὶ τοῦ ‘δύναται ἐπὶ πολὺ τὴν καρδίαν καταψύχειν’
注解者对动词 καταψύχει 提出了两种构文解读:(1) 将主动态 καταψύχει 视为被动/中动态 καταψύχεται 的含义(“被冷却”),(2) 补充宾语(τὴν καρδίαν),将其作为及物动词“冷却[心脏]”。无论哪种解读,主语均为前文提到的动物或肺。
