← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§109.12-110.25

先天热的衰竭与熄灭及呼吸冷却

注疏亚里士多德469b23–470a7,阐明先天热的衰竭(衰老)与熄灭皆源于营养匮乏这一同一原因,解释呼吸所起到的冷却作用,以及用盖子闷熄炭火的实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.12

" Συμβαίνει δὲ ἀμφοτέρας διὰ τὸ αὐτὸ γίνεσθαι τὰς φθοράς." Ἀμφοτέρας λέγει τὴν μάρανσιν καὶ τὴν σβέσιν. ἔστι δὲ τὸ λεγόμενον, ὅτι ἀμφότεραι διὰ τὸ αὐτὸ καὶ ἓν αἴτιον γίνονται· δι’ ὑπόλειψιν γὰρ τροφῆς. καὶ γὰρ τὸ μαραινόμενον διὰ τὸ μὴ ἔχειν τροφήν, ἐξ ἧς τραφήσεται, μαραίνεται πλέον γινόμενον καὶ ἀπόλλυται, ὥσπερ καὶ ἡ ἐν τῷ λύχνῳ φλὸξ μὴ ἔχουσα ἔλαιον. πῶς δὲ πλέον γίνεται, καὶ καταναλίσκον τὴν παρεσπαρμένην ἐν τῇ καρδίᾳ ὑγρότητα, οἱ μαρασμοὶ γίνονται, λέγει καλῶς ὁ Γαληνὸς ἐν τῷ Περὶ διαφορᾶς πυρετῶν, τὰ αὐτὰ λέγων τούτοις μετὰ πλείονος ἐργασίας. ὁμοίως δὲ καὶ τὸ σβεννύμενον· πολλῆς γὰρ τῆς τροφῆς καὶ ἐναντίας οὔσης (ἡ γὰρ πρώτη τροφή, ὡς ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς καὶ ἐν τοῖς Περὶ ψυχῆς καὶ ἐν ἄλλοις πλείοσιν εἴρηται, ἐναντία ἐστί), πολλῆς οὖν οὔσης καὶ κατασβεννυούσης αὐτὸ διὰ τὸ πλῆθος ἀπόλλυται. τὸ δὲ κατασβεννύμενον δηλονότι ἐνδείᾳ τροφῆς κατασβέννυται· μὴ γὰρ δυνάμενον κρατῆσαι τῆς τροφῆς διὰ τὴν ἐναντιότητα, ἀνάγκη μὴ τρέφεσθαι. μαραίνεται δὲ τὸ ἐν ἡμῖν θερμὸν μὴ ἀναπνέουσι, διότι ὁ εἰσιὼν ἀὴρ ἐν ταῖς εἰσπνοαῖς ψυχρὸς ὢν (ὁ γὰρ περὶ τὴν γῆν ψυχρός) ἀπαμβλύνει τὸ τοῦ θερμοῦ σφοδρὸν καὶ ἄγει εἰς συμμετρίαν. ἐν δὲ τῇ λέξει τῇ πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν, ἀναθυμίασιν τὸν εἰσιόντα ἐν τῇ εἰσπνοῇ ἀέρα λέγει. οὐ μόνον δὲ παρατιθέμενον τὸ ἔλαττον παρὰ τὸ πολὺ ἀποσβέννυται διὰ τὸ καταναλίσκεσθαι τὴν τοῦ ὀλίγου πυρὸς τροφὴν ταχέως ὑπὸ τοῦ πολλοῦ πυρός, ἀλλὰ πολλῷ πρότερον ἄν εἰς αὐτὸ τὸ πολὺ πῦρ ἐμβάλῃς ὥσπερ εἰς ἀγγεῖον τὸν λύχνον μετὰ τοῦ ἐλαίου, κατακαυθήσεται τὸ ἔλαιον καὶ σβεσθήσεται. εἰ γὰρ παρατιθέμενον κατακαίεται, πολλῷ μᾶλλον ἐμβαλλόμενον, ὥσπερ ὁ οἶνος ἐν τῷ ἀμφορεῖ, οὕτως ὁ λύχνος μετὰ τοῦ ἐλαίου ἐν τῷ πυρί, κατακαήσεται τὸ ἔλαιον. ἔοικεν οὖν ἡ τροφή, ἐξ ἧς τὸ ἐν ἡμῖν τρέφεται θερμόν, τῷ ἐμβαλλομένῳ ἐλαίῳ μετὰ τοῦ λύχνου εἰς τὸ πῦρ· ὥστε θᾶττον κατακαήσεται, εἰ μὴ ἐμψύχοιτο τὸ τρεφόμενον ὑπ’ αὐτοῦ θερμόν. αὐτὴν δὲ καθ’ αὑτὴν τοῦ λύχνου φλόγα αὐτὸν λέγει τὸν λύχνον μετὰ τῆς ἐν αὐτῷ φλογός. σβέννυται οὖν ἡ ἐλάττων φλὸξ ὑπὸ τῆς μείζονος διὰ τὸ εἶναι τῇ φλογὶ τὸ εἶναι ἐν τῷ γίνεσθαι συνεχῶς,1 ὥσπερ καὶ τὸ ἐκ τῶν χιόνων γινόμενον ὕδωρ ἐν τῷ τήκεσθαι συνεχῶς τὰς χιόνας. μὴ οὔσης δὲ τῆς ὕλης καὶ τῆς τροφῆς, ἐξ ἧς γίνεται, ἀνάγκη σβέννυσθαι, ὥσπερ καὶ τὸ ὕδωρ παύεσθαι τοῦ γίνεσθαι, μὴ οὐσῶν τῶν χιόνων, ἐξ ὧν ἐγίνετο.

“然而这两种毁灭是由于同一原因而发生的。” 所谓“两种”,他是指衰竭与熄灭。所说的意思是,两者都是由于同一且唯一的原因而发生,即由于营养的匮乏。因为那衰竭者,由于没有从中获得滋养的营养,在其[热]变得过盛时衰竭并趋于毁灭,正如油灯中的火焰没有油一样。至于热如何变得过盛,并通过消耗心脏中散布的水分而导致枯竭症发生,盖伦在《论热病的差异》中已有出色的论述,以更多的功夫讲述了与这些相同的事情。被熄灭者也是类似:因为当营养大量且具有相反性时(正如在《论生成与消灭》、《论灵魂》以及其他许多著作中所说,原初营养是相反的),当它如此大量并因其数量而将热熄灭时,[热]便趋于毁灭。而被熄灭者显然是因缺少营养而被熄灭;因为由于相反性而无法制伏营养,它必然无法得到滋养。而我们体内的热若不呼吸就会衰竭,因为吸气时进入的空气是冷的(环绕大地的空气是冷的),它削弱了热的剧烈程度,并引向适度。而在“在散发物升起之前”这句话中,他所说的“散发物”是指吸气时进入的空气。不仅置于大火之旁的小火会因小火的营养被大火迅速消耗殆尽而熄灭,而且若把带有油的油灯像放入容器一样投进大火本身之中,油更快会被彻底烧尽并熄灭。因为如果置于其旁者尚且被烧尽,那么投进其中时——犹如酒在双耳坛中一样,油灯与油在大火中——油被烧尽就更是如此得多。因此,用来滋养我们体内热的营养,类似于连同油灯一起被投入火中的油;从而若由它滋养的热得不到冷却,它就会更快被烧尽。而所谓“就其自身而言的油灯火焰”,他是指油灯本身及其中的火焰。因此,较小的火焰被较大的火焰熄灭,是因为对于火焰而言,其存在在于不断地生成,正如雪化成的水在于雪不断地融化一样。但当它由之生成的质料和营养不存在时,它必然熄灭,正如雪不存在时,原先由之生成的水也停止生成一样。

§6.13

"Παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων." Καταπνιγομένους ἄνθρακας λέγει τοὺς διά τινος κεραμέου σώματος ἢ ἄλλου τινὸς πυκνοῦ καὶ στερεοῦ ἐπικρυπτομένους· οὗτοι γὰρ τάχιον σβέννυνται. μὴ εἰσερχομένου γὰρ ἀέρος διὰ τὸ κωλύειν αὐτοῦ τὴν εἴσοδον τὸ πῶμα, ἵνα καταψύχῃ καὶ εἰς μετριότητα ἄγῃ τὴν τῆς φλογὸς θερμότητα, κατακαίεται τάχιον ἡ ὕλη καὶ κατασβέννυται. ἂν δὲ παράλληλα, τουτέστιν ἂν δὲ παρὰ μέρος2 τις τίθησι τὸ πῶμα καὶ πάλιν ἀφαιρεῖ, μένουσι πεπυρωμένοι πολὺν χρόνον· ἐν γὰρ τῇ πυκνὰ γινομένῃ ἀφαιρέσει ὁ εἰσιὼν ἀὴρ καταψύχει τὴν θερμότητα καὶ οὐκ ἐᾷ θᾶττον ἐξαναλῶσαι τὴν ὕλην, ἐξ ἧς τρέφονται.

“关于这一点,可以从被闷灭的炭火所遭遇的事情中取得例证。” 所谓“被闷灭的炭火”,他是指被某种陶制物体或其他致密坚固之物遮盖的炭火;因为这些炭火熄灭得更快。因为盖子阻碍其进入,没有空气进入以冷却火焰的热并引向适度,质料便更快被烧尽并熄灭。但如果交替地,也就是说如果有人轮流放上盖子又重新取下,它们就会在很长时间内保持炽热;因为在频繁的取下过程中,进入的空气冷却了热,而不容许它更快耗尽滋养它们的质料。

语法注2 条
  1. 6.12διὰ τὸ εἶναι τῇ φλογὶ τὸ εἶναι ἐν τῷ γίνεσθαι συνεχῶς

    主语是带有定冠词的不定词 τὸ εἶναι(其存在),谓语是介词短语 ἐν τῷ γίνεσθαι συνεχῶς(在于不断地生成),τῇ φλογί 则充当所属与格(对于火焰而言)。整句构成一个定义性判断:“对于火焰而言,其存在在于持续不断地生成”。

  2. 6.13ἂν δὲ παράλληλα, τουτέστιν ἂν δὲ παρὰ μέρος

    副词短语 παράλληλα 通常意为“并列地”,但注疏者在随后的 τουτέστιν ἂν δὲ παρὰ μέρος(也就是说交替地/轮流地)中,将其转述并限定为交替放上与取下盖子的重复动作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:109.12-110.25