- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:108.22-109.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者依据亚里士多德关于“使用者与所使用者必有区别”的论据,阐明胸膛和心脏作为动物最根本且最主导的中枢,乃是灵魂及先天热本原的所在。
" Ἔτι τὸ χρώμενον καὶ ᾧ χρῆται δεῖ διαφέρειν." Χρώμενον λέγει τὸ μέσον, αὐτόν, ὡς εἴρηται, τὸν θώρακα καὶ τὸν περὶ τὴν καρδίαν τόπον, ᾧ δὲ χρῆται τὰ ὄργανα, πόδας καὶ τὰ τοιαῦτα. ἐπεὶ γὰρ ὁ θώραξ ἐστὶ τὸ τοῦ ζῴου ἀναγκαιότατον σῶμα καὶ οὗ ἄνευ οὐ δύναται εἶναι, χωρὶς δὲ τῶν ἄλλων τοῦτο1 (πολλὰ γὰρ τῶν ζῴων οὔτε κεφαλὴν ἔχει ὡς καρκίνοι, οὔτε πόδας ὡς τὰ ἄποδα, οὔτε χεῖρας), δηλονότι χάριν τοῦ θώρακός εἰσι καὶ τὰ ἄλλα καὶ τῆς ἐν τούτῳ δυνάμεως προσπέφυκεν.2 εἰ δὲ τοῦτο δῆλον, τὸ μὲν χρώμενόν ἐστι τὸ μέσον, οἷς δὲ χρῆται τὰ λοιπά. κρείττων δὲ ὁ τρόπος τοῦ χρωμένου, καθ’ ὅσον τὸ χρώμενον ποιεῖ καὶ κινεῖ καὶ ἄρχει, τὰ δὲ πάσχουσι καὶ κινοῦνται καὶ ἄρχονται. οὗ δὲ ὁ τρόπος καὶ ἡ δύναμις κρείττων, καὶ αὐτὸ κρεῖττον. εἰ δὲ ἐν τῷ κρείττονι ἀναγκαῖον εἶναι τὴν ψυχήν, ἐν τῷ μέσῳ ἂν εἴη. εἶπε δὲ τὴν μὲν χεῖρα ὡς τὸ χρώμενον, τοὺς δὲ αὐλοὺς ὡς τὰ οἷς χρῆται. ἡ δὲ χεὶρ κρείττων τῶν αὐλῶν, καὶ τὸ μέσον ἄρα κρεῖττον τῶν ἄλλων. εἴη δ’ ἂν ἡ ἀρχὴ τῆς ἐμφύτου θερμότητος (ἀρχὴ δὲ τῆς ἐμφύτου θερμότητος ἡ θρεπτικὴ ψυχή), εἴη ἂν οὖν ἡ τοιαύτη ἀρχὴ ἐν τῇ καρδίᾳ. καὶ τοῦτο δῆλον ἐκ τοῦ τελευταίαν ταύτην ἀποψύχεσθαι, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης3 ἐπὶ τὴν ἀρχὴν ἀπὸ τῶν ἐσχάτων τε καὶ ῥᾳδίως ἀπὸ τοῦ ζῆν μεθίστασθαι δυναμένων. μάλιστα δὲ κυριώτατον τῆς πέψεως τὴν καρδίαν λέγει. τὸ δὲ ὥσπερ ἐμπεπυρευμένης ἐν τοῖς μορίοις τούτοις ἴσον ἐστὶ τῷ ‘ὡς τὸ πῦρ ἐν τῷ ἄνθρακι ἐμπεπύρευται καὶ ἔστιν, οὕτως ἡ ψυχὴ ἐν τῇ καρδίᾳ καὶ τῷ ἀνάλογον’. λέγει δὲ καὶ τὴν μὲν μάρανσιν εἶναι γῆρας, τὴν δὲ σβέσιν βίαιον· ἔστι γὰρ ἡ μὲν μάρανσις γῆρας, ἡ δὲ σβέσις βία.
“此外,使用者与所使用者必须有所分别。” 所谓“使用者”,他是指中部,正如已说过的,指胸膛本身以及心脏周围的位置;而所谓“所使用者”,则是指器官,如足以及诸如此类的部分。因为既然胸膛是动物最不可或缺的躯体,也是无之则不能存在的,而这[即使]没有其他部分[也能存在](因为许多动物既没有头,如蟹类,也没有足,如无足类动物,也没有手),显然其他部分也都是为了胸膛而存在,并且是为了其中的能力而附着生长的。如果这一点是显然的,那么使用者就是中部,而所使用者则是其余部分。并且使用者的状况更为优越,因为使用者施动、使动并支配,而其余者承受、受动并受支配。凡其状况与能力更为优越者,其自身也更为优越。因此,如果灵魂必须存在于更为优越者之中,它就应当位于中部。他又把手说成是使用者,而把管乐器说成是所使用者。而手优于管乐器,因此中部也优于其余部分。而先天热的本原应当[在其中](而先天热的本原乃是营养灵魂);因此这样的本原应当存在于心脏中。这一点从心脏最后冷却下来也显而易见,宛如自然正在瓦解,并从末端以及容易脱离生命的各部分退回到本原。他又说心脏对消化具有最高的支配权。而“宛如火种保留在这些部分中”这一文句,等同于说“犹如火在炭火中留存并存在,灵魂也是如此在心脏及其相当物中存在”。他又说,干涸衰竭是老年,而熄灭是暴力的;因为衰竭即是老年,而熄灭即是暴力。
- 6.11χωρὶς δὲ τῶν ἄλλων τοῦτο
承前句的 οὗ ἄνευ οὐ δύναται εἶναι,此处省略了谓词(εἶναι δύναται 或 ἐστί),当补充理解为“而这(胸膛)即使没有其他部分[也能存在]”。
- 6.11χάριν τοῦ θώρακός εἰσι καὶ τῆς ἐν τούτῳ δυνάμεως προσπεφυκεν
前置词 χάριν 同时支配两个属格:τοῦ θώρακος 以及并列的 τῆς ἐν τούτῳ δυνάμεως。单数动词 προσπέφυκεν 与中性复数主语 τὰ ἄλλα 形成希腊语常见的语法搭配。
- 6.11ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης
由 ὥσπερ 引导的独立属格结构,形象地描述了濒死时自然生命活动瓦解并回退的情状。
