← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§107.1-108.21

行最善者的自然与作为灵魂之居所的中部

米海尔就亚里士多德的论证(469a27)进行注解,阐明在依据感觉器官的经验论证之后,如何通过“自然成就最善者”的理论论据证明营养与感觉灵魂位于身体中部(心脏),并剖析了消化吸收器官的空间配置及中部位置的安全性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.10

" Κατὰ δὲ τὸν λόγον, ὅτι τὴν φύσιν ὁρῶμεν ἐν πᾶσιν ἐκ τῶν δυνατῶν ποιοῦσαν τὸ κάλλιστον." Δείξας ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει, ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ θρεπτικὴ καὶ αἰσθητικὴ ψυχή (ἀπὸ γὰρ τοῦ βλέπειν ἐν ταῖς ἀνατομαῖς, ὅτι φανερώτατα πρὸς τὴν καρδίαν οἱ πόροι τείνουσιν οἱ τῆς ἁφῆς καὶ τῆς γεύσεως, εὕρομεν ὅτι ἐν αὐτῇ ἐστιν ἡ αἰσθητική, καὶ ἁπλῶς ἀπὸ τῶν φανέντων, ἅπερ ἦσαν τὰ μέχρι τοῦ νῦν ἐκτιθέμενα, εὑρόντες καὶ τὴν θρεπτικὴν καὶ τὴν αἰσθητικήν, ὅτι ἐν αὐτῇ τυγχάνουσιν οὖσαι), δείκνυσιν αὐτὸ καὶ ἀπὸ τοῦ λόγου1 καί φησιν· ἐπειδὴ γὰρ ἡ φύσις ἐκ τῶν ἐνδεχομένων τὸ κάλλιστον ποιεῖ, κάλλιστον δ’ ἐν τῷ μέσῳ εἶναι τὰς εἰρημένας τῆς ψυχῆς δυνάμεις, ἐν τῷ μέσῳ ἂν εἶεν. ὅτι δὲ κάλλιστον ἐν τῷ μέσῳ εἶναι, ἐπήγαγεν εἰπὼν ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας.2 ἔστι δὲ τὸ λεγόμενον δυνάμει· καθ’ ὅσον ὁ μέσος τόπος μέσος ἐστὶ τῶν ὀργάνων, τῶν τε δι’ ὧν τὴν τροφὴν λαμβάνομεν καὶ τῶν δι’ ὧν ἀποσκευαζόμεθα τὰ αὐτῆς περιττώματα, ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν3 καὶ κατὰ τοῦτο ἂν εἴη ἡ ψυχὴ ἐν τούτῳ. ἐν μέσῳ γὰρ οὖσα δύναται ἐπίσης καὶ ἄνωθεν ἀπὸ τοῦ στόματος καὶ κάτω πρὸς τὴν κοιλίαν ἕλκειν καὶ ἐκ ταύτης ἀποσκευάζεσθαι πάλιν τὰ περιττώματα. καὶ ἐπεὶ ἐν ᾧ ἡ θρεπτικὴ ἐστιν, ἐν τούτῳ καὶ ἡ αἰσθητική, ὡς δέδεικται, δείκνυται δὲ ὅτι ἡ θρεπτικὴ ἐν τῷ μέσῳ ἐστί (ταύτῃ γὰρ ἁρμόζει ἡ νῦν ἐπιχείρησις), ἐν τούτῳ ἄρα καὶ ἡ αἰσθητική. Ἡ μὲν οὖν διάνοια οἶμαι τοιαύτη, κατὰ δὲ τὴν λέξιν τὴν ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας τὸ οὐσίας ταὐτόν ἐστι τῷ τῆς φύσεως. ἐν τῷ μέσῳ γὰρ οὔσης τῆς οὐσίας καὶ τῆς φύσεως (ἡ γὰρ ἑκάστου οὐσία ἡ ἑκάστου φύσις ἐστίν), ἐν τῷ μέσῳ οὖν οὔσης τῆς οὐσίας τῆς θρεπτικῆς καὶ αἰσθητικῆς ψυχῆς ἐν τῷ μέσῳ ἂν εἴη καὶ ἡ αἰσθητικὴ καὶ ἡ θρεπτικὴ ψυχή. ἔστι δὲ ἡ ἐπιχείρησις μᾶλλον ἁρμόζουσα λέγεσθαι ἐπὶ τῆς θρεπτικῆς. κατεργαζόμενον δὲ λέγει τὴν ἐσχάτην τροφὴν τὸ παχὺ ἔντερον τὸ πρὸς τῇ ἕδρᾳ (συμπέττει γὰρ καὶ τοῦτο καὶ τὰ λοιπὰ ἔντερα τὴν τροφήν, ἣν δέξονται, ὡς πολλάκις εἴρηται· ὡς γὰρ ἐν τῇ Περὶ ζῴων μορίων εἴρηται, οὐχ ἅμα τῷ δέξασθαι τὰ ἔντερα ἐκ τῆς κοιλίας τὰ περιττώματα εὐθὺς ἀποκρίνουσιν αὐτά, ἀλλὰ κατεργάζονται καὶ αὐτὰ καὶ συμπέττουσι μέρος τι τῆς τοιαύτης περιττώσεως), κατεργαζόμενον οὖν τὴν τροφὴν λέγει τὴν κάτω κοιλίαν, αὐτό φημι τὸ παχὺ ἔντερον, ἐσχάτην δὲ τροφὴν λέγει νῦν τὸ περίττωμα τῆς ἄνω κοιλίας· τρέφει γὰρ καὶ τὸ τοιοῦτον περίττωμα, ἕως ἂν συμπέπτηται καὶ κατεργάζηται ὑπὸ τῶν ἐντέρων. δεκτικὸν δὲ λέγει τὴν ἄνω κοιλίαν. ἀλλ’ ἐπεὶ ἀσαφῶς ἀπήγγελται ἡ λέξις, πάλιν αὐτὴν οὕτως δεῖ καθιστάνειν· ἐν τῷ μέσῳ γὰρ οὖσα ἡ ψυχὴ τοῦ τε στόματος καὶ συναμφοτέρων, τοῦ ἐργαζομένου τὴν ἐσχάτην τροφὴν καὶ τοῦ δεκτικοῦ, δύναιτ’ ἂν τό τε ἐργαζόμενον καὶ τὸ δεκτικὸν ἀποτελεῖν τὸ οἰκεῖον ἔργον κάλλιστα διὰ τὴν τῆς καρδίας πρὸς αὐτὰ γειτνίασιν. ληπτέον οὖν τό τε δεκτικὸν καὶ τὸ ἐργαζόμενον ὡς ἕν, τὸ δὲ στόμα ὡς ἄλλο· ὥστε δυοῖν ὄντοιν μέσον ἔσται ἡ καρδία. λέγει δὲ κατεργαζόμενον τὸ ἔντερον, οὐχ ὡς μόνον αὐτὸ ὂν τὸ κατεργαζόμενον (πολλῷ γὰρ πρότερον ἡ ἄνω κοιλία κατεργάζεται), ἀλλὰ διὰ τὸ εἶναι ἄδηλον τοῖς πολλοῖς, εἰ κατεργάζεται καὶ αὐτό, διὰ τοῦτο τοῦτο ἐπήγαγε. τὸ δὲ πρὸς ἑκατέρῳ γὰρ αὐτῶν οὕτως ἔσται ταὐτόν ἐστι τῷ ‘ἐν μέσῳ οὖσα καλῶς ἂν ἔχοι πρὸς ἑκατέρῳ αὐτῶν, τῷ τε ἐργαζομένῳ καὶ τῷ δεκτικῷ’. ἔτι καὶ καθ’ ὅσον τὸ μέσον ἔχει χώραν ἀρχικήν (ἀσφαλέστατος γὰρ ὁ μέσος τόπος καὶ δυσπαθέστατος), καὶ κατὰ τοῦτο ἄν εἴη ἐν τῷ μέσῳ. ἐν πᾶσι γὰρ ἡ φύσις τῆς τοῦ κατ’ αὐτὴν γινομένου σωτηρίας στοχάζεται. δύναται δὲ μᾶλλον ἐν τῷ μέσῳ φυλάττεσθαι διὰ τὴν ἀσφάλειαν καὶ δυσπάθειαν. τοῦτο δὲ τὸ μέσον, ὡς εἴρηται, ὁ θώραξ ἐστὶ καὶ ὁ περὶ τὴν καρδίαν τόπος.

“而依凭论理,则是因为我们看到自然在一切事物中都从可能者中成就最善者。” 在根据显现于感觉的事实指明了营养灵魂和感觉灵魂位于中部之后(因为从在解剖中看到触觉和味觉的通道最显然地延伸至心脏,我们发现了感觉灵魂位于其中;简言之,从显现的事实,即迄今所陈述的那些事实,我们发现了营养灵魂和感觉灵魂都恰好存在于其中),他又依凭论理指明这一点,说道:既然自然从诸种可能性中成就最善者,而灵魂的上述诸能力位于中部乃是最善的,那么它们就应当位于中部。至于位于中部是最善的这一点,他补充说道:“如果每个本原的实体都在中部”。而所说之言的实际含义是:只要中央位置居于我们借以摄取食物的器官与我们借以排泄食物残余的器官(两者都带有某种不便之处)之间,在这层意义上灵魂也当存在于此处。因为位于中部,它便能同等地既从上方的口中汲取,又向下引至胃中,并从胃中再次排出残余。而且既然正如已指明的,营养灵魂所在之处也是感觉灵魂所在之处,并且指明了营养灵魂位于中部(因为当前的论证正适用于它),因此感觉灵魂也在此处。 我认为其思想意旨大致如此;但在文句“如果每个本原的实体都在中部”中,“实体”一词等同于“自然”。因为当其实体与自然位于中部时(因为各事物的实体就是各事物的自然),当营养灵魂与感觉灵魂的实体位于中部时,感觉灵魂与营养灵魂也就都在中部了。不过这一论证更适合就营养灵魂而言。而所谓“加工终极食物者”,他是指靠近肛门的大肠(因为正如常谈及的,大肠与其他肠道同样消化它们所接收的食物;正如在《动物部分论》中所说,肠道并非一从胃中接收残余就立即将其排出,而是自身也加工并消化这类残余的一部分);因此,所谓“加工食物者”,他是指下腹部,即大肠本身;而所谓“终极食物”,他在此是指上腹部的残余;因为只要这类残余仍被肠道消化与加工,它也同样提供滋养。所谓“接收者”,他是指上腹部(胃)。但由于这一文句表述得不够明晰,必须再次作如下梳理:灵魂若位于口与两者之合——即加工终极食物者和接收者——的中部,那么由于心脏与它们相邻近,加工者与接收者便能最完满地成就各自固有的功用。因此必须把接收者与加工者视作一体,而把口视作另一体;从而在二者之间,心脏将居于中部。而他称肠道为“加工者”,并非因为只有它才是加工者(因为上腹部早已先行加工),而是因为对众人而言并不清楚肠道是否也进行加工,正是为此他才加上了这一说法。至于“因为这样它将靠近它们之中的每一方”,等同于说“处于中间,它将对于它们之中的每一方,即加工者与接收者,都处于良好的关系中”。此外,只要中部占据着主导的地位(因为中部位置最为安全且最不易受损),在这一意义上它也当位于中部。因为在一切事物中,自然都以依其而生者的持存为宗旨。而在中部,凭借其安全与不易受损,它更能得到保全。而正如已说过的,这处中部就是胸膛以及心脏周围的位置。

语法注3 条
  1. 6.10Δείξας ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει ... δείκνυσιν αὐτὸ καὶ ἀπὸ τοῦ λόγου

    该句核心骨架由分词从句 Δείξας ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει, ὅτι... 与主句 δείκνυσιν αὐτὸ καὶ ἀπὸ τοῦ λόγου 构成。在分词 Δείξας 的宾语从句 ὅτι... 之后,插入了长篇括号式原因说明(ἀπὸ γὰρ τοῦ βλέπειν ... οὖσαι),其中嵌套了动词 εὕρομεν 及分词 εὑρόντες,构成了明显的超步法/隔置结构(hyperbaton)。

  2. 6.10ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας

    引自亚里士多德原文的属格独立结构。τῆς οὐσίας 作为分词 οὔσης 的逻辑主语,受 τῆς ἀρχῆς ἑκατέρας(“每个本原的”)修饰;注解者米海尔在后文指出,此处的 τῆς οὐσίας 等同于“自然(τῆς φύσεως)”。介词短语 ἐν τῷ μέσῳ 与分词 οὔσης 构成表语关系。

  3. 6.10ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν

    属格独立结构。ἀμφοτέρων 指代前文提及的两类器官(摄取食物的器官与排泄残余的器官),在此作背景/附带说明,指出二者在空间运作上均带有某种不便或困难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:107.1-108.21