← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§105.27-106.31

作为主导灵魂居所的心脏与感觉机能的汇聚

米海尔注解了亚里士多德的文本(469a8–469a12),论证了灵魂的主导本原必然位于作为终极目的的心脏中,并通过解剖上感觉器官向心脏的汇聚以及一个三段论证明感觉能力与营养能力共存于心脏之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8

" Δεῖ γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν." Κύριον τὴν αἰσθητικὴν ἢ καὶ τὴν θρεπτικὴν λέγει ψυχήν. ἔστι δὲ τὸ λεγόμενον· ἐπειδὴ ἡ καρδία οὗ ἕνεκα (τοῦ γὰρ ταύτης ἔργου ἕνεκα ἡ τῶν ἄλλων μορίων ἐργασία), δεῖ τὸ κύριον πρὸς αὐτὴν διατελεῖν, ἤτοι ἐν αὐτῇ εἶναι,1 ἀλλ’ οὐκ ἐπ’ ἄλλῳ τινὶ μορίῳ τῶν τοῦ σώματος τῶν ἕνεκα τῆς καρδίας ὄντων. τὸ δὲ οἷον ὁ ἰατρὸς πρὸς τὴν ὑγίειαν ἴσον ἐστὶ τῷ ‘καὶ γὰρ ὁ ἰατρὸς πρὸς τὴν ὑγείαν ἐστίν’· ᾗ γὰρ ἰατρός, χάριν τῆς ὑγείας ἐστίν, οὕτω δὲ καὶ τὸ ἧπαρ χάριν τῆς καρδίας.

“因为主导者必须延伸至〔他物〕为了它而存在的事物。” 他所说的“主导者”是指感觉灵魂,抑或兼指营养灵魂。而所说的意思是:既然心脏是“〔他物〕为了它而存在的事物”(因为其他部分的运作是为了它的功能),那么主导者必须延伸至它,即存在于它之中,而不能存在于身体其他任何为了心脏而存在的部分上。而“正如医生相对于健康”这句话等同于“因为医生也是相对于健康的”;因为就其作为医生而言,他是为了健康而存在的,同样,肝脏也是为了心脏而存在的。

§6.9

"Δύο δὲ φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν." Ἦν ἂν καταλληλότερος ἡ λέξις, εἰ ἀντὶ τοῦ δέ συνδέσμου τὸν γάρ εἶχεν, ἵν’ ᾖ· δύο γὰρ φανερῶς ἐνταῦθα. εἰπὼν γὰρ ἀλλὰ μὴν τό γε κύριον τῶν αἰσθήσεων ἐν τῇ καρδίᾳ ἐστὶ (ταύτην γὰρ ἀναγκαῖον εἶναι κοινὸν αἰσθητήριον· ἀνάγκη γὰρ ἐν τῷ κοινῷ αἰσθητηρίῳ τὴν κοινὴν εἶναι αἴσθησιν), εἰπὼν γὰρ ταῦτα2 τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγει ‘δύο’ λέγων ‘φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν’. ἐπεὶ γάρ, ὡς ἐκ τῶν ἀνατομῶν φαίνεται, τῆς τε ἁφῆς καὶ τῆς γεύσεως τὰ αἰσθητήρια πρὸς τὴν καρδίαν τείνουσι, δηλονότι καὶ τῶν λοιπῶν, ἀκοῆς δηλονότι καὶ τῶν ἄλλων, πρὸς αὐτήν εἰσιν. οὐ γὰρ εἰκὸς ἐν ἄλλῳ μὲν μέρει τοῦ σώματος εἶναι τὴν γεῦσιν καὶ ἁφήν, ἐν ἄλλῳ δὲ τὴν ἀκοὴν καὶ τὰς λοιπὰς δύο. τὸ δὲ ἐν τούτῳ μὲν γὰρ τοῖς ἄλλοις αἰσθητηρίοις ἐνδέχεται καὶ τὰ ἑξῆς τῆς λέξεως3 ἴσον ἐστὶ τῷ ‘πάντων μὲν γὰρ τῶν αἰσθητηρίων τὰς κινήσεις τὰς ἀπὸ τῶν αἰσθητῶν ἐν αὐτοῖς γινομένας ἐνδεχόμενόν ἐστιν πρὸς τὴν καρδίαν γίνεσθαι διὰ τὸ πρὸς αὐτὴν τείνειν τοὺς πόρους τούτων, οὐδὲν δὲ τούτων τείνει πρὸς τὸν ἐγκέφαλον’ (τοῦτον γὰρ εἶπεν ἄνω τόπον)· οὐδενὸς γὰρ αἰσθητηρίου πόρος πρὸς αὐτὸν τείνει. ἀλλὰ περὶ μὲν τούτων εἴρηται πολλάκις, πῶς πρὸς τὴν καρδίαν τείνουσιν οἱ τῶν αἰσθητηρίων πόροι, καίπερ ὄντες ἐν τῇ κεφαλῇ· χωρὶς δὲ τῶν εἰρημένων, εἰ τὸ ζῆν ἐν τῇ καρδίᾳ καὶ ἀπὸ τῆς καρδίας ἐστίν, ὡς εἴρηται, δηλονότι καὶ τὸ αἰσθητήριον ἐν ταύτῃ ἂν εἴη. ᾗ μὲν γὰρ ζῷον, ταύτῃ καὶ ζῆν φαμεν, ᾗ δὲ αἰσθητικόν, ταύτῃ καὶ ζῷον. ὥστε συλλογιστέον ὧδέ πῃ· ᾗ αἰσθητικόν, ταύτῃ καὶ ζῷον· ᾗ ζῷον, ταύτῃ καὶ ζῇ· ᾗ ἄρα αἰσθητικόν, ταύτῃ καὶ ζῇ. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη ἐν ἄλλῳ μὲν μέρει τοῦ σώματος τὸ αἰσθητικόν, ἐν ἄλλῳ δὲ τὸ θρεπτικόν, τὸ αἴτιον τοῦ ζῆν. δι’ ἣν δ’ αἰτίαν, εἴρηται ἀνωτέρω. διὰ τί δ’ ἐν τῇ κεφαλῇ τὰ αἰσθητήρια, εἴρηται ἐν τῷ Περὶ ζῴων μορίων καὶ ἐν τῷ Περὶ ζῴων γενέσεως. ἐν δὲ τῇ λέξει τῇ ‘μέσον τῶν τριῶν μορίων’ μόρια λέγει τὸ ἄνω καὶ κάτω, δεξιὸν καὶ ἀριστερόν, ἔμπροσθεν καὶ ὄπισθεν.

“我们显见有两门〔感觉〕汇聚于此处。” 如果文句中不是连词“但是(δέ)”,而是“因为(γάρ)”,行文就会更加连贯,即成为:“因为显见有两门〔感觉〕在此处[汇聚]”。因为在说过“然而感觉的主导者是在心脏中(因为心脏必然是共同感觉器官;因为在共同感觉器官中必然存在共同感觉)”之后,在说了这些之后,他便通过这些文句指明其原因,说道“我们显见有两门〔感觉〕汇聚于此处”。因为正如从解剖中所见,触觉和味觉的感觉器官都延伸至心脏,显然其余〔感觉〕、即听觉及其他〔感觉〕的〔感觉器官〕,也是朝向心脏的。因为味觉和触觉在身体的一个部位,而听觉和其余两种在另一个部位,这是不合情理的。而“因为在其中对于其他感觉器官是可能的”以及接下来的文句,等同于:“因为对于所有感觉器官而言,源自感觉对象而在它们之中产生的运动都有可能朝向心脏发生,由于它们的通道延伸至心脏,而这些〔感觉器官〕没有一个延伸至大脑”(因为他所说的“上方之处”就是指大脑);因为没有任何感觉器官的通道是延伸至大脑的。但关于这些,感觉器官的通道尽管位于头部却如何延伸至心脏,已经多次论及。除上述所言之外,如果生命活动正如所说的那样存在于心脏中且源自心脏,显然感觉器官也当在其中。因为就其作为动物而言,在这一意义上我们也说它活着;而就其具有感觉而言,在这一意义上它也是动物。因此应当大致作如下的三段论推理:“就其具有感觉而言,它也是动物;就其作为动物而言,它活着;因此,就其具有感觉而言,它活着”。如果这是真的,感觉能力就不会在身体的一个部位,而作为生命之原因的营养能力在另一个部位。由于何种原因,上文已经论及。至于为何感觉器官在头部,已在《动物部分论》和《动物生成论》中论及。而在“三个部分的中部”这一句中,他所说的“部分”是指上与下、右与左、前与后。

语法注3 条
  1. 6.8δεῖ τὸ κύριον πρὸς αὐτὴν διατελεῖν, ἤτοι ἐν αὐτῇ εἶναι

    米海尔将亚里士多德正文中的“πρὸς τὸ οὗ ἕνεκα διατελεῖν”(延伸至他物为了它而存在的事物)解释为“ἤτοι ἐν αὐτῇ εἶναι”(即存在于它之中),把带有“πρός”的前置词短语理解为不仅表示方向或延伸,更表示在终极目的中的内在归属关系。

  2. 6.9εἰπὼν γὰρ ... εἰπὼν γὰρ ταῦτα

    通过重复“εἰπὼν γάρ... εἰπὼν γὰρ ταῦτα”形成的复述恢复结构(epanalepsis)。由于中间插入了较长的插入性解释(“ταύτην γὰρ ἀναγκαῖον...”),为了重新连接主句的骨干“τὴν αἰτίαν τούτου διὰ τούτων ἐπάγει”,分词从句被再次重复。

  3. 6.9τὸ δὲ ἐν τούτῳ μὲν γὰρ τοῖς ἄλλοις αἰσθητηρίοις ἐνδέχεται καὶ τὰ ἑξῆς τῆς λέξεως

    中性定冠词“τὸ δέ”将引用的短语“ἐν τούτῳ μὲν γὰρ...”整体名词化,充当整个句子的语法主语,而谓语是“ἴσον ἐστὶ τῷ...”。这一句法骨架用于引出注解者对亚里士多德复杂文句的转述和重构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:105.27-106.31