← 艾菲索斯的米海尔

亚里士多德《自然诸论丛》评注

§104.3-105.26

植物中部与动物心脏中的营养能力

米海尔借助几何线段阐明,在种子的发芽以及嫁接与插植中,植物的营养能力都位于节与结合部等中部位置,进而论证动物的心脏作为血管与血液的本原及终极完成者,乃是灵魂的核心所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6

" Ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου." Εἰπὼν ὅτι δῆλον ἐπισκοποῦσι τὴν ἀπὸ τῶν σπερμάτων γένεσιν, σαφηνίζων ἐπήγαγεν· ἥ τε γὰρ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου. ἐπεὶ γὰρ ἐκ τοῦ καρποῦ πάλιν καρπὸς γίνεται (ἀπὸ γὰρ κοκκυμήλου πάλιν κοκκύμηλον καὶ ἀπὸ κυάμου κύαμος καὶ ἀπὸ τῶν ἄλλων ὁμοίως), ὁρῶμεν δὲ ὅτι ἡ βλάστη καὶ αἱ ταύτης ῥίζαι ἐκ τοῦ μέσου φύονται, δηλονότι ἐν τῷ μέσῳ ἐστὶ τὸ θρεπτικόν. ἐν ᾧ γὰρ πρώτως τρέφεταί τι, ἐν τούτῳ ἐστὶ τὸ θρεπτικόν. τρέφεται δὲ πρώτως καὶ ἀναφύει ἐν τῷ μέσῳ ἡ ῥίζα καὶ ἡ βλάστη, ἀφ’ ἧς ῥίζης καὶ βλάστης εἰσὶν οἱ καρποί. ἐν αὐτῷ ἄρα τῷ μέσῳ τὸ τοιοῦτόν ἐστι τῆς ψυχῆς μόριον, ἤγουν τὸ θρεπτικόν. Ἡ μὲν οὖν διάνοια αὕτη, τὰ δὲ κατὰ τὴν λέξιν τοιαῦτα· διθύρων γὰρ ὄντων ἐν πᾶσιν, ᾗ συμπέφυκεν ἔχεται,1 τουτέστι διθύρων γὰρ ὄντων τῶν καρπῶν ἔχεται καὶ ἔστι τὸ θρεπτικόν, ὅπου συμπεφύκασιν αἱ θύραι· συμπεφύκασι δ’ ἐν τῷ μέσῳ, ἐν τῷ μέσῳ ἄρα ἐστὶ τὸ θρεπτικόν. καί ἐστι τὸ μέσον ἑκατέρου τῶν μορίων, τουτέστιν ἑκατέρας θύρας, ἐνταῦθα, ἤτοι ὅπου συμπεφύκασιν αἱ θύραι. ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων2 ἐλλιπῶς ἀπήγγελται καὶ διὰ τοῦτο ἀσαφῶς. λείπει γὰρ ἐν τῇ λέξει τὸ ἐντεῦθεν καὶ ὁ γὰρ σύνδεσμος. ἦν δ’ ἂν κατάλληλος ἡ γραφή, εἰ οὕτως εἶχεν ‘ὅ τε γὰρ καυλὸς ἐκφύεται ἐντεῦθεν καὶ ἡ ῥίζα τῶν φυομένων’. ὥστε εἰ ὁ καυλὸς καὶ ἡ ῥίζα ἐκ τοῦ μέσου, ὁ δὲ καρπὸς ἐκ ῥίζης καὶ καυλοῦ, ὁ καρπὸς ἄρα ἐκ τοῦ μέσου. τὸ δὲ ἡ δ’ ἀρχὴ τὸ μέσον αὐτῶν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὥστε ἡ ἀρχὴ αὐτῶν τὸ μέσον ἐστί’. τὸ δ’ αὐτῶν, κἂν ἐπὶ τῆς ῥίζης καὶ τοῦ καυλοῦ ἀκούοιμεν, κἂν ἐπὶ τῶν καρπῶν, οὐδὲν διαφέρει.3 ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις συμβαίνει τοῦτο μάλιστα περὶ τοὺς ὄζους. τοῦτο λέγει τὸ εἶναι τὸ θρεπτικὸν ἐν τῷ μέσῳ. ἔστι δὲ καὶ τοῦτο τὸ ἐπιχείρημα ἀπὸ τῶν φαινομένων τῇ αἰσθήσει. ἔστω δὲ καυλὸς δένδρου ἡ Α Β Γ γραμμή, κλάδος δὲ ἡ Β Δ, καὶ ὄζος ἡ Β Ε. ταῦτα δὲ εἰλήφθω λόγου χάριν· τὸ γὰρ ἀκριβὲς ἐν τούτοις οὐ δεῖ θεωρεῖν. διὰ τί; ὅτι τὸ μὲν δένδρον ἔχει πάχος, ἡ δὲ γραμμὴ ἀπλατής. ἔστιν οὖν ὁ ὄζος ἀρχὴ τοῦ κλάδου, ἅμα δὲ καὶ μέσον· ἔστι γὰρ μέσον τοῦ τε κλάδου καὶ τοῦ καυλοῦ.

“因为在所有事物中,种子的生成都发生在中部。” 在说过这对于考察源自种子的生成的人而言是显而易见的之后,他为了阐明而补充道:“因为在所有事物中,种子的生成都发生在中部”。因为既然从果实中又生成果实(从李子中又生成李子,从豆子中生成豆子,其他植物亦然),而且我们看到嫩芽及其根都是从中部长出的,所以显然营养能力是在中部。因为某物最初赖以获得营养的地方,营养能力便在此处。而根与芽——果实正是来自此根与芽——最初获得营养并在其中生长的地方正是中部。因此,灵魂的这一部分,即营养能力,正是在这中部本身之中。思想本身固然是这样,但就文字而言则是如下情形:“因为在所有事物中,它们既然是二瓣的,便连接于结合之处”,这就是说,由于果实是二瓣的,营养能力便连接并且存在于两瓣结合之处;而它们是在中部结合的,因此营养能力就在中部。“并且各部分的中间”,即每一瓣的中间,“就在此处”,亦即两瓣结合的地方。“茎长出,且生长之物的根也[长出]”这一说法表述得有所欠缺(省略),因此显得晦涩。因为在文字中缺失了“从此处”一词和连词“因为”。如果原文作如下表述,行文就会是匀称连贯的:“因为茎也从此处长出,且生长之物的根也[从此处长出]”。所以,如果茎和根都来自中部,而果实来自根与茎,那么果实也就来自中部。而“它们的本原是中间”就等同于“因此它们的本原是中间”。至于“它们的”,无论我们将其理解为根与茎,还是理解为果实,都没有任何分别。“在嫁接和插植中,这种情况尤其发生在节周围”。他所说的“这种情况”是指营养能力位于中部。这个论证同样来自对感觉显现的现象。设线 Α Β Γ 为树木的茎干,Β Δ 为枝条,Β Ε 为节。设定这些乃是为了说明的缘故;因为在这些事物中不应苛求精确。为什么?因为树木具有厚度,而线是没有宽度的。因此节既是枝条的本原,同时也是中间;因为它是枝条与茎干之间的中间。

§6.7

"Ὥστε ἢ τοῦτο ἀφαιροῦσιν." Ὥστε ἢ τὸν κλάδον μετὰ τοῦ ὄζου ἀφαιροῦσιν ἐν ταῖς ἀποφυτείαις καὶ τὸν μὲν ὄζον κατορύττουσιν ὡς μέσον καὶ ἐν ἑαυτῷ ἔχοντα τὸ θρεπτικόν, τὸ δὲ λοιπὸν ἐκτὸς ἐῶσιν ἵστασθαι, ἢ εἰς τοῦτο ἐμβάλλουσιν ὡς ἐν τοῖς ἐγκεντρισμοῖς· ἐν γὰρ τούτοις τὸν μὲν κλάδον ἐκκόπτουσιν, εἰς δὲ τὸν ὄζον τὸ ἐγκέντριον ἐμβάλλουσι. ταῦτα δὲ ποιοῦσιν, ἵνα ἢ ὁ κλάδος ἐν τοῖς ἐγκεντρισμοῖς ἐκ τούτου γένηται (τὸ γὰρ ἐγκέντριον ἀντὶ τοῦ ἀποκοπέντος κλάδου γίνεται), ἢ ἵνα αἱ ῥίζαι ἐκ τούτου γένωνται ὡς ἐν ταῖς ἀποφυτείαις. ὥσπερ δὲ μεταξὺ κλάδου καὶ καυλοῦ ἐστιν ἡ ἀρχή, οὕτω πάλιν μεταξὺ καυλοῦ καὶ ῥίζης·4 ὡς γὰρ ῥίζα πρὸς καυλόν, οὕτως ὄζος πρὸς κλάδον. ὅτι δὲ ἡ καρδία πρώτη γίνεται καὶ τρέφεται, εἴρηται πολλάκις. ἔτι δὲ καὶ διὰ τὸ εἶναι τὴν καρδίαν ἀρχὴν φλεβῶν, καὶ διὰ τοῦτο ἂν εἴη τῶν ζῴων ἀρχή, καὶ διὰ τοῦτο ἂν εἴη ἐν αὐτῇ ἡ ψυχή. ἀλλὰ καὶ διὰ τὸ εἶναι αὐτὴν ἀρχὴν τοῦ αἵματος, τὸ δ’ αἷμα τελευταίαν τροφήν, καὶ διὰ τοῦτο ἐν αὐτῇ ἂν εἴη ἡ ψυχή. ἐν ᾧ γὰρ ἡ τελευταία τροφὴ γίνεται, ἐν τούτῳ ἀνάγκη εἶναι καὶ τὸ θρεπτικόν· ἐν ᾧ δὲ τοῦτο, ἐν τούτῳ καὶ τὸ αἰσθητικόν, ὡς δέδεικται. ἔτι ἐπειδὴ ἡ τοῦ αἵματος λειτουργία διὰ τὴν τῆς κοιλίας, ταύτης δὲ διὰ τὴν τῆς καρδίας, ἡ δὲ καρδία τὸ τέλος ἐπιτίθησιν (αὐτὴ γὰρ ἐξαιματοῖ), κυριωτάτη ἄρα καὶ ἀρχὴ ἡ καρδία. ὥστε καὶ ἐν αὐτῇ ὡς ἐν ἀρχῇ ἡ θρεπτική τε καὶ αἰσθητικὴ ψυχή. ἐν δὲ τῇ λέξει τῇ τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν μόρια τὸ στόμα καὶ τὴν κοιλίαν καὶ τὸ ἧπαρ λέγει· τὰ γὰρ ἔργα τούτων τῶν μορίων χάριν τοῦ τῆς καρδίας ἔργου εἰσί.

“因此他们要么切除这个。” 因此,在插植中他们要么将枝条连同节一起切除,并将节埋入土中,因为它作为中间且自身包含着营养能力,而让其余部分留在外面;要么插入于此处,如在芽接中那样;因为在芽接中他们切去枝条,而将接穗插入节中。他们这样做,要么是为了在芽接中使枝条从此处长出(因为接穗代替了被切除的枝条),要么是为了使根从此处长出,如在插植中那样。正如枝条与茎干之间存在本原一样,茎干与根之间也同样存在本原;因为根相对于茎干,正如节相对于枝条。至于心脏最先生成并获得营养,这已被多次论及。此外,也由于心脏是静脉血管的本原,正因如此它应当是动物的本原,并且正因如此灵魂应当在其中。而且还由于它是血液的本原,而血液是最终的养料,正因如此灵魂也应当在其中。因为在最终养料生成的地方,营养能力必然也在其中;而在营养能力所在之处,正如已被证明的那样,感觉能力也在其中。此外,既然血液的功用是为了胃的功用,而胃的功用是为了心脏的功用,心脏则赋予终极完成(因为它自身使之变为血液),所以心脏是最具支配地位的且是本原。因此,营养灵魂和感觉灵魂都作为在始原中那样存在于心脏之中。在“因为其他部分关于养料的功用”这句话中,所说的“部分”是指口、胃和肝脏;因为这些部分的功用是为了心脏的功用。

语法注4 条
  1. 6.6διθύρων γὰρ ὄντων ἐν πᾶσιν, ᾗ συμπέφυκεν ἔχεται

    独立属格 διθύρων... ὄντων 的逻辑主语由上下文及注疏者补充的 τῶν καρπῶν(果实/种子)构成。ἔχεται 并非无人称结构,而是承前补出主语 τὸ θρεπτικόν(营养能力),表示营养能力紧密附着于两瓣结合之处。

  2. 6.6ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων

    注疏者指出亚里士多德此句(468b21)属于省略句(ἐλλιπῶς)因而语意晦涩,并通过补出介词短语 ἐντεῦθεν(从此处)和连词 γάρ(因为),将其重构为结构完整的因果分句:ὅ τε γὰρ καυλὸς ἐκφύεται ἐντεῦθεν καὶ ἡ ῥίζα...

  3. 6.6τὸ δ’ αὐτῶν, κἂν ἐπὶ τῆς ῥίζης καὶ τοῦ καυλοῦ ἀκούοιμεν, κἂν ἐπὶ τῶν καρπῶν, οὐδὲν διαφέρει

    关于属格代词 αὐτῶν 的先行词,注疏者通过 κἂν... κἂν...(无论是……还是……)句式提出了两种成立的句法指涉(“根与茎”或“果实”),并指出无论取哪一种,对论证结论均无实质区别。

  4. 6.7ὥσπερ δὲ μεταξὺ κλάδου καὶ καυλοῦ ἐστιν ἡ ἀρχή, οὕτω πάλιν μεταξὺ καυλοῦ καὶ ῥίζης

    在 ὥσπερ... οὕτω... 的比较比例结构中,后半的对应分句省略了动词 ἐστίν 和主语 ἡ ἀρχή。随后的 ὡς γὰρ ῥίζα πρὸς καυλόν, οὕτως ὄζος πρὸς κλάδον 则将这一对应关系重述为清晰的几何比例格式(A : B = C : D)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:104.3-105.26