- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:102.27-104.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德的论述(468b7–16),米海尔阐明了昆虫被切断后能够存活并感知而高等动物则不然的原因,将其归结于单一本体构造与复合物构造的差异以及真实灵魂与受动状态的区别,并引出植物中营养中枢的经验证据。
" Ἐνδεᾶ τε εἶναι τὰ μὲν τοῦ ληψομένου." Ὧν ἂν ἀφαιρεθῇ ἡ κεφαλή, ταῦτά εἰσιν ἐνδεᾶ καὶ ἐστερημένα τοῦ ληψομένου τὴν τροφήν· ὧν δ’ ἂν ἀφαιρεθῇ ἡ κοιλία, ταῦτα ἐστέρηνται τοῦ δεξομένου. ζῶσι δὲ τὰ τῶν ἐντόμων μέρη διὰ τὸ ἐοικέναι τὰ ἔντομα, ὡς καὶ ἐν τῷ Περὶ ζῴων πορείας εἴρηται, ζῴοις ἐκ πολλῶν ζῴων συγκειμένοις· ἔοικε γὰρ τὸ ἔντομον τὸ ὂν ἓν τῷ ἀριθμῷ ζῴῳ ἐκ πολλῶν ζῴων συνεστηκότι. ὥσπερ γὰρ εἰ ἦσαν κατὰ τὸν μῦθον δύο ἄνθρωποι συμπεφυκότες κατὰ τὴν ῥάχιν, εἶτα διαιρεθέντες καὶ διαζευχθέντες ἀπ’ ἀλλήλων ἠδύναντο ζῆν, τοιοῦτόν τι δεῖ νοεῖν ἐν τοῖς ἐντόμοις· ἕκαστον γὰρ αὐτῶν μόριον ὥσπερ ζῷόν τί ἐστι. περὶ ὧν εἴρηταί μοι ἐπὶ πλέον ἐν ταῖς εἰς τὸ Περὶ ζῴων πορείας σχολαῖς. καὶ ταῦτα μὲν δύναται ζῆν διὰ τὸ ἕκαστον αὐτῶν ἐοικέναι ζῴῳ ἐκ πολλῶν ζῴων συνεστηκότι, τὰ δὲ ἀρίστως ἔχοντα τὴν σύστασιν, οἷον ἄνθρωποι, ἵπποι, τὰ ὅμοια, τοῦτο οὐ πάσχει, τουτέστι τὸ δύνασθαι διαιρούμενα ζῆν. διὰ τί; ὅτι ἡ τοῦ ἀνθρώπου φύσις μία ἐστὶ καὶ οὐ πολλαί. τοῦτο δὲ ταὐτόν ἐστι τῷ ‘ὅτι ἕκαστον αὐτῶν ἓν ἐστι ζῷον, ἀλλ’ οὐκ ἐκ πολλῶν συνεστηκός’. καὶ διὰ τὸ εἶναι ἕκαστον αὐτῶν ἓν ζῷον μικρὰν αἴσθησιν ἔνια ποιεῖ διαιρούμενα τῶν ζῴων1 (ἔστι δὲ τὸ μικρὰν αἴσθησιν ποιεῖν ὅμοιον τῷ ‘βραχέως αἰσθάνονται καὶ πάμπαν ἀμυδρῶς’), τὰ δὲ τῶν ἐντόμων μέρη σφοδρῶς· αἰσθάνονται γὰρ καὶ τῶν βραχέων διὰ τὸ εἶναι ὥσπερ ζῷον αὐτὸ καθ’ αὑτὸ ἕκαστον μόριον. καὶ τὰ μὲν τῶν ἐντόμων μέρη ἀκριβῶς αἰσθάνονται, διότι ἑκάστῳ αὐτῶν ἀποτμηθέντι τοῦ ὅλου ἐνεργείᾳ ἐστὶν ἡ αἰσθητικὴ ψυχή· τὰ δὲ τῶν ἀνθρώπων καὶ τῶν ἵππων καὶ τῶν ἄλλων οὐκ ἀκριβῶς, διότι οὐκ ἔχει τὴν αἰσθητικὴν ψυχήν, ἀλλὰ πάθος τι τῆς αἰσθητικῆς ψυχῆς. ὅσον δὲ διαφέρει τὰ πάθη τῶν ἐν οἷς εἰσι πάθη, τοσοῦτον καὶ ἑκάστου τῶν ἀρίστων ζῴων μορίου αἴσθησις πρὸς τὰς τῶν μορίων τῶν ἐντόμων αἰσθήσεις. πλεῖστον δὲ διαφέρει ἡ ψυχὴ καὶ τὰ ἀπ’ αὐτῆς πάθη· πλεῖστον ἄρα καὶ ἡ ἀπ’ αὐτῆς προσεχῶς γινομένη αἴσθησις τῆς ἀπὸ τοῦ πάθους αὐτῆς γινομένης. κινεῖται δὲ ἡ χελώνη ἀφαιρεθείσης τῆς καρδίας διὰ τὸ ἔχειν ψυχικόν τι πάθος.
“并且,有的部分缺乏那将摄取[食物]的部分。” 凡被切除头部的,都缺乏并被剥夺了将摄取养料的部分;而凡被切除胃部的,都被剥夺了将容纳养料的部分。昆虫的各部分之所以存活,是因为昆虫如在《论动物行进》中所说的那样,类似于由许多动物构成的动物;因为在数目上为一的昆虫,类似于由许多动物构成的动物。因为正如依照神话,如果两个人沿着脊柱长在一起,随后被分开并彼此分离后仍能够存活,在昆虫的情形中也应当作如此设想;因为它们的每个部分都仿佛是一个动物。关于这些,我在对《论动物行进》的讲义中已作了更详尽的论述。这些生物能够存活,是因为它们中的每一个都类似于由许多动物构成的动物,而那些具有最优良构造的,如人、马及类似之物,则不遭受这一情况,即在被分割后能够存活。为什么?因为人的本性是一而不是多。而这与“它们中的每一个都是一个动物,而不是由许多动物构成的”是一回事。并且由于它们中的每一个都是一个动物,某些动物在被分割后表现出微弱的感觉(“表现出微弱的感觉”就等于“它们稍微地且完全模糊地感觉”),而昆虫的各部分则强烈地[感觉];因为由于每个部分本身仿佛就是一个动物,它们甚至能感知微小之物。昆虫的各部分能准确地感知,是因为对于它们中从整体切下的每一个部分而言,感觉灵魂都在现实中存在;而人、马以及其他动物的各部分则不能准确地[感知],因为它们不具有感觉灵魂,而只是具有感觉灵魂的某种受动状态。受动状态与这些受动状态所在的主体相差有多大,最优良动物的每个部分的感觉相对于昆虫各部分的感觉,其差异也就有多大。而灵魂与从它而来的诸受动状态相差极大;因此,直接从灵魂产生的感觉与从它的受动状态产生的感觉,其差异也极大。乌龟在心脏被切除后仍能移动,是因为它具有某种源于灵魂的受动状态。
"Ἔτι δὲ ἐπί τε τῶν φυτῶν δῆλον καὶ ἐπὶ τῶν ζῴων." Καὶ τοῦτο τὸ ἐπιχείρημα ἀπὸ τῆς αἰσθήσεως τὴν πίστιν ἔχει. δῆλον, φησίν, ὅτι τὸ θρεπτικὸν ἐν τῷ μέσῳ ἐστὶ καὶ ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ζῴων. ἐπὶ μὲν τῶν φυτῶν δῆλον ἐπισκοποῦσι2 τὴν τῶν σπερμάτων γένεσιν καὶ τὰς ἐμφυτείας καὶ τὰς ἀποφυτείας. ἔστι δὲ ἐμφυτεία μὲν ὁ ἐγκεντρισμός, ἀποφυτεία δὲ τὸ τοὺς ἀφαιρεθέντας ἐκ τῶν δένδρων κλάδους εἰς γῆν φυτεύειν· ὅπερ οἱ νεώτεροι μεταφυτείαν καλοῦσιν.
“此外,在植物和动物的情形中也是显而易见的。” 这个论证同样从感觉获得其确信。他说,显而易见,营养能力在植物和动物的情形中都位于中部。在植物的情形中,对于考察种子的生成、嫁接和插植的人而言是显而易见的。嫁接是指芽接,而插植是指将从树木上截取的枝条植入土中,这也就是更近代的人们所称的移栽。
- 6.4μικρὰν αἴσθησιν ἔνια ποιεῖ διαιρούμενα τῶν ζῴων
主语为中性复数短语 ἔνια τῶν ζῴων(“动物中的某些”),谓语动词 ποιεῖ 依中性复数主语取单数动词规则。短语 αἴσθησιν ποιεῖν 为习惯表达,意为“表现出感觉”,注疏者紧接着将 τὸ μικρὰν αἴσθησιν ποιεῖν 解释为 βραχέως αἰσθάνονται(“它们微弱地感知”)。
- 6.5ἐπισκοποῦσι
现在分词阳性复数与格,用作从属于谓语形容词 δῆλον 的“判定者与格”(dativus iudicantis),意为“对于考察……的人而言是显而易见的”。该分词没有显式的先行词名词,实质化指代一般的观察者。
