- 底本
- Michael, In Parva Naturalia Commentaria. Commentaria in Aristotelem Graeca XXII.1, ed. P. Wendland, Berlin: Reimer 1903, pp. 1-149. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4034.tlg002.humanitext-grc1:101.15-102.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
米海尔阐发了亚里士多德关于心脏作为中部本原的感觉与理性论据,结合昆虫与植物的分割事例,说明灵魂诸能力在现实上为一、在潜能上为多并在被分割后成为现实的多,并穿插了他儿时观察蚱蜢腿的经历。
" Ἀλλ’ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον." Πρῶτον τὴν ἀπὸ τῆς αἰσθήσεως ἐνάργειαν μαρτύρεται, ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἡ θρεπτικὴ ψυχή, καὶ οὕτως ἐπάγει τὰς ἀπὸ τοῦ λόγου πίστεις. λέγει οὖν ὅτι πολλὰ τῶν ζῴων ὁρῶμεν ἀφαιρουμένων ἑκατέρων τῶν μορίων, τῆς τε κεφαλῆς καὶ τοῦ κάτω τῆς καρδίας (κάτωθεν γὰρ τῆς καρδίας ἡ δεκτικὴ τῆς τροφῆς κοιλία ἐστί), πολλὰ οὖν τῶν ζῴων ὁρῶμεν ὅτι ζῇ, μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον, τουτέστι μετὰ τοῦ λοιποῦ,1 ἐν ᾧ ἐστιν ἡ καρδία ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ· ταύτην γὰρ εἶπε μέσον. εἰ δὴ τὰ μὲν ἄλλα μόρια οὐ ζῇ, τὸ δὲ ἔχον2 τὸ μέσον, ἤτοι τὴν καρδίαν ἢ τὸ ἀνάλογον τῇ καρδίᾳ, ζῇ, δηλονότι τὸ αἴτιον τοῦ ζῆν, ἤτοι τὸ θρεπτικόν, ἐν τῇ καρδίᾳ ἢ τῷ ἀναλόγῳ τῇ καρδίᾳ ἐστί, τὰ δὲ ἔχοντα τὸ τοιοῦτον μόριον, ἤγουν τὸ θρεπτικόν, ἐνεργείᾳ μὲν ἔχουσιν ἕν, δυνάμει δὲ πλείω. ὡς γὰρ τὸ ἐν τῷ κάδδῳ ὕδωρ ἐνεργείᾳ μέν ἐστιν ἕν, δυνάμει δὲ πλείω, διαιρεθὲν δὲ γίνεται ἐνεργείᾳ πλείω, οὕτως καὶ τὸ ἐν τοῖς φυτοῖς καὶ τοῖς ἐντόμοις θρεπτικὸν ἓν μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δὲ πλείω· διαιρεθέντα δὲ καὶ τὸ φυτὸν καὶ τὸ ἔντομον, γίνεται τὸ θρεπτικὸν ἐνεργείᾳ πολλά. καὶ ἔστι πρώτως ἡ θρεπτικὴ ψυχὴ ἐν τῇ καρδίᾳ ἢ ἐν τῷ ἀναλόγῳ, ἀπὸ δὲ ταύτης ἢ τούτου διαδίδοται καὶ εἰς τὸ λοιπὸν σῶμα, ὥσπερ καὶ ἡ αἴσθησις εἰς τὰ αἰσθητήρια. δι’ ἣν δέ, φησίν, αἰτίαν τὰ μὲν τῶν φυτῶν ἀποφυτευόμενα δύναται ζῆν, τινὰ δὲ οὐ δύναται ζῆν (οὐ γὰρ πάντα ὅσα ἀποφυτεύεται δύναται ζῆν), ἄλλος ἔστω λόγος· τῆς γὰρ Περὶ φυτῶν πραγματείας ὁ λόγος. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν οὐ δύναται διαιρούμενα ζῆν, τὰ δ’ ἀποφυτεύεται τῶν φυτῶν, ἄλλος ἔστω λόγος. τὸ δ’ ἀποφυτεύεται ταὐτόν ἐστι τῷ δύναται ζῆν. ἔστι δὲ ἀσαφὴς ἡ λέξις. ἢ γὰρ τὸ λεγόμενόν ἐστιν, ὅτι δι’ ἣν δ’ αἰτίαν τὰ μέν, ἤτοι τὰ ζῷα, διαιρούμενα οὐ δύναται ζῆν, τὰ δ’ ἀποφυτεύεται, τουτέστι τὰ δὲ φυτὰ διαιρούμενα δύναται ζῆν, ἕτερος ἔστω λόγος. ἢ ἔστι τὸ λεγόμενον,3 ὅτι δι’ ἣν δ’ αἰτίαν ἄλλα μὲν τῶν φυτῶν δύναται ζῆν, ἄλλα δὲ οὐ δύναται, ἄλλος ἔστω λόγος. ἀλλὰ τοῦτο μὲν οὕτως. ὥσπερ δὲ ἡ θρεπτικὴ ψυχὴ μία μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δὲ πλείους, οὕτω καὶ ἡ αἰσθητική. τῶν γὰρ ἐντόμων τμηθέντων εἰς πλείω τμήματα, καὶ ἕκαστον τῶν τμημάτων αἴσθησιν ἔχον (αἰσθάνονται γὰρ τῶν προσπιπτόντων αὐτοῖς), δηλονότι τότε πλείους εἰσὶν ἐνεργείᾳ αἱ αἰσθήσεις. ἐγὼ γὰρ οὑτωσὶ ἀλόγως παῖς ὢν ἀνέσπων τοὺς μεγάλους τῆς ἀκρίδος πόδας καὶ ἐτίθουν αὐτοὺς ἐν πέτρᾳ ἢ γῇ ἢ ὅπου ἂν ἔτυχεν· ἐν ᾧ τεθέντες ἦσαν πάμπαν ἀκίνητοι. ὁπηνίκα δ’ ἡψάμην τινὸς αὐτῶν, ἥλλετο καὶ ὅλως ἐκινεῖτο ἐκ τοῦδε εἰς τόδε τὸ ὑποκείμενον, ὡς δηλονότι αἴσθησιν ἔχον. καὶ τὰ μὲν τῶν ζῴων μέρη, καίπερ αἰσθανόμενα, οὐ δύναται ζῆν διὰ τὸ μὴ ἔχειν στόμα (περὶ οὗ εἴρηται ἐπὶ πλέον ἐπὶ τέλει τοῦ δευτέρου βιβλίου τῆς Περὶ ψυχῆς πραγματείας), τὰ δὲ φυτὰ δύναται ζῆν δι’ ἃς αἰτίας εἴρηται ἐκεῖσε.
“然而,营养灵魂的本原位于这三个部分的中部,无论依感觉还是依理性看来都是显而易见的。” 他首先引用来自感觉的明晰性作为证据,证明营养灵魂位于中部,并由此引出理性的证明。因此他说,我们看见许多动物在两边的部分——即头部以及心脏以下的部分(因为在心脏下方是容纳养料的胃)——被切除时,我们看见许多动物仍活着,只要与中部在一起,也就是说,与心脏或心脏的类似物所在的其余部分在一起;因为他把这称为“中部”。既然其他各部分不能存活,而拥有中部的部分,即心脏或心脏的类似物,能够存活,那么显而易见,活着的原因即营养能力存在于心脏或心脏的类似物中,而拥有此类部分即营养能力的生物,现实上具有一个,潜能上则具有多个。因为正如桶中的水现实上是一,潜能上是多,一旦被分开就现实地成为多,植物和昆虫中的营养能力同样在现实上是一,潜能上是多;植物和昆虫一旦被分割,其营养能力在现实上就变成多个。并且营养灵魂首要地存在于心脏或其类似物中,而从它散布到身体的其余部分,正如感觉散布到各感觉器官一样。他说:“但是,究竟出于什么原因,植物中的某些在被截枝插植后能够存活,另一些则不能存活(因为并非所有插植的都能存活),这应当留待另一篇讨论;因为这是属于《论植物》专论的讨论。”“究竟出于什么原因,有些东西在被分割后不能存活,而植物中的有些则被插植,这应当留待另一篇讨论。”而“被插植”与“能够存活”是一回事。但这措辞是不明确的。因为所表达的意思要么是:究竟出于什么原因,某些东西即动物在被分割后不能存活,而另一些则被插植,也就是植物在被分割后能够存活,这应当留作另一篇讨论;要么所表达的意思是:究竟出于什么原因,植物中的某些能够存活,另一些则不能,这应当留作另一篇讨论。不过这一点且作罢。正如营养灵魂在现实上是一,在潜能上是多,感觉灵魂亦是如此。因为当昆虫被切成多个切段,并且每个切段都具有感觉时(因为它们感知落碰在它们身上的东西),显而易见,彼时感觉在现实上是多个。我自己孩提时就曾这样无知妄为地扯下蚱蜢的大腿,放在石头上、地上或随处所在;放置在那里时它们全然不动,但每当我触碰其中一条腿,它就会跳起并整体上从这一个支承处移动到那一个支承处,显然表明它具有感觉。动物的各部分虽然有感觉,但由于没有嘴而无法继续存活(关于这一点在《论灵魂》专论第二卷末尾已有更详尽的论述),而植物则由于在那处所陈述的诸原因而能够存活。
- 6.3μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον, τουτέστι μετὰ τοῦ λοιποῦ
关系从句 μεθ’ οὗπερ ἂν ᾖ τὸ μέσον 意为“无论中部与哪一部分在一起”,充当由 μετά 引领且先行词被省略的介词短语。米海尔随后用 τουτέστι μετὰ τοῦ λοιποῦ 补充说明了这一被省略的先行词。
- 6.3τῶν γὰρ ἐντόμων τμηθέντων εἰς πλείω τμήματα, καὶ ἕκαστον τῶν τμημάτων αἴσθησιν ἔχον
前半句 τῶν ἐντόμων τμηθέντων 为属格独立结构,而紧随 καί 的 ἕκαστον τῶν τμημάτων αἴσθησιν ἔχον 则转为了主格分词短语,构成了轻微的破格句(anacoluthon)。两者在语意上协同构成表示时间或条件的前提背景。
- 6.3ἢ γὰρ τὸ λεγόμενόν ἐστιν ... ἢ ἔστι τὸ λεγόμενον
关联结构 ἢ ... ἤ 对亚里士多德的原句(τὰ μὲν ... τὰ δ’ ἀποφυτεύεται τῶν φυτῶν)提出了两种可能的句法解释:第一种解释将 τὰ μέν 理解为动物,τὰ δέ 理解为植物(动物与植物的对比);第二种解释将 τῶν φυτῶν 视作统摄两项,理解为植物内部的对比(能插植存活的与不能存活的)。
