- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:99.28-100.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据《尼各马可伦理学》第五卷第八章开篇,赫利奥多罗斯讨论了行不义之事却并非不义之人的情况,将其区分为行为出于不同目的(如医生的善意欺骗或为了获利而通奸)以及因无知而产生的非自愿行为。
Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. κεφ. ηʹ Πῶς ἔστιν ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι. κεφ. ηʹ. Περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, καὶ τίς ἑκατέρα τούτων ἡ φύσις, καὶ περὶ δικαίου καὶ ἀδίκου, καθόλου εἴρηται. ἐκεῖνο δὲ νῦν ζητητέον· ἐπεί εἰσί τινα ἀδικήματα, ἃ ποιῶν τις ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστι, τίνα ταῦτα. πρῶτον δὲ ἐκεῖνο δείξομεν, ὅτι δυνατὸν ἀδικεῖν τινα καὶ μὴ ἄδικον εἶναι, οἷον κλέπτειν καὶ μὴ κλέπτην εἶναι καὶ μοιχεύειν καὶ μὴ μοιχὸν εἶναι. ὁ γὰρ κλέψας τὴν μάχαιραν τοῦ μαινομένου, ἵνα μὴ ἑαυτὸν ὁ μαινόμενος ἀποσφάξῃ, ἔκλεψε μέν, κλέπτης δὲ οὐκ ἔστι· καὶ ὁ μοιχεύων, ἵνα δυνηθῇ πλουτεῖν, μοιχεύει μέν, μοιχὸς δὲ οὐκ ἔστιν, ἀλλὰ φιλοχρήματος· καὶ εἴ τις ἰατρὸς ἀπατῴη τὸν νοσοῦντα ἐφ’ ᾧ σώσει,1 ἀπατᾷ μέν, ἀπατεὼν δὲ οὐκ ἔστι. ὅτι οὖν ἐστι δυνατόν τινα ἀδικεῖν καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν ἧς τὸ ἔργον ποιεῖ, δῆλον. τίνα δὲ ἐστι ταῦτα τὰ ἀδικήματα, ἑνὶ καθολικῷ λόγῳ ῥητέον· ὅσα ἀδικεῖ τις2 οὐχ ἕνεκα τοῦ τέλους, ὃ προσήκει τῇ ἀδικίᾳ ἐκείνῃ, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἄλλου τέλους ἕνεκα, ἢ ἀγαθοῦ ἢ φαύλου, κατ’ ἐκεῖνα ἀδικεῖ μέν, ἄδικος δὲ οὐκ ἔστιν. ἀπατᾷ μὲν γὰρ ὁ ἰατρός, ἀπατεὼν δὲ οὐκ ἔστιν· οὐ γὰρ τέλος ἔχει τὴν ἀπάτην τοῦ νοσοῦντος ἀλλὰ τὴν σωτηρίαν· ὁμοίως καὶ ὁ κλέψας τὸ ξίφος τοῦ μαινομένου οὐ ζητεῖ τὸ πλέον λαβεῖν ἑαυτῷ καὶ λάθρα παρακερδᾶναι τοῦ πλησίον ὥσπερ ὁ κλέπτης, ἀλλὰ τέλος ἔχει τὴν τοῦ μαινομένου σωτηρίαν. πᾶσα δὲ πρᾶξις ἀπὸ τοῦ τέλους τὸ εἶδος λαμβάνει καὶ τὸν ὁρισμόν, καὶ διὰ τοῦτο καὶ τὸ ὄνομα· τὸ γὰρ ὄνομα συνεσταλμένος ὁρισμός ἐστιν. οὐδὲ γὰρ τὸν στρατηγὸν ἑλεπόλεις κατασκευάζοντα πολλάκις καὶ ὁρμητήρια ἐν πολιορκίαις οἰκοδόμον ἐροῦμεν ἢ τέκτονα· τὰ μὲν γὰρ οἰκοδόμου καὶ τοῦ τέκτονος ποιεῖ καὶ οἰκοδομεῖν λέγεται, ὅτι δὲ οὐ πρὸς τὸ τέλος ἀποσκοπεῖ τοῦ οἰκοδόμου ἀλλὰ τὸ τοῦ στρατηγοῦ, οὐκ οἰκοδόμος ἀλλὰ στρατηγός ἐστι καὶ καλεῖται· καὶ ὁ τὸν γάμον μὲν τοῦ πλησίον ἀδικῶν, μὴ δι’ ἀκολασίαν δὲ αὐτὸ τοῦτο προαιρούμενος ἀλλὰ διὰ φιλοχρηματίαν, οὐκ ἂν εἴη μοιχὸς ἀλλὰ φιλοχρήματος. δυνατὸν τοίνυν τινὰ ἀδικεῖν, καὶ μὴ ἄδικον εἶναι κατ’ ἐκείνην τὴν ἀδικίαν, ἧς τὴν πρᾶξιν ποιεῖ, ἀλλὰ ἢ οὐδαμῶς ἄδικον, ὥσπερ ὁ ἰατρός, ἢ καθ’ ἑτέραν ἀδικίαν ἄδικον, ὥσπερ ὁ μοιχός. κατὰ τίνα δὲ τρόπον, εἴρηται. δυνατὸν δὲ καὶ ἄλλως ἀδικοῦντα μὴ ἄδικον εἶναι, ὅταν ἀκουσίως τις ἀδικῇ· ὁ γὰρ νυκτὸς ἀγνοήσας τὸν κλέπτην καὶ τὸν μὴ κλέπτην ἀποκτείνας ἠδίκησε μέν, ἄδικος δὲ οὐκ ἔστι.
论如何可能行不义之事却并非不义之人。第八章 论如何可能行不义之事却并非不义之人。第八章。 那么,关于正义与不公正,以及它们各自的本性是什么,并且关于正义之物与不公正之物,已经作了总体上的论述。但现在必须探究这一点:既然存在某些不义行为,人在行这些行为时虽行不义之事,却并非不义之人,那么这些行为是哪些?首先我们要表明这一点:某人行不义之事却并非不义之人是可能的,正如偷盗却并非窃贼,通奸却并非通奸者一样。因为那个为了不让疯子自刎而偷走其短刀的人,确实实施了偷盗,却并不是窃贼;而那个为了能够发财而通奸的人,确实实施了通奸,却并不是通奸者,而是爱财者;并且如果有某位医生为了救活病人而欺骗病人,他确实行了欺骗,却并不是骗子。因此,显而易见,某人行不义之事,但在他所做之事所属的那种不公正上却并非不义之人,这是可能的。至于这些不义行为是哪些,应当用一句概括的话来说明:凡是某人行不义之事不是为了他所实施的行为所属的那种不公正所应有的目的,而是为了另一个目的(无论善恶),在这些行为上他确实行了不义之事,却并不是不义之人。因为医生的确行了欺骗,却并不是骗子;因为他并非以欺骗病人为目的,而是以病人的获救为目的。同样,那个偷了疯子佩剑的人,并不像窃贼那样寻求为自己多占份额并暗中占邻人的便宜,而是以疯子的获救为目的。一切行为都从目的获得其形式和定义,并因此获得其名称;因为名称就是紧缩的定义。因为我们也不会把围城中常常建造攻城器械和进攻基地的将军称为建筑工或木匠;因为他确实在做建筑工和木匠的事并且被说是在建造,但由于他不是着眼于建筑工的目的,而是着眼于将军的目的,所以他不是建筑工而是将军,且被如此称呼;而那个损害邻人婚姻、但并非由于放荡而是由于爱财而选择此事的,将不是通奸者,而是爱财者。因此,某人行不义之事,而在他所实施的行为所属的那种不公正上却并非不义之人,这是可能的,或者像医生那样绝非不义之人,或者像那通奸者那样在另一种不公正上是不义之人。至于依何种方式,已经说明了。此外,人在非自愿地行不义之事时,也可以以另一种方式行不义之事却并非不义之人;因为那个在夜间未能辨认出窃贼而杀死了非窃贼之人的人,确实行了不义之事,却并不是不义之人。
- 5.ἐφ’ ᾧ σώσει
介词 ἐπί 后接中性与格关系代名词 ᾧ 以及将来时直陈式 σώσει,构成表示条件或目的的习惯句式(“以救活为条件/为了救活”)。
- 5.ὅσα ἀδικεῖ τις
中性复数宾格关系代名词 ὅσα 充当动词 ἀδικεῖ 的内含宾格(同源宾格),并与主句中的 κατ’ ἐκεῖνα(“在那些[不义行为]上”)相照应。
