← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§98.31-99.27

作为行不义与受不义之中道正义

本节阐明了行公道是“不公正地对待他人(过多)”与“遭受不公正对待(过少)”之间的中道,指出正义不同于处于两种恶德之间的其他德性,它仅与“不公正”这一种恶德相对立并通过产生比例均等而成为中道,并对比了正义与不公正在分配原则上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι Ὅτι ἡ δικαιοσύνη μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι. κεφ. ζʹ. Τούτων δὲ οὕτω διωρισμένων, φανερόν ἐστιν, ὅτι ἡ δικαιοπραγία μεσότης ἐστὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι· τὸ μὲν γὰρ πλέον ἐστί, τὸ δὲ ἔλαττον· τὸ μὲν γὰρ ἀδικεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ πλέον ἔχειν, ὅπου τὸ ἴσον ἔδει· τὸ δὲ ἀδικεῖσθαι, τὸ ἔλαττον ἔχειν. καὶ ἡ δικαιοσύνη μεσότης ἐστὶν οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς·1 τῶν μὲν γὰρ ἄλλων ἀρετῶν ἑκάστη μέση ἐστὶ δύο κακιῶν, τὴν μὲν ὑπερβάλλουσα τῆς δὲ ἐλλείπουσα· ἡ μὲν γὰρ σωφροσύνη μεταξὺ τῆς ἠλιθιότητος καὶ τῆς ἀκολασίας ἐστίν, ἡ δὲ ἀνδρεία μεταξὺ τῆς δειλίας καὶ τῆς θρασύτητος, καὶ αἱ ἄλλαι ὁμοίως· ἡ δὲ δικαιοσύνη οὐκ ἔχει παρ’ ἑκάτερα δύο κακίας, αἷς ἀντίκειται, ἀλλὰ μόνῃ τῇ ἀδικίᾳ ἀντίκειται· μέση δέ ἐστιν, ὅτι τῆς ἀδικίας τὴν ἀνισότητα εἰσαγούσης, τὸ ἴσον αὐτὴ ζητεῖ, καὶ τούτου ἐστὶ ποιητική. ὃ δὴ ἴσον μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, καὶ διὰ τοῦτο αὐτὴ μὲν μεσότης ἐστίν, ἡ δὲ ἀδικία ἀκρότης, ὅτι τῶν ἄκρων ἐστί. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν ἕξις, καθ’ ἣν ὁ δίκαιος κατὰ προαίρεσιν πρακτικός ἐστι τοῦ δικαίου καὶ διανεμητικός, ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς,2 οὐχ ἑαυτῷ μὲν πλέον τοῦ ἀγαθοῦ παρέχων ἐν τῇ διανομῇ, ἔλαττον δὲ τῷ πλησίον, ἢ τοῦ βλαβεροῦ ἑαυτῷ μὲν ἔλαττον, πλέον δὲ τῷ πλησίον, ἀλλὰ τὸ ἴσον τοῦ κατὰ ἀναλογίαν· ὁμοίως δὲ καὶ ἄλλῳ νομοθετῶν τὰ ἴσα ποιεῖν ἐν ταῖς διανομαῖς. τοιαύτη μὲν ἡ δικαιοσύνη. ἡ δὲ ἀδικία πᾶν τοὐναντίον· ὑπερβολὴ γὰρ καὶ ἔλλειψίς ἐστι τοῦ ὠφελίμου καὶ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. ὁ γὰρ ἄδικος ἐν ταῖς διανομαῖς ὑπερβάλλει μὲν τὸν πλησίον ἐν τοῖς ὠφελίμοις, ἐλλείπει δὲ αὐτοῦ ἐν τοῖς βλαβεροῖς· ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλ’ ὡς ἔτυχεν·3 ὥστε εἶναι καὶ ὑπερβολὴν καὶ ἔλλειψιν ἐν τοῖς ἀδικήμασι τὸ μεῖζον καὶ τὸ ἔλαττον· καὶ μεῖζον μέν ἐστι τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι· ὧν μέσον ἐστὶ τὸ ἴσον, ἤτοι τὸ δίκαιον.

论正义是不公正地对待他人与遭受不公正对待之间的中道 论正义是不公正地对待他人与遭受不公正对待之间的中道。第七章。 在这些事情得到如此界定之后,显而易见,行公道是不公正地对待他人与遭受不公正对待之间的中道;因为前者是过多,而后者是过少。因为不公正地对待他人无非是在应当均等的地方拥有过多,而遭受不公正对待则是拥有过少。并且正义作为中道的方式,并不与先前的诸德性相同;因为其余诸德性中的每一种都是两个恶德之间的中道,超过其一而不足于另一——例如,节制处于无知觉与放荡之间,勇敢处于怯懦与鲁莽之间,其余德性亦然。然而正义并非在两端各有两个与之相对立的恶德,而是仅与不公正相对立。但它之所以是中道,是因为当不公正引入不均等时,正义自身寻求均等,并且是产生均等的动因。正是这一均等,乃是较大者与较小者之间的中道,正因如此,正义自身是中道,而不公正则是极端,因为它属于两端。正义是一种品质,依此品质,正义之人出于选择而成为行正义之事者和分配者,以致既为自己立下规范,以便恰当地向他人分配,且在必要时也向自己分配,又为他人提供分配的准则;在分配中不是把较多的善物给予自己而把较少的善物给予邻人,也不是把较少的有害之物留给自己而把较多的有害之物给予邻人,而是按比例分配均等之物;同样地,也规范他人以便在分配中做到均等。正义便是如此。而不公正却完全相反;因为它是违反比例而对有益之物和有害之物的过度与不足。因为不公正之人在分配中有益之物上超过邻人,在有害之物上却不足于邻人;而当他向他人之间进行分配时,即使那时也是违背比例的,只是他并不使同样的人在同样的事物上过度或不足,而是任意行事。因此,在不公正的行为中,过度与不足就是较大者与较小者;而较大者是不公正地对待他人,较小者是遭受不公正对待;二者的中道乃是均等,也就是正义之物。

语法注3 条
  1. 5.οὐ τὸν αὐτὸν τρόπον ταῖς προτέραις ἀρεταῖς

    与格 ταῖς προτέραις ἀρεταῖς 与形容词短语 ὁ αὐτός 连用,表示比较的基准(“以与先前的诸德性相同的方式”)。它指明正义作为中道的方式与前文所讨论的处在两种恶德之间的品德有所不同。

  2. 5.ὥστε καὶ ἑαυτῷ νομοθετεῖν προσηκόντως διανέμειν πρὸς ἄλλους καὶ πρὸς ἑαυτὸν εἰ δεήσει, καὶ τοῖς ἄλλοις παρέχειν κανόνα διανομῆς

    在由 ὥστε 引导的结果状语从句中,不定式 νομοθετεῖν 与 παρέχειν 由 καὶ... καί 并列连接。不定式 διανέμειν 作 νομοθετεῖν 的补足成分(“为自己制定规范去分配……”)。随后的分词 οὐχ... παρέχων 在语法上与主句主语 ὁ δίκαιος 一致,说明具体的分配方式。

  3. 5.ὅταν δὲ πρὸς ἄλλους τὴν διανομὴν ποιῆται, καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον, πλὴν οὐ τοὺς αὐτοὺς ποιεῖ τῶν αὐτῶν ὑπερβάλλειν ἢ ἐλλείπειν, ἀλλ’ ὡς ἔτυχεν

    在 καὶ τότε μὲν παρὰ τὸ ἀνάλογον 中省略了分配动词(如 ποιεῖται),意为“那时他也是违背比例进行分配”。动词 ποιεῖ 具有致使意义(“使……”),带不定式 ὑπερβάλλειν ἢ ἐλλείπειν,其逻辑主语为宾格 τοὺς αὐτούς,并支配表示范围或比较的属格 τῶν αὐτῶν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:98.31-99.27