- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:100.24-101.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯论述了严格意义上的政治正义与仅与其相似的父权、主人及齐家正义之间的区别,并解释了为何统治者必须遵循法律。
Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θʹ Περὶ δικαίου, ὃ κυρίως οὐκ ἔστι δίκαιον. κεφ. θʹ. Περὶ μὲν οὖν τοῦ ἀντιπεπονθότος, τίνα τρόπον γινόμενον δίκαιον ἔσται, εἴρηται πρότερον. ἔστι δὲ καὶ ἄλλο δίκαιον, ὃ οὐκ ἔστι κυρίως δίκαιον, ὥσπερ δὴ τὸ πατρικὸν καὶ δεσποτικόν· ταῦτα γὰρ οὐκ εἰσὶ κυρίως δίκαια ἀλλὰ ὅμοιά πως τῷ πολιτικῷ δικαίῳ. λέγω δὲ πατρικὸν δίκαιον, ὃ προσήκει πατρὶ πρὸς παῖδα ποιεῖν, καὶ δεσποτικόν, ὃ δεῖ δεσπότην πρὸς δοῦλον. κυρίως τοίνυν καὶ ἀληθῶς δίκαιόν ἐστι τὸ διανεμητικὸν καὶ τὸ διορθωτικόν, ὅπερ ἐστὶ τὸ πολιτικόν, ὅπερ ἢ κατὰ γεωμετρικὴν ἀναλογίαν γίνεται, καθὼς εἴρηται, ἢ κατὰ ἀριθμητικήν. ἐν ἐκείνοις γάρ ἐστι δίκαιον, ἐν οἷς καὶ νόμος τίθεται· νόμος δὲ τίθεται ἐν ἐκείνοις, οὓς δυνατὸν καὶ ἀδικεῖσθαι καὶ ἀδικεῖν· ὁ γὰρ νόμος καὶ ἡ δίκη διάκρισίς ἐστι τοῦ δικαίου καὶ τοῦ ἀδίκου. ταῦτα δὲ ἁρμόζει τοῖς πολίταις· οὗτοι γὰρ ἀλλήλους δύνανται ἀδικεῖν τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν,1 ἔλαττον δὲ τῷ πλησίον, καὶ τῶν βλαβερῶν τὸ ἀνάπαλιν· διὰ τοῦτο οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον πόλεως, δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον,2 ἀλλὰ τοὺς νόμους ἄρχοντας ποιούμεθα, ἵνα μὴ ἑαυτοῦ ἕνεκα ἄρχῃ μηδὲ τὸ πλέον ἑαυτῷ παρέχῃ ἐν ταῖς διανομαῖς τῶν ἀγαθῶν, ἀλλὰ τὸ ἀνάλογον· εἰ γὰρ μὴ οὕτως ἔχει, τύραννος ἔσται. ὁ γὰρ ἄρχων οὐδὲν ἄλλο βούλεται ἢ φυλάττειν τὸ δίκαιον, ἤτοι τὸ ἴσον καὶ τὸ ἀνάλογον· οὐ γὰρ ἑαυτοῦ ἕνεκα ἄρχει, καθὼς εἴρηται, ἀλλὰ διὰ τὸ συμφέρον τῶν ἄλλων. διὰ τοῦτο καὶ τὴν δικαιοσύνην ἀλλότριον ἀγαθὸν ὀνομάζουσιν. ὅθεν καὶ μισθοὶ πολλοὶ κεῖνται τοῖς ἀγαθοῖς ἄρχουσιν· οἱ δέ εἰσι τιμαὶ δημόσιαι καὶ γέρα· ὃς δὲ οὐκ ἀρκεῖται τοῖς τοιούτοις μισθοῖς, τυραννίδι ἐπιχειρεῖ. τὸ μὲν οὖν πολιτικὸν δίκαιον διὰ τοῦτο κυρίως δίκαιον λέγεται. τὸ δὲ πατρικὸν 〈καὶ δεσποτικὸν〉 οὐκέτι· οὐ γὰρ δύναταί τις πρὸς ἑαυτὸν καὶ τὸ ἴδιον μέρος ἄδικος εἶναι, οὐδὲ τὸ ἴδιον κτῆμα προαιρεῖταί τις βλάπτειν· ἔστι δὲ ὥσπερ τι μέρος τῷ πατρὶ τὸ τέκνον, ἕως ὑπ’ αὐτόν ἐστι καὶ τῆς αὑτοῦ προνοίας ἐξηρτημένον ἐστίν· ὁμοίως δὲ καὶ ὁ δοῦλος ὠφέλειά τις τοῦ δεσπότου ἐστί, καθόσον ἐστὶ δοῦλος καὶ ἕως ἂν ᾖ· οὐδεὶς δὲ τῇ ἑαυτοῦ ὠφελείᾳ ἐπιβουλεύει. ἐν οἷς δὲ οὐ δυνατὸν ἀδικίαν εἶναι οὐδὲ τὸ κυρίως δίκαιόν ἐστιν, ὅ ἐστι τὸ πολιτικόν, ἀλλὰ ὅμοιον αὐτῷ. τὸ γὰρ πολιτικόν, καθὼς εἴρηται, ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἐστι νόμος· ἐν πατρὶ δὲ καὶ υἱῷ καὶ δεσπότῃ καὶ δούλῳ διὰ τὰ εἰρημένα οὐκ ἔστι νόμος, ὅτι μηδὲ ἀδικία, ἀλλὰ ἐν ἐκείνοις ἐστίν, ἐν οἷς ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι·3 διὸ μᾶλλον δοκεῖ δίκαιον εἶναι τὸ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἢ πρὸς υἱὸν καὶ κτήματα· τοῦτο γάρ ἐστι τὸ οἰκονομικὸν δίκαιον καὶ μᾶλλον ἔοικε τῷ πολιτικῷ, ἔστι δὲ ὅμως καὶ αὐτὸ ἄλλο παρὰ τὸ πολιτικόν.
论严格意义上并非正义的正义。第九章 论严格意义上并非正义的正义。第九章。 那么,关于回报的正义,依何种方式发生时才将是正义的,先前已经谈过。但还存在另一种正义,它在严格意义上并不是正义,正如父权的正义和主人的正义那样;因为这些并非严格意义上的正义,而只是在某种程度上类似于政治的正义。我所谓的父权正义,是指父亲对子女所应当行的正义;主人的正义,是指主人对奴隶所应当行的正义。因此,严格且真正意义上的正义是分配的正义与矫正的正义,这就是政治的正义,正如已经说过的,它要么依几何比例产生,要么依算术比例产生。因为在那些有法律设立的人们中间才存在正义;而法律是设立在那些既可能遭受不义又可能行不义的人们中间的;因为法律与审判是对正义与不义的判定。而这些适用于公民们;因为他们能够彼此行不义,其方式是每个人都愿将绝对的善事物更多地分给自己,更少地分给邻人,而在有害的事物上则反之。为此,我们不允许人来统治城邦——显然是指听从自己冲动的人——而是让法律作为统治者,免得他为了自己而统治,也不在善事物的分配中为自己多占份额,而是提供依比例的份额;因为若不如此,他就会成为僭主。因为统治者除了维护正义,即平等与依比例之物以外,不谋求别的任何东西;正如已经说过的,他并非为了自己而统治,而是为了他人的利益。为此,人们也将正义称为“他人的善”。由此,也为善的统治者设有许多报酬;这些就是公共的荣誉和特权;但凡不满足于这类报酬的人,就会企图实行僭主统治。因此,政治的正义为此被称为严格意义上的正义。而父权[和主人的]正义则不再是如此;因为没有人能够对自己和自己的部分行不义,也没有人会选择损害自己的财产;而孩子只要还在父亲之下、依附于父亲的照料,对父亲来说就如同一部分;同样,奴隶只要是奴隶并且处于这种状态,对主人来说也是某种有用的益处;而没有人会图谋危害自己的益处。而在不可能存在不义的人们中间,也不存在严格意义上的正义,即政治的正义,而只是存在与其相似之物。因为正如已经说过的,政治的正义存在于那些有法律的人们中间;但在父亲与儿子、主人与奴隶之间,由于上述原因并不存在法律,因为也不存在不义;相反,它存在于统治与受统治具有平等性的人们中间。因此,丈夫对妻子的正义似乎比对儿子和财产的正义更具正义性;因为这是齐家的正义,且更类似于政治的正义,但无论如何它本身也是不同于政治正义的另一种东西。
- 5.τῷ βούλεσθαι ἕκαστον πλέον ἑαυτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν
带冠词的不定式与格 τῷ βούλεσθαι 表示原因或方式,ἕκαστον 是不定式的逻辑主语(宾格)。τῶν ἁπλῶς ἀγαθῶν 是修饰 πλέον 的部分属格。
- 5.δηλονότι αὐτὸν ταῖς ἑαυτοῦ ὁρμαῖς ἑπόμενον
修饰 ἄνθρωπον 的宾格加分词短语,起同位及限制说明作用(“显然是指听从自己冲动的人”)。它明确了与“法律统治”相对立的、由个人私欲冲动主导的统治形态。
- 5.ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι
属格的带冠词不定式 τοῦ ἄρχειν καὶ ἄρχεσθαι 修饰名词 ἰσότης,表示“统治与受统治的对等/均等”(即公民之间轮流统治与受统治的平等状态)。
