- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:97.17-98.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯论述了交换正义中的反比例均等,以及作为中介的货币(及其背后的“需要”)的功能,借助房屋、床与货币的图示说明不可通约之物如何通过货币变得可通约且均等,并总结了对分配正义与矫正正义的探讨。
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#3 εἰ γὰρ μὴ ἔσται ὡς ὁ γεωργὸς πρὸς τὸν σκυτέα τὸ ἔργον τοῦ γεωργοῦ, ὃ λαμβάνει ὁ σκυτεύς, πρὸς τὸ ἔργον τοῦ σκυτέως, ὃ λαμβάνει ὁ γεωργός, οὐκ ἔσται ἰσότης, ἀλλ’ ὅταν ἀντιπεπονθότως ἔχωσι, τότε ἀλλαγὴ κυρίως καὶ κοινωνία γίνεται. ὅτι δὲ ἡ χρεία συνέχει τὰς πολιτείας καὶ αὕτη τὰς κοινωνίας ποιεῖ καὶ τὰς ἑνώσεις, καθάπερ ἕν τι ὄν, δῆλον· καὶ γὰρ ὅταν μὴ χρείαν ἔχωσιν ἀλλήλων, οὐκ ἀλλάττονται οὐδὲ κοινωνοῦσιν ἀλλήλοις ἢ ὅταν ὁ μὲν δέηται θατέρου, ἅτερος δὲ θατέρου χρείαν οὐκ ἔχῃ, καὶ τότε γὰρ ὁμοίως ἀκοινώνητοί εἰσιν· ὥσπερ τοὐναντίον,1 ὅταν οὗ μὲν ἔχει αὐτὸς δέηταί τις, αὐτὸς δὲ χρήζῃ ὧν ἐκεῖνος δοῦναι δυνατός. ἐπεὶ δὲ πολλάκις ὁ μὲν γεωργὸς δεῖται τοῦ ἔργου τοῦ τέκτονος, ὁ δὲ τέκτων οὐ δεῖται τοῦ γεωργικοῦ, ἵνα τὰ ἀλλάγματα καὶ αἱ κοινωνίαι μηδὲ τότε κωλύωνται, παρελήφθη τὸ νόμισμα· καὶ τοῦτο διδοὺς ὁ γεωργὸς τῷ τέκτονι λαμβάνει παρ’ ἐκείνου τὸ ἐκείνου ἔργον· ὃ δὴ τὸ νόμισμα καθάπερ ἐγγυητής ἐστι πρὸς τὸν τέκτονα, ὅτι ἐπειδὰν τῶν τοῦ γεωργοῦ δεηθῇ, δι’ αὐτοῦ λήψεται παρὰ τοῦ γεωργοῦ, ὧν ἐν χρείᾳ κατέστη. καὶ οὕτω κἀνταῦθα διὰ τὴν μέλλουσαν τοῦ τέκτονος χρείαν ἡ ἀλλαγὴ καὶ ἡ κοινωνία γίνεται. καὶ τὸ νόμισμα δυνάμει ἐστὶ πάντα σχεδόν, ὧν δεῖται ἕκαστος ἑκάστου· καὶ ἡ τούτου χρεία μάλιστα μένει, εἰ καὶ μὴ ἀεὶ ὁμοίως. καὶ γὰρ ἐν μὲν ταῖς εὐθηνίαις πολλή τίς ἐστιν ἡ χρεία τοῦ νομίσματος, ἐν δὲ ταῖς σιτοδείαις οὐκέτι· οὐ γὰρ ἄν τις ἕλοιτο ὀλίγον προέσθαι σῖτον πολλῶν νομισμάτων. ὅμως δὲ δι’ ἃ εἴρηται μᾶλλον μένει ἡ τούτου χρεία ἢ ἡ τῶν ἄλλων· διὸ δεῖ πάντα τιμᾶσθαι· οὕτω γὰρ δυνατὸν εἶναι ἀεὶ ἀλλαγὴν καὶ κοινωνίαν. ἀπὸ γὰρ τοῦ πάντα μετρεῖσθαι καὶ τιμᾶσθαι νομίσματι ἡ ἰσότης γίνεται· ἀπὸ δὲ τῆς ἰσότητος ἀλλαγὴν γενέσθαι 〈δυνατόν〉. ἰσότητα δὲ οὐκ ἀεὶ δυνατὸν γίνεσθαι ἄνευ νομίσματος· τινὰ γὰρ ἔργα τεχνῶν οὕτως ἀλλήλων διαφέρει, ὥστε παντελῶς ἀσύμμετρα εἶναι καὶ μηδένα λόγον ἔχειν πρὸς ἄλληλα· ὅθεν οὐ δυνατὸν ἰσότητα εὑρεῖν ἐν αὐτοῖς. ὅτι δὲ ἑκάτερος ἑκατέρου δεῖται, διὰ ταύτην τὴν χρείαν παρελήφθη ἕν τι κοινὸν μέτρον, ὃ πάντα μετρεῖ, τὸ νόμισμα· ὃ φύσει μὲν καὶ ἀληθείᾳ οὐ μετρεῖ (οὐ γάρ ἐστι μέρος τῶν μετρουμένων), νόμῳ δέ τινι ἡμετέρῳ καὶ συνθήκῃ· καὶ οὕτως ἐν μέσῳ γενόμενον τῶν ἀσυμμέτρων, σύμμετρα ποιεῖ καὶ ἰσάζει. τοῦτο δὲ ἔσται καὶ ἀπὸ τοῦ διαγράμματος σαφέστερον. ἔστω τὸ α οἰκία, τὸ δὲ β μναῖ δέκα, τὸ δὲ γ κλίνη. ἔστω δὲ ἡ οἰκία πέντε μνῶν, ἡ δὲ κλίνη μιᾶς· ὥστε αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι,2 τῆς δὲ οἰκίας διπλάσιον· ἡ ἄρα οἰκία ἡμίσειά ἐστι τῶν δέκα μνῶν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκία ἥμισυ, ἡ δὲ κλίνη δέκατον τοῦ αὐτοῦ, τὸ δὲ ἥμισυ τοῦ δεκάτου πενταπλάσιον, ἡ ἄρα οἰκία τῆς κλίνης πενταπλασίων· σύμμετρος ἄρα ἡ οἰκία γέγονε τῇ κλίνῃ διὰ μέσου τοῦ νομίσματος, ὃ κοινὸν ἐγένετο μέτρον. εἰ δὲ σύμμετρος, καὶ ἴση γενέσθαι δυνατόν· εἰ γὰρ πενταπλασιασθῇ, ἴση ἔσται τῇ οἰκίᾳ. τί μὲν οὖν τὸ ἄδικον, καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται, κατά τε διανομὴν καὶ διόρθωσιν, ἤτοι τὸ διανεμητικὸν καὶ διορθωτικόν.
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#3因为如果鞋匠所得到的农夫的产品对于农夫所得到的鞋匠的产品,并不像农夫对于鞋匠那样,就不会有均等;但当它们处于反比例关系时,才真正产生交换与共同交往。而需要维系着城邦体制,并且如同某种单一之物一样,正是它造就了共同交往与联合,这是显而易见的:因为当他们彼此不需要时,他们既不交换也不彼此交往;或者当一方需要另一方,而另一方不需要这一方时也是如此,因为那时他们同样也是不交往的;正如相反地,当某人需要〔一方〕自己所拥有的东西,而〔这一方〕自己又需要那人所能给予的东西时,[他们便进行交往]。但既然往往农夫需要木匠的产品,而木匠并不需要农夫的产品,为了使交换和共同交往在此时也不受阻碍,便引入了货币;农夫把这给予木匠,便从他那里换得他的产品;而这货币对于木匠而言正如保证人一样,保证一旦他需要农夫的东西,便能通过它从农夫那里换取他所需要的东西。如此一来,在这里也是由于木匠未来的需要,交换与共同交往得以产生。并且货币潜能地几乎就是每个人从每个人那里所需要的一切东西;并且对它的需要最为持久,尽管并非总是相同的程度。因为在丰足之时,对货币的需要相当大,但在饥荒之时则不再如此;因为没有人会愿意为了许多货币而放弃少量的粮食。然而,由于前述的原因,对它的需要比对其他事物的需要更为持久;因此一切事物都必须被定价;因为唯有这样,交换与共同交往才可能始终存在。因为由于一切事物都由货币衡量和定价,便产生了均等;而由均等,交换的产生才[成为可能]。而没有货币,均等性的产生并非总是可能的;因为某些技艺的产品彼此差异甚大,以至于完全不可通约,并且彼此之间没有任何比例;由此不可能在它们之中找到均等。但因为各方都需要对方,由于这种需要,便引入了某种衡量一切的单一共同尺度,即货币;它并非依本性并在事实上进行衡量(因为它不是被衡量之物的一部分),而是依凭我们的某种法律和约定;它就这样介于不可通约之物中间,使它们变得可通约并使之均等。而这一点从图解中也将变得更加清楚。设α为房屋,β为十米纳,γ为床。设房屋值五米纳,床值一[米纳];从而十米纳即β是床的十倍,是房屋的二倍;因而房屋是十米纳的二分之一。既然房屋是同一物[十米纳]的二分之一,而床是它的十分之一,且二分之一是十分之一的五倍,因而房屋是床的五倍;因此,房屋通过成为共同尺度的货币作为中介,与床变得可通约了。而如果可通约,也就可能变得均等;因为如果〔床〕乘以五,它就将与房屋均等。那么,关于分配与矫正,即分配性的正义与矫正性的正义,何为不公正、何为公正,已经说明完毕。
- 5.ὥσπερ τοὐναντίον
与前句的否定表达(καὶ τότε γὰρ ὁμοίως ἀκοινώνητοί εἰσιν)相对照的省略句结构。后接的 ὅταν 从句在主句中省略了表示肯定意义的交往或交换动词(如 κοινωνοῦσιν)。
- 5.αἱ δέκα μναῖ τὸ β τῆς μὲν κλίνης δεκαπλάσιόν ἐστι
主语为阴性复数名词(αἱ δέκα μναῖ),但表语形容词 δεκαπλάσιον 呈现中性单数,谓语动词 ἐστι 呈现单数。这种构文一方面受同格的项符号 τὸ β(中性单数)的吸引,另一方面将“十米纳”作为一个整体视为中性的抽象数学量度。
