← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§93.20-94.28

线分平分对矫正正义的论证与得失概念的转用

作者借助线分的二等分以及算术中项的作图解释了矫正正义的平整机制,谈及词源解说与技艺存立的条件,并论述了损失与利润的概念如何从原本的自愿交易转用到非自愿交易之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’#2 καὶ ὥσπερ τὴν αβ γραμμὴν εἰς ἄνισα τμηθεῖσαν κατὰ τὸ δ, εἴ τις ἐθέλοι εἰς ἴσα διελεῖν, ἀφελὼν ἀπὸ τῆς μείζονος τῆς βδ τὴν ὑπεροχὴν ἣν ὑπερέχει τῆς ἐλάττονος τῆς δα, τὴν γδ, καὶ προσθεὶς τῇ δα, τὴν αγ ἴσην ἐποίησε1 τῇ γβ καὶ εὗρε τὴν διχοτομίαν τῆς αβ, οὕτω καὶ ἐπὶ τῆς ἀνισότητος τῆς ἀδικίας συμβαίνει. τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε. καὶ διὰ τοῦτο καὶ δίκαιον καλεῖται, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον·2 καὶ ὁ δικαστὴς διχαστής. καὶ ὥσπερ ἐπὶ τῆς γραμμῆς ἔχει, ὅταν δίχα διαιρεθῇ, ὅτι ἡ ἑτέρα τῶν ἴσων εὐθειῶν μέση ἀνάλογόν ἐστι κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, οὕτω καὶ τὸ δίκαιον μέσον ἐστὶ τοῦ κέρδους καὶ τῆς ζημίας, τοῦ μείζονος ἢ ἀγαθοῦ ἢ κακοῦ καὶ τοῦ ἐλάττονος· ἔλαττον μὲν τοῦ μείζονος, μεῖζον δὲ τοῦ ἐλάττονος. ὅτι δὲ ἐπὶ τῆς γραμμῆς οὕτως ἔχει, καθὼς εἴρηται, φανερόν· ἡ γὰρ βδ ὑπερέχει τῆς γα τῇ γδ· ἡ 〈δὲ〉 γα ὑπερέχει τῆς αδ τῇ αὐτῇ τῇ γδ· ὥστε αἱ μὲν βδ, γα, αδ ἀνάλογον ἔχουσι κατὰ ἀριθμητικὴν ἀναλογίαν· μέση δέ ἐστιν ἡ γα, ἡ ἴση τῇ γβ, ἥτις ἐλάττων μέν ἐστι τῆς βδ, μείζων δὲ τῆς αδ, τῇ αὐτῇ τῇ γδ ἐλαττουμένη καὶ ὑπερέχουσα. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον, τὸ δίκαιον καὶ τὸ ἴσον μέσον ἀνάλογον εἶναι τῆς ζημίας καὶ τοῦ κέρδους, κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν· ἔστωσαν τρεῖς εὐθεῖαι ἴσαι ἀλλήλαις, αἱ αα, ββ, γγ· τετμήσθω δὲ ἡ αα δίχα κατὰ τὸ ε, ἥ τε γγ κατὰ τὸ ζ· καὶ ἀφῃρήσθω ἀπὸ τῆς αα ἡ αε· φανερὸν δή, ὅτι ἡ γγ μείζων ἔσται τῆς εα τῇ γζ· προσκείσθω δὲ ἡ ἀφαιρεθεῖσα τῆς αα τῇ γγ, καὶ ἔστω ἡ δγ· φανερὸν δή, ὅτι ἡ δγ μείζων ἐστὶ τῆς εα τῇ τε δγ καὶ τῇ γζ. εἰ τοίνυν δεήσει τῶν ἄκρων εὐθειῶν τὴν ἰσότητα ἐπαναγαγεῖν, διὰ τῆς ββ τοῦτο ποιήσομεν· ὥσπερ γὰρ κανόνα τῇ γδ ἐφαρμόσαντες τὴν ὑπεροχὴν ἀφελοῦμεν· ἐφαρμόσαντες δὲ τῇ αα, τὸ ἐλλεῖπον προσθήσομεν· καὶ οὕτως ἔσονται πάλιν αἱ ἄκραι ἴσαι ἀλλήλαις. αὕτη δὴ ἡ τὴν ἰσότητα ἐπανάγουσα ββ μέση ἀνάλογόν ἐστι κατὰ ἀριθμητικὴν τῇ δγ καὶ εα· ἡ μὲν γὰρ δγ τῆς ββ ὑπερέχει τῇ δγ, ἡ δὲ ββ τῆς εα ὑπερέχει τῇ αὐτῇ τῇ δγ· ὅτι δὲ καὶ ἐπὶ τοῦ διορθωτικοῦ δικαίου τὸ αὐτὸ συμβαίνει, φανερὸν ἐκ τῶν εἰρημένων. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνῶν συμβαίνει. τότε γὰρ εὖ ἔχουσι καὶ συνίστανται, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, καὶ τοσοῦτον τεχνιτῶν δεώμεθα, ὅσον αὐτοὶ περὶ τὴν τέχνην πονοῦσι καὶ ζημιοῦνται· οὕτω γὰρ δυνατὸν συνιστάναι τοὺς τεχνίτας, τὴν ἔνδειαν παρὰ τῶν δεομένων ἀναπληροῦντας. εἰ δὲ οἱ μὲν πονοῦσι καὶ ποιοῦσι τὰς τέχνας, οἱ πάσχοντες δὲ αὐτάς, οἱ δεόμενοι αὐτῶν δηλονότι, οὐχ οὕτω πάσγουσιν ὡς ἐκεῖνοι ποιοῦσιν,3 ἀλλὰ πολλῷ ἔλαττον, οὐδὲν κωλύει πάσας ἀπολέσθαι. διὰ τοῦτο κἀνταῦθα τὸ μέσον καὶ τὸ ἴσον ἀναγκαῖόν ἐστιν, ὅ ἐστι μεταξὺ ζημίας καὶ κέρδους. ταῦτα δὲ τὰ ὀνόματα, ἡ ζημία καὶ τὸ κέρδος, λέγεται μὲν κυρίως ἐπὶ τῶν ἑκουσίων συναλλαγμάτων, ἐλήφθη δὲ καὶ ἐπὶ τῶν ἀκουσίων. λέγεται γὰρ ἁπλῶς κερδαίνειν τὸ κτήσασθαι πλείονα ὧν τις κέκτηται· ὁμοίως καὶ ζημιοῦσθαι τὸ κτήσασθαι ἐλάττονα ὧν εἶχεν ἐξ ἀρχῆς· τὸ δὲ τὰ ὄντα ἔχειν οὔτε ζημία οὔτε κέρδος ὀνομάζεται ἀλλά τι μέσον· ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι· λέγω δὲ τῶν ἐν τοῖς ἀκουσίοις συναλλάγμασιν, ὅταν τις τοσαῦτα λάβῃ, ὅσα εἶχε πρὶν ἀδικηθῆναι ἢ ἀδικήσαι, τοῦτ’ ἔστι κερδᾶναι ἢ ζημιωθῆναι. τὸ γὰρ ἐν τοῖς ἑκουσίοις συναλλάγμασι κέρδος οὔτε ἄδικόν ἐστιν οὔτε εὐθύνεται· τούτων γὰρ ἄδειαν ἔδωκεν ὁ νόμος.

论正义的矫正种类以及论按照……的〔正义〕正如在直线ΑΒ于Δ处被切成不相等的两部分时,如果有人想要将其分成相等的两部分,便从较大的部分ΒΔ中扣除其超出较小部分ΔΑ的超出部分,即ΓΔ,并加到ΔΑ上,使ΑΓ等于ΓΒ,从而找到ΑΒ的二等分点,在不义的不均等上发生的情形也是如此。因为矫正的正义从行不义者的利润中(这就像是他对遭受不义者的超出)扣除,并加给遭受不义者,造成了均等与中道。正因如此,它也被称为公正(dikaion),因为它是两半(dicha),就好像有人说两半化(dichaion)一样;而法官(dikastēs)则是平分者(dichastēs)。并且正如在直线被二等分时所呈现的那样,相等的两条直线之一在算术比例上是较大者与较小者的比例中项,公正也是利润与损失之间、较大之善或恶与较小之善或恶之间的中道——小于较大者,而大于较小者。正如所说的那样,这在直线上显而易见;因为ΒΔ以ΓΔ超出ΓΑ,而ΓΑ又以同一ΓΔ超出ΑΔ;因此ΒΔ、ΓΑ、ΑΔ按照算术比例成比例;而中项是与ΓΒ相等的ΓΑ,它小于ΒΔ而大于ΑΔ,以同一ΓΔ减少并超出。此外,公正与均等按照算术比例是损失与利润之间的比例中项,从下述情况来看也是显然的:设有三条彼此相等的直线,ΑΑ、ΒΒ、ΓΓ;且ΑΑ在Ε处被二等分,ΓΓ在Ζ处被二等分;并从ΑΑ中取走ΑΕ;显然,ΓΓ将比ΕΑ大ΓΖ;把从ΑΑ中取走的部分加到ΓΓ上,并设其为ΔΓ;显然,ΔΓ比ΕΑ大ΔΓ和ΓΖ两者。因此,如果需要恢复两条端线之间的均等,我们将通过ΒΒ来做到这一点;因为正如将直尺比照于ΓΔ一样,我们将取走超出部分;而比照于ΑΑ,我们将补足不足部分;这样两端的直线将再次彼此相等。正是这恢复均等的ΒΒ,在算术比例上是ΔΓ与ΕΑ的比例中项;因为ΔΓ以ΔΓ超出ΒΒ,而ΒΒ以同一ΔΓ超出ΕΑ;而在矫正的正义上也发生同样的情况,从上述论述中是显而易见的。这在技艺中也是如此。因为当我们需要技艺,并且需要匠人的程度正如他们在技艺中所劳作和承受损失的程度一样时,技艺才处于良好状态并得以维持;因为只有这样,匠人们通过从需要者那里弥补匮乏,才可能维持下去。但如果一方劳作并创造技艺,而承受这些技艺者——显然也就是需要它们的人——承受的程度并不如前者创造的程度,而是远远较少,那么没有什么能阻止所有的技艺走向毁灭。因此在这里,处于损失与利润之间的中道与均等也是必不可少的。然而这些名称,即损失与利润,固然主要是就自愿交易而言的,但也借用到了非自愿交易中。因为单单说得利,是指获得比自己所拥有的更多的东西;同样,受损是指获得比自己最初拥有的更少的东西;而保有原有的东西既不被称为损失也不被称为利润,而是被称为某种中道;因此公正是某种利润与损失之间的中道。我指的是非自愿交易中的那些〔利润与损失〕,即当有人获得与他在遭受不义或行不义之前——即在得利或受损之前——所拥有的相同多的东西时。因为在自愿交易中的利润既不是不义的,也不受追究;因为法律对这些赋予了免责的自由。

语法注3 条
  1. 5.τὸ γὰρ διορθωτικὸν δίκαιον, ἀφελόμενον ἀπὸ τοῦ κέρδους τοῦ ἠδικηκότος, ὅπερ ὡς ὑπεροχή ἐστιν αὐτοῦ πρὸς τὸν ἠδικημένον, καὶ προστεθὲν τῷ ἠδικημένῳ, ἰσότητα καὶ μεσότητα ἐποίησε.

    主语为 τὸ διορθωτικὸν δίκαιον,带有能动意义的中间分词 ἀφελόμενον(扣除)与被动分词 προστεθέν 由 καὶ 连接。在语法上,προστεθέν 与主语 δίκαιον 在性、数、格上一致,但在语义上被“加上”的乃是被扣除的利润(超出部分)。这属于破格句(anacoluthon)或松散结构,分词本应作为宾格修饰被夺取的利润,却依随了主格主语,或以被动分词松散地表达正义所实施的作用。

  2. 5.ὥσπερ ἂν εἴ τις εἴποι δίχαιον

    ὥσπερ ἂν εἰ 搭配希求式 εἴποι 构成虚拟比较结构,意为“正如某人如果说……一样”。这忠实地意译了亚里士多德在《尼各马可伦理学》卷五第四章中将 δίκαιον(公正)与 δίχα(两半)/ δίχαιον(平分之物)联系起来的通俗词源说。

  3. 5.οὐχ οὕτω πάσγουσιν ὡς ἐκεῖνοι ποιοῦσιν

    相关结构 οὐχ οὕτω... ὡς... 意为“不像彼等制作那样去承受”。文本中的 πάσγουσιν 系 πάσχουσιν(动词 πάσχω 的现在时能动态直陈式)的异写或抄写讹误,在句法上与能动的创造者(ποιοῦσιν)形成直接的受动与能动对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:93.20-94.28