- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:94.29-95.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者批判了毕达哥拉斯派将报应(同害报复)视作公正的观点,指出其既不符合分配的正义也不符合矫正的正义,进而论证在交换性共同体中,只有遵循比例的相互回报才能成为公正。
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#1 Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ ἀναλογίαν ἡ ἀντιπεπόνθησις γένοιτο. κεφ. ςʹ. Οἱ δὲ Πυθαγόρειοι ἔλεγον δίκαιον εἶναι τὸ ἀντιπεπονθός, τὸ τὰ αὐτὰ πάσχειν ἃ ποιεῖ τις· καὶ πρὸς τοῦτο φέρειν καὶ τὸ τοῦ Ῥαδαμάνθυος ἔπος εἴ κε πάθοι τά κʹ ἔρεξε, δίκη κʹ ἰθεῖα γένοιτο.1 τοῦτο δὲ τὸ ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὐδενὶ εἴδει τοῦ δικαίου. οὔτε γὰρ τὸ διανεμητικὸν δίκαιον τοιοῦτόν ἐστιν οὔτε τὸ διορθωτικόν· ἐπὶ μὲν γὰρ τῆς διανομῆς οὐ δυνατὸν ἀεὶ τὸν πολίτην ἐκεῖνα πάσχειν εὖ ἀπὸ τοῦ κοινοῦ ἅπερ ἐποίησεν· εἰ γὰρ τύραννον ἀπέκτεινε, πῶς τὸ αὐτὸ πείσεται; ἐπὶ δὲ τοῦ διορθωτικοῦ δικαίου πολλαχοῦ διαφωνεῖ· εἰ γάρ τις ἄρχοντα ἐπάταξεν, οὐ δίκαιον πληγῆναι μόνον ἀλλὰ καὶ κολασθῆναι· καὶ εἴ τις ἄρχων ὤν τινα τῶν ἀρχομένων ἐπάταξεν, οὐ δίκαιον τὰ ἴσα παθεῖν· εἰ δέ τις καὶ ἀκουσίως καὶ ἀγνοῶν ἔβλαψε τὸν πέλας, οὐ δίκαιόν ἐστιν ὁμοίως ἀντιβλαβῆναι. δυνατὸν δὲ τὴν τοιαύτην ἀντιπάθειαν δικαίαν εἶναι ἐν ταῖς ἀλλακτικαῖς κοινωνίαις, οἷον ἐν τῷ εὖ ποιεῖν ἀλλήλους καὶ κακῶς ποιεῖν καὶ ἐν τοῖς τῶν τεχνῶν πρὸς ἀλλήλας συναλλάγμασι· πλὴν τὴν ἀντιπάθειαν οὐ κατὰ τὸ ἴσον ἐκλαβεῖν δεῖ ἀλλὰ κατὰ τὸ ἀνάλογον. ὁ γὰρ τὸν ἄρχοντα τυπτήσας τὴν τάξιν τῆς πολιτείας ἀνεῖλε, καὶ οὐ τυπτηθήσεται ἀλλὰ ἀποκτανθήσεται· καὶ ὁ τὸν γάμον τοῦ πέλας διαφθείρας πείσεται μὲν καὶ αὐτὸς κακῶς, οὐ τὰ αὐτὰ δέ, ἀλλὰ κατὰ τὸ ἀνάλογον· εἴτε γὰρ μὴ πείσεται κακῶς ὁ δράσας κακῶς, δουλεία τις ἔσται καὶ τυραννὶς ἡ πολιτεία· εἴτε τὰ αὐτὰ πείσεται ἅπερ ἔδρασεν, ἄτοπόν τι καὶ αἰσχρόν. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τῶν χαρίτων καὶ τοῦ εὖ ποιεῖν καὶ εὖ πάσχειν· πρὸς μὲν γὰρ τὴν ἰσότητα τῆς πολιτείας ἀναγκαῖόν ἐστι τὸν εὖ παθόντα καὶ εὖ ποιῆσαι καὶ τὴν χάριν ἀμείψασθαι καὶ ἔτι δευτέρων ἄρξαι χαρίτων· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀπολεῖται ἡ μετάδοσις, ἣ συνέχει τὴν πολιτείαν καὶ τὴν ὁμόνοιαν. διὰ τοῦτο καὶ Χαρίτων ἱερὸν ἐν ἑκάστῃ τῶν πόλεων ἵδρυται, ἵνα αἱ χάριτες τιμῶνται διὰ τῆς ἀντιχάριτος. οὐ δυνατὸν δὲ τὴν χάριν τὴν αὐτὴν εἶναι τῇ ἀντιχάριτι ἀλλὰ ἀνάλογον· δίδωσι γάρ τίς τινι οὗ δεῖται ὁ λαμβάνων, καὶ λαμβάνει παρ’ ἐκείνου, οὗπερ αὐτὸς ἐν χρείᾳ καθέστηκε· καὶ οὕτω χαίρει καὶ χαίρειν ποιεῖ· εἰ δὲ τὰ αὐτὰ λήψεται ἃ δέδωκε, τίς ἡ χάρις; ὥστε τὸ εὖ ποιεῖν καὶ εὖ πάσχειν οὐ κατὰ τὸ αὐτὸ ἀλλὰ κατὰ τὸ ἀνάλογον γίνεται. τοῦτο δὲ καὶ ἐκεῖθεν φανερώτερον γένοιτ’ ἄν. αἱ μεταδόσεις καὶ ἀντιδόσεις κοινωνίαι τινές εἰσιν· αἱ δὲ κοινωνίαι τῶν ἐν χρείᾳ· ἐκείνου γάρ τις ζητεῖ κοινωνεῖν, οὗ χρείαν ἔχει· τὸ δὲ ἐν χρείᾳ εἶναι τῶν ἀνομοίων ἐστίν· οὐ γὰρ δεῖταί τις ἑαυτοῦ ἢ τῶν ἑαυτοῦ ἢ ὧν αὐτὸς δύναται ποιεῖν ἀλλ’ ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν·2 ὁ γὰρ σκυτοτόμος οὐ δεῖται τοῦ σκυτοτόμου οὐδὲ ὁ ἰατρὸς τοῦ ἰατροῦ ἀλλ’ ὁ σκυτοτόμος ἰατροῦ καὶ ὁ ἰατρὸς σκυτοτόμου, ὥστε φανερόν, ὅτι αἱ χάριτες τῶν ἀνομοίων εἰσίν. αἱ ἄρα μεταδόσεις καὶ ἀντιδόσεις οὐχ αἱ αὐταὶ ἔσονται, ἀλλ’ ἵνα καὶ κατὰ τὸ δίκαιον γίνωνται, κατὰ τὸ ἀνάλογον τὴν ἰσότητα ἐκληπτέον· ὁ γὰρ σκυτοτόμος τῷ οἰκοδόμῳ ὑπόδημα δώσει, λήψεται δὲ ὅσα εἰς οἰκίαν φέρει ἀναλόγως τῇ χάριτι· καὶ ὁ ἰατρὸς τῷ γεωργῷ ἄλλα μὲν δώσει, ἄλλα δὲ παρ’ αὐτοῦ λήψεται κατὰ ἀναλογίαν.
Ὅτι τὸ ἀντιπεπονθὸς οὐκ ἔστιν εἶδος δικαιοσύνης, εἰ μὴ κατὰ 20#1 论报应并非正义的一种,除非报应是按照比例进行的。第六章。 毕达哥拉斯派曾说,公正是报应,即承受自己所做出的同样之事;并且他们还将拉达曼提斯的名句引向这一点:“若其所受正符所作,正直之正义便已成就。”但这报应并不适用于正义的任何一种。因为分配的正义不是这样的,矫正的正义也不是这样的;因为就分配而言,公民不可能总是从公家承受他所做出的同样益处;如果他刺杀了僭主,他又怎会承受同样的事呢?而就矫正的正义而言,它在许多地方不相符合;因为如果有人击打了统治者,那么他仅仅被打是不公正的,还要被处以惩罚才是公正的;而如果有人身为统治者击打了某个被统治者,承受同等的事是不公正的;又如果有人非自愿且在不知情的情况下伤害了邻人,同样遭到反向伤害也是不公正的。然而,这种相互承受在交换性的共同体中是可以成为公正的,例如在彼此施惠与作恶中,以及在诸技艺彼此的交易中;只是不能按照平等来理解这种相互承受,而必须按照比例来理解。因为击打了统治者的人破坏了城邦体制的秩序,他不会挨打,而是会被处死;而破坏了邻人婚姻的人,自己也会遭受恶果,但不是同样的事,而是按照比例承受;因为如果作恶者不承受恶果,城邦体制将沦为某种奴役和僭政;而如果他承受与自己所做完全相同的事,又将是荒谬且可耻的。在恩惠以及施惠与受惠方面也是如此;因为为了城邦体制的平等,受惠者必须也施惠并报答恩惠,并且还要进而开创第二轮恩惠;因为如果不这样,维持城邦体制与和睦的互通有无就将毁灭。正因如此,在每个城邦中都建立了美惠女神的神庙,以便恩惠能通过回赠得到尊重。但恩惠不可能与回赠相同,而必须按比例相应;因为一个人向另一个人给予接受者所需之物,并从那人处接受自己所匮乏之物;以此方式他感到欣喜,也使人欣喜;如果他接受与自己所给予的完全相同之物,又何谈恩惠呢?因此,施惠与受惠不是按照同一,而是按照比例发生的。这一点从下述情况来看会更加明了。给予与回报是某种共同关系;而共同关系属于处于需要之中的人;因为一个人寻求共享的,正是他所需要的东西;而处于需要之中是属于不同类之人的;因为没有人需要自己或属于自己的东西,或自己能够制造的东西,而是对自己既不拥有也不能制造的东西,寻求与邻人共享;因为鞋匠不需要鞋匠,医生也不需要医生,而是鞋匠需要医生,医生需要鞋匠,因此显然,恩惠是属于不同类之人的。因此,给予与回报将不会是相同的,但为了使它们也符合正义,必须按照比例来把握平等;因为鞋匠将给建筑师鞋子,而从建筑师那里按照与该恩惠相应的比例获取有助于房屋建设的物资;医生也将给予农夫某些东西,并按照比例从他那里获取另一些东西。
- 5.εἴ κε πάθοι τά κ’ ἔρεξε, δίκη κ’ ἰθεῖα γένοιτο
史诗风格的条件句。条件从句由带有史诗语气小词 κε 的祈愿语气构成(εἴ κε πάθοι),主句同样由带有 κ’(= κε,相当于 ἄν)的祈愿语气构成(δίκη κ’ ἰθεῖα γένοιτο),表达一般性假设或潜在可能性,而非对过去的与事实相反的虚拟。关系从句中的 τά κ’ ἔρεξε 同样包含了语气小词 κε。
- 5.ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν ἐκείνων ζητεῖ τῷ πλησίον κοινωνεῖν
此句中关系从句 ὧν οὐκ ἔχει οὐδὲ δύναται ποιεῖν 前置于主句的指示代名词 ἐκείνων,且关系词 ὧν 被吸引至先行词所需的属格。动词 κοινωνεῖν 支配所分享之物的属格(ἐκείνων)以及共享对象之人的与格(τῷ πλησίον),结构为“寻求与邻人共享那些自己既不拥有也不能制造的东西”。
