- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:92.11-93.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对应于亚里士多德《尼各马可伦理学》卷五第四章(1131b25–1132b20)。作者论述了关涉自愿与非自愿交易的正义的第二种种属——矫正的正义,阐明它依据算术比例而非几何比例运作,无视当事人的品格配得而恢复纯粹的均等,并通过法官充当中介者来实现损失与得利之间的中道。
Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’#1 Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’ αὐτὸ ἀναλογίας. κεφ. εʹ. Τὸ δὲ δεύτερον εἶδος τοῦ δικαίου τὸ διορθωτικόν, ὃ περὶ τὰ συναλλάγματά ἐστι, τά τε ἑκούσια καὶ τὰ ἀκούσια καὶ τὰ λαθραῖα καὶ τὰ βίαια. ἔστι μὲν καὶ αὐτὸ κατὰ ἀναλογίαν τινά, ἀλλ’ οὐ κατὰ τὴν γεωμετρικήν, καθ’ ἣν ὑπῆρχε τὸ πρῶτον εἶδος, τὸ διανεμητικόν, ἀλλὰ κατὰ ἀριθμητικήν. τὸ μὲν γὰρ διανεμητικὸν δίκαιον ἀπὸ τῶν κοινῶν εἰς τοὺς πολίτας ποιούμενον τὴν διανομήν, ἀναλόγως ἑκάστῳ δίδωσι κατὰ τὴν ἀξίαν ἑκάστου καὶ τὴν εἰσφοράν, ἣν εἰς τὸ κοινὸν συνετέλεσεν· ἐπεὶ οὐ πάντες ὅμοιοι οὐδὲ πάντες ὁμοίως εἰσφέρουσιν· ὅθεν οὐ τὰ ἴσα ἀλλὰ τὰ ἀνάλογα δέχονται· τὸ δὲ διορθωτικὸν τῶν συναλλαγμάτων δίκαιον ὅρους μὲν ἔχει τὸν ἠδικηκότα καὶ τὸν ἠδικημένον. δίδωσι δὲ ἑκάστῳ οὐ τὸ ἀνάλογον ἀλλὰ τὸ ἴσον· τὴν γὰρ ἰσότητα, ἣν ὁ ἀδικῶν διαφθείρει, ἀφαιρούμενος ἀγαθόν τι τοῦ ἠδικημένου καὶ προστιθεὶς ἑαυτῷ, ταύτην ὁ δίκαιος ἀνακαλεῖται ζημιῶν τὸν ἀδικήσαντα τοσοῦτον ὅσον ἠδίκησε· καὶ οὕτως ἑκατέρῳ τὸ ἴσον δίδωσιν. οὕτω δὲ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ,1 συμβαίνει ἀναλογίαν εἶναι ἀριθμητικήν. ᾧ γὰρ ὑπερέσχεν ὁ ἀδικήσας τοῦ ἠδικημένου, τούτῳ ὑπερέχειν ποιεῖ ὁ δικαστὴς τοῦ ἀδικήσαντος τὸν ἠδικημένον· καὶ οὕτω συμβαίνει εἰκόνα τινὰ τῆς τοιαύτης ἀναλογίας τὸ διορθωτικὸν δίκαιον εἶναι. καὶ γὰρ εἰ καὶ ἐπιεικὴς μὲν ὁ ἀποστερῶν, φαῦλος δὲ ὁ ἀποστερηθείς, οὐδὲν πρὸς τὸ τοιοῦτον δίκαιον διαφέρει, οὐδὲ εἰ ὁ μὲν μοιχεύσας φαῦλος, ὁ δὲ ἀδικηθεὶς ἐπιεικής, ἀλλ’ ἀεὶ τὴν ἰσότητα ζητητέον τῷ διορθωτῇ· ὡς ἀδικηθεὶς γὰρ μόνον καὶ ὡς ἀδικούμενος ἑκάτερος λαμβάνεται· καὶ ὃ ἐκέρδανεν ὁ ἀδικήσας ἢ ἡδονῆς ἢ χρημάτων ἢ δόξης παρὰ τοῦ ἠδικημένου, καὶ διὰ τοῦτο ὑπερέσχεν αὐτοῦ, τοῦτο ἀποδίδωσιν ὁ δικαστὴς τῷ ἠδικημένῳ, ἢ ζημιώσας τὸν ἠδικηκότα ἢ ἀτιμάσας ἢ αἰκισάμενος ἢ ἀποκτείνας. δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν ταύτῃ τῇ δικαιοσύνῃ κατιδεῖν, συνεχεῖς ποιησάμενον τοὺς ὅρους·2 ἔστι γὰρ ὡς ὁ ἀδικήσας πρὸς τὸν ἠδικημένον, οὕτως ὁ δικαστὴς πρὸς τὸν ἀδικήσαντα· οἷς γὰρ ἐποίησε πρὸς τὸν ἠδικημένον ὁ ἀδικήσας, τὰ ἴσα πάσχει παρὰ τοῦ δικαστοῦ. ἐπεὶ τοίνυν ἡ μὲν ἀδικία τὸ μεῖζον καὶ τὸ ἔλαττον εἰσάγει καὶ ἐν τοῖς ἀγαθοῖς καὶ ἐν τοῖς κακοῖς, ἐναντίως μέντοι (ὃς γὰρ τὸ μεῖζον ἀγαθὸν ζητεῖ, τὸ ἔλαττον κακὸν αἱρεῖται), ἡ δὲ δικαιοσύνη τὴν ἰσότητα, ἡ δὲ ἰσότης μέσον ἐστὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, φανερὸν ὅτι ἡ τοιαύτη δικαιοσύνη μεσότης ἐστὶ μεταξὺ ζημίας καὶ κέρδους. καλείσθω γὰρ ζημία μὲν πᾶν τὸ ἀδικεῖσθαι, κέρδος δὲ πᾶν τὸ ἀδικεῖν καὶ πλεονεκτεῖν, ἄν τε εἰς χρήματα, ἄν τε εἰς δόξαν, ἄν τε εἰς ἄλλο τι ἀδικεῖν τις ἐθέλῃ. ἔστι τοίνυν τὸ ἐπανορθωτικὸν δίκαιον μέσον ζημίας καὶ κέρδους· διὰ τοῦτο καὶ ὅταν ἀμφισβητῶσιν, ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν, οἰόμενοι τοῦτον τὸν τρόπον μηδέτερον τούτων ζημιωθῆναι, ὅθεν ἐξ ἀνάγκης μηδὲν κερδᾶναι ἀλλά τι μέσον λαβεῖν, καὶ γὰρ αὐτὸν εἶναι νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν·3 καὶ καλοῦσι δὲ αὐτὸν μέσον, ὡς διὰ τοῦτο τοῦ μέσου τευξόμενοι. ἔνιοι δὲ οὐχ ἕνα μόνον ἀλλὰ καὶ δύο καὶ τρεῖς μεσιδίους καλοῦσιν ἐν ταῖς ἀμφισβητήσεσιν· ὅθεν φαίνονται ὅτι τὸ μέσον ζητοῦσιν, ὡς ταὐτὸν ὂν τὸ μέσον ζητεῖν καὶ τὸ δίκαιον· μέσον ἄρα τὸ δίκαιον, ἐπεὶ καὶ ὁ δικαστὴς μέσος, τὴν μεσότητα καὶ τὸ δίκαιον εἰσάγων καὶ ἐπανισῶν τὴν ἀπὸ τῆς ἀδικίας ἀνισότητα.
Περὶ τοῦ διορθωτικοῦ εἴδους τῆς δικαιοσύνης καὶ περὶ τῆς κατ’ #1论正义的矫正种以及依于它的比例。第五章。 公正的第二种种属是矫正性的,它关涉交易,无论是自愿的还是非自愿的,秘密的还是强暴的。它本身也是按照某种比例的,但不是按照几何比例——第一种即分配性的种属依之存在——而是按照算术比例。因为分配的正义在从公共财富向公民进行分配时,乃是按照各人的配得以及各人向公共事业所作的贡献,按比例给予各人;因为并非所有人都是同等的,也不是所有人都同等地作出贡献;因此他们所接受的不是均等之物,而是合比例之物。然而交易的矫正性正义所具有的各项,乃是行不义者与遭受不义者。并且它给予各人的不是合比例之物,而是均等之物;因为行不义者通过从遭受不义者那里夺去某种善并加于自身而破坏了均等,公正者通过对行不义者课以同其所行不义相等的处罚,来恢复这种均等;并且如此给予双方均等之物。当各项如此成为四个时——即遭受不义者与行不义者,以及遭受不义者从行不义者处所承受的,与行不义者从法官处所承受的——便产生了一种算术比例。因为行不义者超出遭受不义者多少,法官便使遭受不义者超出该行不义者同样多;如此一来,矫正的正义便成了这种比例的某种肖像。因为即使剥夺者是有德之人,而被剥夺者是卑劣之人,对于这种正义也毫无差别,即便奸淫者是卑劣之人,遭受不义者是有德之人也是如此,矫正者必须始终寻求均等;因为双方各自仅仅被看作是遭受不义者与行不义者;行不义者从遭受不义者那里无论赚取了快乐、金钱还是名誉的利益,并因此而超出了他,法官都要将这归还给遭受不义者,或是通过惩罚行不义者,或是剥夺其权利,或是施加体罚,或是将其处死。但也可以通过另一种方式在这种正义中察知这种比例,即使各项成为连续的;因为行不义者对遭受不义者的关系,正如法官对行不义者的关系;因为行不义者对遭受不义者所做的事,他从法官那里承受同等的事。因此,既然不义在善与恶中都引入了较大与较小,尽管是以相反的方式(因为寻求较大之善者,选择较小之恶),而正义引入了均等,且均等是较大与较小之间的中道,显然这种正义乃是损失与得利之间的中道。因为,且让遭受不义的一切被称为损失,行不义和贪图非分的一切被称为得利,无论人是想在金钱、名誉还是其他任何方面行不义。因此,矫正的正义是损失与得利的中道;正因如此,每当发生争执时,人们便求助于法官,认为以这种方式他们双方都不会遭受损失,从而必然无所贪得而是获得某种中道之物;因为他们也认为法官本身就像是具有生命的矫正的公正;并且人们称他为中介者,以为藉此能够获得中道。有些人在争端中不仅请一位,而且请两位乃至三位调解人;由此显出他们所寻求的是中道,因为寻求中道与寻求公正乃是同一回事;因此公正是中道,既然法官也是居中者,引入中道与公正,并拉平由不义所造成的不均等。
- 5.οὕτω δὲ τεσσάρων γινομένων τῶν ὅρων, τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος, καὶ ὃ πέπονθεν ὁ ἀδικηθεὶς παρὰ τοῦ ἀδικήσαντος, καὶ ὃ πέπονθεν ὁ ἀδικήσας παρὰ τοῦ δικαστοῦ
在属格绝对结构(τεσσάρων γινομένων τῶν ὅρων)之后,同位语由表示人物的属格(τοῦ τε ἀδικηθέντος καὶ τοῦ ἠδικηκότος)与两个表示所承受之事实的中性关系代词分句(καὶ ὃ πέπονθεν... καὶ ὃ πέπονθεν...)并列组成。这种人物名词与名词性关系从句的不对称并列构成了算术比例的四个项。
- 5.δυνατὸν δὲ καὶ ἕτερον τρόπον τὴν ἀναλογίαν ταύτην ἐν ταύτῃ τῇ δικαιοσύνῃ κατιδεῖν, συνεχεῖς ποιησάμενον τοὺς ὅρους
与非人称表达 δυνατὸν [ἐστι] 支配的不定词 κατιδεῖν 的未明示的泛指宾格主语(即不特定的“某人”)保持一致,分词 ποιησάμενον 采用了阳性单数宾格形式。
- 5.καὶ γὰρ αὐτὸν εἶναι νομίζειν οἷον ἔμψυχον δίκαιον διορθωτικόν
不定词 νομίζειν 与前文的现在分词 οἰόμενοι (“认为……”)相呼应并列,说明争讼者的想法与理由。不定词 νομίζειν 的未明示逻辑主语为争讼的人们(宾格),而句中的 αὐτόν 则指代法官。
