- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:91.9-92.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过4:3与6:5的数字反例,论证了几何比例(分离比例)中的更比与合比适用于分配正义而算术比例不适用,并阐明按各政体所认定的“配得”进行比例分配方能维护和平与秩序,偏离此比例即构成不正。
Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ#2 ὑποκείσθω δὴ τὸ μὲν διανεμόμενον τιμή, πρὸς οὓς διανέμεται ὁ Ἀχιλλεὺς καὶ ὁ Αἴας· δεῖ δὴ λόγον ἔχειν τὴν τιμὴν πρὸς τὴν τιμήν, ὃν ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν ἡ τιμὴ τοῦ Ἀχιλλέως πρὸς τὸν Ἀχιλλέα, ἡ τιμὴ τοῦ Αἴαντος πρὸς τὸν Αἴαντα· καὶ συνθέντι,1 ὃν ἔχει λόγον ὁ τετιμημένος Ἀχιλλεὺς2 πρὸς τὸν Ἀχιλλέα, τοῦτον ὁ τετιμημένος Αἴας πρὸς τὸν Αἴαντα· καὶ ἐναλλάξ, ὃν λόγον ἔχει ὁ τετιμημένος Ἀχιλλεὺς πρὸς τὸν τετιμημένον Αἴαντα, τοῦτον ἔχει τὸν λόγον ὁ Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα· αὕτη δὴ πᾶσα ἡ ἀναλογία τῷ διανεμητικῷ δικαίῳ προσήκει, ἥτις εὑρεθῆναι οὐ δύναται ἐν τῇ ἀριθμητικῇ ἀναλογίᾳ, ἀλλ’ ἐν τῇ γεωμετρικῇ μόνον. καὶ ὅτι μὲν ἐν τῇ γεωμετρικῇ ἀναλογίᾳ ταῦτα τὰ εἴδη πάντα τῶν ἀναλογιῶν εὑρίσκονται, δείκνυσιν ὁ γεωμέτρης. ὅτι δὲ ἐν τῇ ἀριθμητικῇ οὐ δύναται εὑρεθῆναι, δῆλον ἐκεῖθεν· ἔστωσαν γὰρ ἀριθμοὶ τέσσαρες ἐν ἀριθμητικῇ ἀναλογίᾳ, ὁ δʹ καὶ ὁ γʹ, καὶ ὁ ςʹ καὶ ὁ εʹ· ὑπερέχει δὴ ὁ δʹ τοῦ γʹ ὅσον ὑπερέχει ὁ ςʹ τοῦ εʹ· ἀλλὰ συνθέντι οὐκ ἔσται ἀνάλογον ἀριθμητικῶς· συντεθέντα γὰρ ὁ ςʹ καὶ ὁ εʹ ὑπερέξει τοῦ εʹ τῷ ςʹ·3 ὁ δὲ δʹ καὶ γʹ συντεθέντα ὑπερέξει τοῦ γʹ τῷ δʹ· καὶ οὕτω διῃρημένα μὲν ἀνάλογον ἔχει ἀριθμητικῶς· ἡ αὐτὴ γὰρ ὑπεροχὴ τοῦ δʹ πρὸς τὸ γʹ, ἥτις ἐστὶ τοῦ ςʹ πρὸς εʹ· συντεθέντα δὲ οὐκέτι ἀνάλογόν ἐστι· μᾶλλον γὰρ ὑπερέχει ὁ ιαʹ τοῦ εʹ, ἢ ὁ ζʹ τοῦ γʹ. διὰ ταῦτα δὴ τὸ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν καὶ οὐ κατὰ τὴν συνημμένην ἀλλὰ κατὰ τὴν διῃρημένην· τέσσαρας γὰρ εἶναι δεῖ τοὺς ὅρους τῷ ἀριθμῷ· οὐ γὰρ δυνατὸν τὸ [γὰρ] διδόμενον καὶ τὸν λαμβάνοντα ἓν εἶναι τῷ ἀριθμῷ. καὶ τὸ δίκαιον ἐκεῖνο ἀνάλογόν ἐστιν, ὅσον ἐστὶν ἐν ταῖς διανομαῖς, ὅταν ἕκαστος λάβῃ τὸ κατ’ ἀξίαν, ἢ τιμὴν ἢ χρήματα ἢ ἄλλο τι τῶν μεριζομένων· ὅθεν εἰρήνη γίνεται καὶ τάξις ταῖς πολιτείαις· ἀπὸ γὰρ τῶν ἐναντίων αἱ στάσεις καὶ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ οἱ ἴσοι μὴ ἴσα λάβωσιν, ἢ μὴ ἴσοι ἴσα. ὅτι δὲ ἀναλογίαν ζητεῖ ὁ μετὰ δικαιοσύνης ποιούμενος τὴν διανομήν, καὶ ἀπὸ τούτου δῆλον· τὸ γὰρ κατ’ ἀξίαν ἑκάστου, τοῦτο πάντες νομίζουσι δίκαιον· τὴν ἀξίαν δέ, δι’ ἥν τις τιμᾶται, οὐ τὴν αὐτὴν πάντες λέγουσιν· ἀλλ’ οἱ μὲν δημοκρατικοὶ τὴν ἐλευθερίαν λέγουσιν, οἱ δὲ ὀλιγαρχικοὶ τὸν πλοῦτον, οἱ δ’ ἀριστοκρατικοὶ ἀρετήν. ἐπεὶ τοίνυν διάφοροί εἰσιν αἱ ἀξίαι, εἴ τις μετὰ δικαιοσύνης βουληθείη τιμὴν διανεῖμαι κατὰ τὴν ἀξίαν ἑκάστῳ, οὐκ ἴσην ποιήσεται τὴν διανομὴν ἀλλὰ ἀνάλογον. τὸ μὲν οὖν δίκαιον ἀνάλογον, καθὼς εἴρηται· τὸ ἄδικον δὲ τὸ ἔξω τοῦ ἀναλόγου, ὅταν ἡ διανομὴ κατὰ τὸ πλεῖον τῆς ἀξίας καὶ τὸ ἔλαττον γίνηται, ὅπερ καὶ ἐπὶ τῶν ἔργων τῶν ἄλλων τῆς ἀδικίας συμβαίνει. καὶ γὰρ ὁ ἀδικῶν τοῦ ἀδικουμένου πλεῖον ἀγαθὸν ἔχειν ζητεῖ, ὁ δὲ ἀδικούμενος ἔλαττον ἔχει· καὶ ἐπὶ τοῦ κακοῦ δὲ τὸ ἀνάπαλιν, ὁ μὲν ἀδικῶν ἔλαττον κακὸν ἔχει, ὁ δὲ ἀδικούμενος μεῖζον· διότι τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, καὶ ὡς μεῖζον ἀγαθὸν τὸ ἔλαττον κακὸν ζητεῖται. τὸ μὲν οὖν διανεμητικὸν εἶδος τοῦ δικαίου τοῦτό ἐστι. λέγομεν δὲ ἤδη περὶ θατέρου.
论正义中的均等与比例,以及论〔……〕且让我们假定被分配之物为荣誉,被分配的对方是阿喀琉斯与埃阿斯;那么,荣誉对荣誉的比,必然应当同阿喀琉斯对埃阿斯之比相同;而更比之,阿喀琉斯的荣誉对阿喀琉斯的比,也与埃阿斯的荣誉对埃阿斯的比相同;合比之,受荣的阿喀琉斯对阿喀琉斯的比,亦与受荣的埃阿斯对埃阿斯的比相同;再次更比之,受荣的阿喀琉斯对受荣的埃阿斯的比,也同阿喀琉斯对埃阿斯的比相同。整套这种比例关系确实属于分配的正义,而在算术比例中这是不可能被发现的,只有在几何比例中才能被发现。至于在几何比例中所有这些比例的种类都能被找到,几何学家已经作了证明。而在算术比例中不能被找到,从下文便很清楚:设四个处于算术比例中的数字为4与3,以及6与5;4超出3的量等于6超出5的量;但若合比之,在算术上便不再合比例;因为6与5结合起来超出5的差为6,而4与3结合起来超出3的差为4;如此一来,在分离的情况下它们在算术上是合比例的,因为4对3的超出同6对5的超出是一样的;但结合起来便不再合比例了,因为11超出5的程度大于7超出3的程度。正因如此,分配的正义乃是按照几何比例而合比例的,并且不是按照连续比例,而是按照分离比例;因为项在数目上必须是四个;因为所给之物与接受之人不可能在数目上为一个。而在分配中的那种公正,就在于当每个人都按配得获得其事物(无论是荣誉、金钱还是其他被分割之物)时是合比例的;城邦由此产生和平与秩序;因为党争、战斗与控告乃是从相反的情形中产生的,即当均等的人未能得到均等之物,或者不均等的人得到均等之物的时候。至于依正义进行分配者所寻求的是比例,从这一点也很清楚:因为凡按照各人配得之物,所有人都认为这是公正的;但人们受尊荣所凭依的配得,大家说的却不是同一种东西;民主派主张自由,寡头派主张财富,贵族派则主张德性。既然各种配得是不同的,如果有人想要依正义按照配得将荣誉分配给每个人,他所作的分配就不会是均等的,而是合比例的。因此,公正的事物正如所说的是合比例的;而不公正则是在比例之外的事物,即当分配按照超出或不及配得而进行的时候,而这也发生在不正的其他行为之中。因为行不义者企图比遭受不义者拥有更多的善,而遭受不义者所拥有的更少;在恶的情形下则相反,行不义者拥有更少的恶,而遭受不义者拥有更大的恶;因为较小的恶比较大的恶更值得欲求,并且较小的恶是作为较大的善而被寻求的。公正的分配种就是这一种。我们现在便来讨论另一种。
- 5.συνθέντι
属于表示视点或条件的与格(分词),在希腊数学语境中指“合比”(componendo,即合比定理),意为“对于结合二比的人而言/若将比相加合成”。它与前文出现的数学术语 ἐναλλάξ(“更比”)平列使用。
- 5.ὁ τετιμημένος Ἀχιλλεὺς
在比例的合比操作中(即由 A : C = B : D 推导出 (A + C) : C = (B + D) : D),该名词短语指代将阿喀琉斯与其所受的荣誉相加结合后的整体(即项 A + C)。
- 5.συντεθέντα γὰρ ὁ ςʹ καὶ ὁ εʹ ὑπερέξει τοῦ εʹ τῷ ςʹ
中性复数分词 συντεθέντα 与两个阳性单数数词(ὁ ςʹ καὶ ὁ εʹ)同位结合,并支配单数动词 ὑπερέξει。其中的与格 τῷ ςʹ 是表示差额程度的度量与格(“超出6”)。
