← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§90.9-91.9

正义中的中道、均等与比例构造

作者论证了公正兼具中道、均等与比例三重规定,阐明均等与比例对正义的固有性,并说明了比与比例(几何比例与算术比例、连续比例与分离比例)的数学构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ#1 Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ διανεμητικοῦ εἴδους τοῦ δικαίου. κεφ. δʹ. Ἔστι τοίνυν τὸ δίκαιον καὶ μέσον καὶ ἴσον καὶ ἀνάλογον καὶ ἡ δικαιοσύνη μεσότητος καὶ ἰσότητος καὶ ἀναλογίας ποιητική. καὶ μέσον μέν ἐστι τὸ δίκαιον, ὅτι μεταξύ ἐστι τοῦ τε πλείονος καὶ ἐλάττονος καὶ τοῦ ὑπὲρ τὸ δέον καὶ παρὰ τὸ δέον, ὥσπερ καὶ πᾶσαι αἱ ἀρεταί. καὶ τοῦτο κοινόν ἐστι τῇ δικαιοσύνῃ πρὸς τὰς ἄλλας ἀρετάς· τὸ δὲ ἴσον ἴδιόν ἐστι τῆς δικαιοσύνης, ὅτι ἑκάστῳ τὸ ἁρμόζον καὶ τὸ προσῆκον ἀποδίδωσι· καὶ ὃ δίδωσι τῷ λαμβάνοντι ἴσον ἐστί· τὰ γὰρ ἐφαρμόζοντα ἴσα. τὸ δὲ προσῆκον τρόπον τινὰ ἐφαρμόζει. ἄλλως τε ἐπεὶ ἡ ἀδικία ἀνισότης ἐστὶ καὶ τὸ ἄδικον ἄνισον, εἰκὸς ἂν εἴη τὴν δικαιοσύνην ἰσότητα εἶναι καὶ τὸ δίκαιον ἴσον· μέσον γάρ ἐστι τοῦ πλείονος καὶ τοῦ ἐλάττονος· ἐν ὁποίᾳ γὰρ πράξει τὸ πλέον ἐστὶ καὶ τὸ ἔλαττον, ἀνάγκη καὶ τὸ ἴσον εἶναι· καὶ χωρὶς δὲ λόγου τινὸς οὕτω πᾶσι δοκεῖ τὸ δίκαιον ἴσον εἶναι. ἀνάλογον δέ ἐστιν, ὅτι κατὰ τὴν διανομὴν ἀνάλογα τίθησι τὰ διανεμόμενα τοῖς λαμβάνουσι. καὶ τοῦτον τὸν λόγον ἔχει τὰ διδόμενα πρὸς ἄλληλα, ὃν οἱ λαμβάνοντες πρὸς ἀλλήλους· εἰ γὰρ ὁ Ἀχιλλεὺς τοῦ Αἴαντος διπλασίων, φέρε εἰπεῖν, κατὰ τὴν ἀρετήν, ἡ πρὸς τὸν Ἀχιλλέα τιμὴ τῆς πρὸς τὸν Αἴαντα διπλασίων δοθήσεται παρὰ τοῦ δικαίου. καὶ καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι, τὰ γὰρ ἔξω τοῦ μέσου ἐγγὺς ὄντα καὶ πόρρω μᾶλλον καὶ ἧττον πολλά, καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι, τοῦ τε λαμβάνοντος καὶ τοῦ δώρου· τὸ γὰρ ἴσον τῶν πρός τι ὂν ἀεὶ δύο τινῶν ἐστι· καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν·1 ἡ γὰρ ἀναλογία ἀεὶ τεσσάρων· ἡ γὰρ ἀναλογία δύο λόγων ἐστὶν ἰσότης, ὁ δὲ λόγος ἐν δυσὶν ἐστιν ὅροις· ὥστε ἀνάγκην εἶναι τὴν ἀναλογίαν τεσσάρων εἶναι, οἷον λόγος ἐστὶν ὁ διπλάσιος, φέρε εἰπεῖν, ἢ ὁ τριπλάσιος· ὁ δὲ διπλάσιος δύο τινῶν ἐστι σχέσις τοῦ μὲν ὄντος διπλασίου, τοῦ δὲ ἡμίσεως, ὥσπερ ὁ εἴκοσι τοῦ δέκα· ὥστε δύο ἀνάγκη ὅρους ἐν τῷ ἑνὶ εἶναι λόγῳ. εἰ δὲ λάβοιμεν καὶ τὸν αὐτὸν λόγον ἐν ἄλλοις δυσὶν ὅροις, οἷον τῷ ιβʹ καὶ ϛʹ, ἀναλογίαν ποιήσομεν, καὶ ἔσται ὡς ὁ κʹ πρὸς τὸν ιʹ ὁ ιβʹ πρὸς ϛʹ· καὶ οὕτως ἀεὶ ἔσται ἡ ἀναλογία ἐν τέσσαρσι τὸ ἐλάχιστον· δυνατὸν γὰρ καὶ ἐν πλείοσιν εἶναι. εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι·2 ὥσπερ γὰρ ὁ κʹ πρὸς ιʹ, ὁ ιʹ πρὸς εʹ· ἀλλ’ ὅτι τὸν δέκα δὶς λαμβάνομεν, τέσσαρες γίνονται πάλιν. καλεῖται δὲ ἡ μὲν τοιαύτη ἀναλογία συνεχής, ἡ δὲ διὰ τεσσάρων ὅρων, διῃρημένη. ἑκατέραν δὲ γεωμετρικὴν ἀναλογίαν οἱ μαθηματικοὶ καλοῦσι διὰ τὸ καὶ ἄλλην ἀναλογίαν εἶναι, ἥτις ἀριθμητικὴ ἀναλογία καλεῖται. ἔστι δὲ ἀριθμητικὴ ἀναλογία, ὅταν τὸ αʹ ὑπερέχῃ τοῦ βʹ τοσοῦτον, ὅσον τὸ γʹ ὑπερέχει τοῦ δʹ. τὸ δὲ διανεμητικὸν δίκαιον ἀνάλογόν ἐστι κατὰ τὴν γεωμετρικὴν ἀναλογίαν· τὸ δὲ αἴτιον ἐροῦμεν.

Περὶ τῆς ἐν δικαιοσύνῃ ἰσότητος καὶ ἀναλογίας καὶ περὶ τοῦ#1论正义中的均等与比例,以及公正的分配种。第4章。 因此,公正的事物既是中道,又是均等的,也是合比例的,而正义乃是中道、均等与比例的产生者。公正之所以是中道,是因为它介于较多与较少之间,介于超过应当之度与不及应当之度之间,正如所有德性一样。这一点是正义与其他德性所共有的;但均等则是正义所特有的,因为正义把适宜和相符的东西给予每一个人;并且它给予接受者的东西是均等的;因为吻合的事物是均等的,而相符的事物在某种方式上也是吻合的。此外,既然不正是不均等,不公正的事物是不均等的,那么正义是均等、公正的事物是均等的也就是合乎情理的;因为它是较多与较少的中道;因为在任何存在较多与较少的行为中,也必然存在均等;而且即便没有任何论证,大家也普遍认为公正的事物就是均等的。公正之所以是合比例的,是因为在分配中它把被分配之物与接受者按比例对应起来。并且被给予之物彼此之间的比例,正如同接受者彼此之间的比例;例如,假定阿喀琉斯在德性上是埃阿斯的两倍,那么按照公正,给予阿喀琉斯的荣誉也将是给予埃阿斯的两倍。就它是中道而言,它关涉许多事物,因为在中道之外的事物,或近或远,或多或少都是众多的;但就它是均等而言,它关涉两样事物,即接受者与被赠之物;因为均等属于关系范畴,总是关涉两样事物;然而,就公正的事物是合比例的而言,它至少关涉四样事物;因为比例总是关涉四样事物;因为比例是两个比的均等,而比存在于两个项之中;所以比例必然关涉四样事物,比如所谓的双倍比或三倍比;而双倍比是两样事物之间的关系,一个是双倍,另一个是一半,正如二十之于十;所以在一个比中必然有两个项。如果我们也在另外两个项(例如12与6)中取相同的比,我们就会构成一个比例,并且将会是:正如20之于10,12亦之于6;如此一来,比例始终至少在四个项中存在;因为在更多项中存在也是可能的。另一方面,即便常常出现取三个项来构成比例的情形——正如20之于10,10之于5——但由于我们把十取了两次,项数便又成了四个。这样的比例被称为连续比例,而通过四个项构成的比例则被称为分离比例。数学家们把这两种都称为几何比例,因为还存在另一种被称为算术比例的比例。所谓算术比例,就是当第一项超出第二项的差,等于第三项超出第四项的差。分配的正义乃是按照几何比例而合比例的;关于其原因,我们随后将会说明。

语法注2 条
  1. 5.καθόσον μέν ἐστι μέσον, πολλῶν ἐστι... καθόσον δὲ ἴσον, δύο τινῶν ἐστι... καθόσον δὲ ἀνάλογόν ἐστι τὸ δίκαιον, τὸ ἐλάχιστον τεσσάρων ἐστίν

    πολλῶν、δύο τινῶν 与 τεσσάρων 均为表所属或关涉的述语属格(谓语属格),意为“属于/关涉/由……构成”。这一平行的句式骨架对比了中道、均等与比例各自所要求的项(或要素)之数量。

  2. 5.εἰ δὲ τρεῖς συμβαίνει πολλάκις ὅρους λαβεῖν καὶ ἀναλογίαν ποιῆσαι·

    句首的 εἰ δὲ 引导一个让步条件从句(“即使……”),但并未接续常规的主句动词,而是在插入具体例子之后,由转折从句 ἀλλ’ ὅτι... τέσσαρες γίνονται πάλιν(“但由于……又变成了四个”)完成整个意义,构成破格文句(anacoluthon)。此处旨在消解关于连续比例表面上似乎只有三个项的反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:90.9-91.9