← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§89.12-90.8

个别正义的二种分类与交往的划分

作者在阐明普遍正义以及善的公民与善的人之区分后,提出了个别正义的两个种(分配的正义与纠正的正义),并将纠正正义所涉及的交往划分为出于意愿的交往与违背意愿的交往(隐秘的侵害与暴力的侵害)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γʹ Περὶ τῶν εἰδῶν τῆς μερικῆς δικαιοσύνης. κεφ. γʹ. Ἡ μὲν οὖν καθόλου δικαιοσύνη, καθὼς εἴρηται, τελεία ἐστὶν ἀρετὴ καὶ χρῆσις τῆς ὅλης ἀρετῆς (ὥσπερ καὶ ἡ ἀδικία παντελὴς κακία ἐστί)· καὶ γὰρ νόμιμός ἐστιν. ὁ δὲ νόμος οὐ μόνον τὰς πράξεις ἁπάσης ἀρετῆς κελεύει ποιεῖν, ὡς ἐν τοῖς εἰρημένοις ἐδείχθη, ἀλλὰ καὶ παιδεύει σπουδαίους τοὺς πολίτας γενέσθαι καὶ εἰς ἕξιν τῆς ὅλης ἐλθεῖν ἀρετῆς. οὐ γὰρ ταὐτὸν πράξεις ποιεῖν ἀρετῆς καὶ ἀρετῆς ἕξιν ἔχειν· καὶ διὰ τοῦτο ἄλλο ἐστὶ τὸ πολίτην εἶναί τινα ἀγαθὸν καὶ ἕτερον ἄνδρα εἶναι ἀγαθόν. ἀνὴρ μὲν γὰρ ἀγαθός ἐστιν ὁ ἕξιν ἀρετῆς ἔχων, πολίτης δὲ ἀγαθὸς ὁ πράττων ἀρετῆς ἔργα, δι’ ὧν τοὺς ἑαυτοῦ πολίτας ὠφελήσει κοινῇ, καὶ ὅλως ὁ πρὸς τοὺς πολίτας ὢν ἀγαθός. ὅθεν ἀπορήσειεν ἄν τις, πῶς τῆς πολιτικῆς ἐστιν ἡ παιδεία, καθ’ ἣν γίνεται τις ἀνὴρ ἀγαθός· περὶ οὗ ὕστερον ἐροῦμεν.1 ἡ μὲν οὖν καθόλου δικαιοσύνη καὶ ἀδικία τοιαύτη. τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ’ αὐτὴν δικαίου ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς, ὅταν διανέμειν δεήσῃ χρήματα ἢ τιμὴν ἢ ἄλλο τι τῶν ὅσα μερίζονται πρὸς τοὺς ἐν ταῖς πολιτείαις (ἐν τούτοις γάρ ἐστι καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὸ ἔλαττον καὶ τὸ μεῖζον· καὶ διὰ τοῦτο τὸ ὡς δεῖ μερίζειν καὶ διανέμειν δικαιοσύνης εἶδός ἐστιν), ἕτερον δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν.2 τούτου δὲ μέρη δύο διὰ τὸ καὶ τὰ συναλλάγματα εἰς δύο διαιρεῖσθαι μέρη. τῶν γὰρ συναλλαγμάτων τὰ μέν ἐστιν ἑκούσια, τὰ δὲ ἀκούσια. ἑκούσια μὲν πρᾶσις ὠνὴ δανεισμὸς ἐγγύη χρῆσις (ὅταν τις ἐπὶ μισθῷ τὴν ἰδίαν οἰκίαν ἢ τὸ ζῷον δώσῃ τινὶ χρήσασθαι), παρακαταθήκη μίσθωσις ἢ δούλου ἢ τεχνίτου· ἑκούσια δὲ λέγεται ταῦτα, ὅτι λαβὼν μέν τις ἢ χρησάμενος καὶ ἑκουσίως ἀποδώσει, καταρχὰς μέντοι ἑκουσίως ἔλαβε καὶ παρ’ ἑκόντος καὶ βουλομένου τοῦ διδόντος· καὶ διὰ τοῦτο ἑκούσια λέγονται· ἀκούσια δὲ τὰ μὲν λαθραῖα λέγονται, τὰ δὲ βίαια· λαθραῖα μέν, οἷον κλοπὴ μοιχεία φαρμακεία προαγωγεία, τὸ δοῦλον ἀπατῆσαί τινος, δολοφονία ψευδομαρτυρία· βίαια δέ, οἷον πληγαὶ δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις κακηγορία προπηλακισμός. συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· ἀποδίδωσι δὲ ἐν τῷ δικαστηρίῳ3 ἢ ζημίαν ἢ θάνατον ἢ τὸ αἰκισθῆναι ἢ τὸ ἀτιμασθῆναι. εἰσὶ τοίνυν δικαιοσύνης εἴδη δύο, τό τε περὶ τὴν διανομὴν καὶ τὸ περὶ τὰ συναλλάγματα· 〈τοῦ δὲ περὶ τὰ συναλλάγματα〉 τὸ μὲν περὶ τὰ ἑκούσιά ἐστι συναλλάγματα, τὸ δὲ περὶ τὰ ἀκούσια. ἐροῦμεν δὲ ἀκριβέστερον περὶ ἑκάστου.

论个别正义的诸种。第3章。 论个别正义的诸种。第3章。 正如已经述及的那样,普遍的正义乃是完全的德性以及全体德性的运用(正如不正乃是完全的恶习一样);因为它也是合法的。然而法律不仅命令人们践行一切德性的行为,如在前文中所表明的那样,而且还教育公民们成为优秀之人并达到全体德性的品质。因为践行德性的行为与拥有德性的品质并不是同一回事;正因如此,某人成为一个善的公民是一回事,而成为一个善的人则是另一回事。因为善的人是拥有德性品质的人,而善的公民则是践行德性的事迹、通过这些事迹共同造福于自己的同胞公民的人,总括而言即对待公民是良善的人。由此人们可能会产生疑问:使某人成为善人的那种教育,究竟如何属于政治学;关于这一点我们随后将会探讨。普遍的正义与不正便是如此。 然而,对于部分的个别正义以及依据它的公正而言,一种是在分配中的正义,即当需要在城邦共同体中的人们之间分配金钱、荣誉或任何其他可分配之物时(因为在这些事物中存在着均等与不均等、较少与较多;正因如此,按其应然来划分和分配乃是正义的一个种);另一种则是在交往中的纠正性正义。而由于交往亦被划分为两个部分,因此这[纠正性正义]也有两个部分。因为在交往中,有些是出于意愿的,有些则是违背意愿的。出于意愿的交往有出售、购买、放贷、担保、出借使用(如某人收取报酬而将自己的房屋或牲畜提供给某人使用)、寄托、对奴隶或工匠的雇佣;这些之所以被称为出于意愿的,是因为接受或使用某物的人不仅会出于意愿归还,而且起初也是出于意愿、且从自愿乐意给予的人那里接受的;正因如此它们被称为出于意愿的。违背意愿的交往,有些被称为隐秘的,有些则被称为暴力的:隐秘的如盗窃、通奸、投毒、引诱通奸、诱拐他人的奴隶、谋杀、伪证;暴力的如殴打、监禁、致死、抢劫、残害身体、毁谤、侮辱。诸如此类的事物之所以也被称为交往,是因为在这些事上行不义者虽隐秘地或暴力地获得了金钱或享乐,但他却要在法庭上赔偿罚款、偿付死亡、遭受酷刑或被剥夺名誉。因此,正义有两个种,即关涉分配的正义与关涉交往的正义;而在〈关涉交往的正义〉中,一部分关涉出于意愿的交往,另一部分则关涉违背意愿的交往。然而关于每一个种,我们将会更为精确地论述。

语法注3 条
  1. 5.περὶ οὗ ὕστερον ἐροῦμεν

    中性单数属格关系代名词 οὗ 的先行词并非前面的某个单独名词,而是前面由 πῶς 引导的整个间接疑问从句所表述的事情(即“使人成为善人的教育究竟如何属于政治学”这一疑难本身)。

  2. 5.ἕτερον δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν

    此分句与前面的 ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς 构成对衬,承前省略了系动词 ἐστί 及名词 εἶδος。中性形容词 διορθωτικόν 加上冠词名词化,指“交往中的纠正性[正义之种]”。

  3. 5.συναλλάγματα δὲ καὶ τὰ τοιαῦτα λέγονται, ὅτι ὁ περὶ ταῦτα ἀδικῶν λαμβάνει μὲν λάθρα καὶ βιαίως ἢ χρήματα ἢ ἡδονήν· ἀποδίδωσι δὲ ἐν τῷ δικαστηρίῳ

    这是注释者解释为何将侵权/不法行为亦称作“交往(交易)”(συναλλάγματα)的句式。在 ὅτι 引导的原因从句中,λαμβάνει μέν 与 ἀποδίδωσι δέ 构成呼应:行不义者秘密或暴力地获取财物或快乐,而在法庭上则“偿付/交纳”(ἀποδίδωσι)罚金或惩罚,从而在比喻意义上将其解释为一种双向的结算/交往。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:89.12-90.8