← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§88.10-89.11

个别正义与个别不正的存在及其本质

本节依据亚里士多德《尼各马可伦理学》第五卷第二章,通过行为的动机与恶习的分类,论证了存在着不同于作为整体德性的普遍正义的“个别正义”与“个别不正”(贪得),并阐明其本质关涉“更多”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5

Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. β' Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. βʹ. Ἔστι δὲ καὶ ἄλλη τις δικαιοσύνη, ἥτις ἐστὶ μερικὴ ἀρετή, ὥσπερ καὶ ἀδικία, ἥτις ἐστὶ μερικὴ κακία. σημεῖον δὲ τοῦ καὶ μερικὴν εἶναι δικαιοσύνην καὶ ἀδικίαν ἐκεῖνο ἂν εἴη· ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθηρίας ἄδικος μὲν λέγοιτο ἄν, πλεονέκτης δὲ οὐδαμῶς·1 οἷός ἐστιν ὁ ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν ἢ ὁ λοιδορησάμενος τὸν πέλας διὰ χαλεπότητα καὶ τὸ μὴ δύνασθαι θυμοῦ κρατεῖν καὶ ὀργῆς, ἢ ὁ μὴ βοηθήσας χρήμασι δι’ ἀνελευθεριότητα· οὗτοι γὰρ πάντες ἄδικοί εἰσι, πλεονέκται δὲ οὐδαμῶς. ὥστε ὁ πλεονέκτης περὶ ἄλλην τινά ἐστι πονηρίαν, ὅτι μήτε περὶ μίαν τούτων ἐστὶν οὔτε περὶ πάσας· ψέγεται δὲ ὡς ἄδικος· ἔστιν ἄρα ἄλλη τις ἀδικία μερική, ὡς μέρος οὖσα τῆς ὅλης ἀδικίας, καὶ ἄδικόν τι μερικὸν μέρος τοῦ ὅλου ἀδίκου τοῦ παρὰ τὸν νόμον. ἔτι εἰ ὁ μὲν κέρδους ἕνεκα μοιχεύει καὶ προσλαμβάνει, ὁ δὲ ἡδονῆς ἕνεκα, καὶ διὰ τοῦτο ζημιοῦται καὶ ἀναλίσκει τὰ ὄντα, ὁ μὲν ἀκόλαστος ἂν λέγοιτο καὶ οὐ πλεονέκτης, ὁ δὲ πλεονέκτης καὶ ἄδικος, ἀκόλαστος δὲ οὐδαμῶς· ὥστε ἀδικία τίς ἐστι μὴ περιέχουσα τὴν ἀκολασίαν· καὶ διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῇ καθόλου ἀδικίᾳ ἀλλὰ μερική. ἔτι πᾶσα μὲν πονηρὰ πρᾶξις ἐπί τινα κακίαν ἀναφέρεται, οἷον τὸ μὲν μοιχεύειν εἰς ἀκολασίαν ἀνάγεται, τὸ δὲ φυγεῖν καὶ ῥῖψαι τὴν ἀσπίδα ἐπὶ δειλίαν, τὸ δὲ λοιδορήσασθαι καὶ πατάξαι ἐπὶ ὀργήν, τὸ δὲ κερδᾶναι τὰ ἑτέρων καὶ οὐδαμόθεν ἑαυτῷ προσήκοντα εἰς οὐδὲν ἕτερον ἀναφέρεται ἢ ἐπὶ τὴν ἀδικίαν. ὥστε φανερόν, ὅτι ἔστι τις ἀδικία ἄλλη μερικὴ συνώνυμος τῇ καθόλου· καὶ γὰρ ὁ ὁρισμὸς ἑκατέρας ἐν τῷ αὐτῷ ἐστι γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον χρῆσθαι τῷ ἀγαθῷ τὸ εἶναι ἔχουσι· διαφέρει δὲ ἡ μερικὴ τῆς καθόλου, ὅτι ἡ μὲν μερικὴ περὶ χρήματα ἢ σωτηρίαν ἢ δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους2 ἢ εἴ τί ἐστιν ὄνομα κοινὸν τούτων ἁπάντων· ἡ δὲ καθόλου περὶ ἅπαντά ἐστι, περὶ ὅσα ὁ σπουδαῖος καταγίνεται. ὅτι μὲν οὖν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ὅτι ἔστι τις ἄλλη μερικὴ δικαιοσύνη παρὰ τὴν καθόλου ἀρετήν, δῆλον ἀπὸ τῶν εἰρημένων· τίς δέ ἐστιν αὕτη ἡ μερικὴ δικαιοσύνη, τοῦτο ἤδη ῥητέον. διωρισάμεθα μὲν οὖν, ὅτι τὸ ἄνισον καὶ τὸ παράνομόν ἐστι τὸ ἄδικον, δίκαιον δέ ἐστι τὸ νόμιμον καὶ τὸ ἴσον· ἡ μὲν οὖν καθόλου δικαιοσύνη ἐστὶ περὶ τὸ νόμιμον καὶ ἡ καθόλου ἀδικία περὶ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ τὸ πλέον3 οὐ ταὐτόν ἐστι τῷ ἀνίσῳ, ἀλλ’ ἔστι τὸ μὲν ἄνισον ὥσπερ ὅλον, τὸ δὲ πλέον ὡς μέρος (τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον), ἔστι τις ἀδικία περὶ τὸ πλέον, καὶ περὶ τὸ ἄνισον ἄλλη· αἳ οὐκ ἂν εἶεν αἱ αὐταὶ ἀδικίαι, ἀλλ’ ἡ μὲν περὶ τὸ πλέον μερικὴ ἔσται ἀδικία, ἡ δὲ περὶ τὸ ἄνισον ἀδικία καθόλου. ἡ ἄρα μερικὴ ἀδικία, ἥτις ἔχει πρὸς τὴν τελείαν ἀδικίαν ὡς μέρος πρὸς ὅλον, περὶ τὸ πλέον ἐστί· καὶ αὕτη ἐστὶν ἡ λεγομένη πλεονεξία. ἀπὸ τούτων δὲ γινώσκεται καὶ ἡ μερικὴ δικαιοσύνη τί ἐστιν, ὡς ἐν τύπῳ· λεκτέον δὲ ἔτι περὶ αὐτῶν ἀκριβέστερον.

Περὶ τῆς μερικῆς δικαιοσύνης. κεφ. β'论个别的正义。第2章。 然而,还存在着另一种正义,它是某种个别的德性,正如还存在着某种不正,它是某种个别的恶习一样。而证明个别的正义和不正确实存在的一个标志大概就是:按照其他恶劣品质行事的人,或许会被说成是不正的,但决不会被称为贪得的。例如,因懦弱而丢弃盾牌的人,或者因暴躁且不能克制脾气与愤怒而辱骂邻人的人,或者因吝啬而不以金钱施以援助的人;因为所有这些人都是不正的,但决非贪得的。因此,贪得者所关涉的是某种其他的恶习,因为他既不关涉这些恶习中的某一种,也不关涉所有这些恶习;但他作为不正者而受到指责;因此,存在着另一种作为整体不正的一部分的个别不正,以及某种作为违反法律的整体不公正之事的一部分的个别不公正之事。再者,如果一个人为了得利而通奸并额外收受钱物,而另一个人则是为了享乐而通奸,并因此蒙受罚款且耗费家产,那么后者会被说成是放荡的而非贪得的,而前者会被说成是贪得且不正的,决不会被说成是放荡的;因此,存在着某种不包含放荡的不正;正因如此,它与普遍的不正并非同一物,而是个别的。再者,一切恶劣的行为都归于某种恶习,例如通奸归结为放荡,逃跑和丢弃盾牌归于懦弱,辱骂和殴打归于愤怒,但赚取他人的且绝非属于自身的事物,则除了不正之外不归于任何其他恶习。因此显而易见,存在着另一种与普遍不正同名的个别不正;因为两者的定义都处于同一个属中;因为两者的本质都在于关涉他人来使用善物。但个别不正与普遍不正的区别在于:个别不正关涉金钱、安全,或者因获利而来的享乐,或者如果有涵盖所有这些事物的某种共同名称的话;而普遍不正所关涉的,则是优秀之人所从事的一切事物。因此,从前述内容显而易见,正义是在多种意义上被述说的,并且在普遍的德性之外还存在着某种其他的个别正义;然而这种个别的正义究竟是什么,现在必须予以说明。我们先前已经界定,不均等与违法就是不正,而合法与均等就是公正;因此,普遍的正义关涉合法的,而普遍的不正关涉违法的和不均等的。但是,既然“更多”与“不均等”并非同一回事,而是不均等犹如整体,更多犹如部分(因为更多也是不均等的,但并非一切不均等都是更多),那么就存在着某种关涉更多的不正,以及另一种关涉不均等的不正;它们不可能是同一种不正,而是关涉更多的那种不正将是个别的,而关涉不均等的那种不正则是普遍的。因此,与完全的不正具有如部分对整体之关系的个别不正,正是关涉“更多”的;而这也就是所谓的贪得。从这些论述中,个别的正义是什么也大体上得以明了;然而关于它们,还必须更为精确地论述。

语法注3 条
  1. 5.ὁ γὰρ ἐνεργῶν κατὰ τὰς ἄλλας μοχθηρίας ἄδικος μὲν λέγοιτο ἄν, πλεονέκτης δὲ οὐδαμῶς

    带有ἄν的潜能祈愿语气结构。表明依照其他个别恶习(如怯懦、暴怒、吝啬)行事的人,在违法的普遍意义上或许可被称为“不正之人”(ἄδικος),但决不会被称为“贪得者”(πλεονέκτης),因为其动机并非谋取不当的超额利益。

  2. 5.περὶ χρήματα ἢ σωτηρίαν ἢ δι’ ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους

    略显破格的介词平行结构。前半句使用支配宾格的介词περί(περὶ χρήματα ἢ σωτηρίαν),后半句则转为使用διά(ἢ δι’ ἡδονήν),表行动的动机或起因,即“由于获利而来的享乐”。

  3. 5.τὸ γὰρ πλέον καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον πλέον

    省略系动词ἐστί的对比句,其骨架为:τὸ γὰρ πλέον [ἐστὶ] καὶ ἄνισον, οὐ πᾶν δὲ τὸ ἄνισον [ἐστὶ] πλέον。用于确立整体与部分的关系:凡是“更多”的也必然是“不均等”的,但并非所有“不均等”的都是“更多”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:88.10-89.11