- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:86.30-88.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明不正之人所追求的善乃是财富等无条件但不能使自身变善的外在善物,并基于法律命令一切德性行为的事实,论证关涉他人的守法正义并非德性的一部分,而是整体的德性(完全的德性)。
ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν·1 οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι οὐδὲ τῶν ἰατρῶν ἰατρικώτερος οὐδὲ τῶν ἐλευθερίων ἐλευθεριώτερος οὐδὲ ἄλλο οὐδὲν τῶν ἀγαθῶν, ὅσα αὐτά τε ἁπλῶς καὶ καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ αὐτὸν ἀγαθὸν ποιεῖ· ἀλλὰ περὶ ἐκεῖνα τῶν ἀγαθῶν ζητεῖ τοὺς ἄλλους ὑπερνικᾶν, ὅσα ἁπλῶς καὶ καθ’ αὑτά εἰσιν ἀγαθά, αὐτὸν δὲ οὐ ποιεῖ ἑαυτοῦ βελτίονα ἀλλὰ καὶ χείρω πολλάκις, οἷον χρήματα καὶ δυναστείαν καὶ σώματος εὐεξίαν· ταῦτα γὰρ ὕλη κακίας τῷ φαύλῳ γίνεται χείρονος· καὶ τὰ ἄλλα, ὅσα περὶ εὐτυχίαν ἢ ἀτυχίαν ἐστίν, ἅπερ οἱ πλεῖστοι τῶν ἀνθρώπων ἑαυτοῖς εὔχονται καὶ διώκουσι. δεῖ δὲ οὐχ οὕτω ποιεῖν,2 ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν. ὁ δὲ ἄδικος εὔχεται μὲν αὑτῷ τὰ περὶ εὐτυχίαν ἀγαθὰ καὶ ἐν τούτοις ἀεὶ ζητεῖ τὸ πλέον ἔχειν, αἱρεῖται δὲ καὶ τὰ ἐλάττονα τῶν περὶ δυστυχίαν κακῶν· νομίζει γὰρ τὸ ἔλαττον κακὸν ἀγαθὸν εἶναι. καὶ διότι ὁ πλεονέκτης ἀεὶ καὶ ἡ πλεονεξία περὶ τὸ ἀγαθόν ἐστι, διὰ τοῦτο δοκεῖ πλεονέκτης εἶναι. ἔστι δὲ ὁ ἄδικος ἄνισος· τοῦτο γὰρ περιεκτικὸν ὄνομα καὶ κοινόν ἐστι πᾶσι τοῖς εἴδεσι τῆς ἀδικίας, ἡ ἀνισότης· καὶ γὰρ καὶ ὁ παράνομος ἄνισός τίς ἐστι καὶ πλεονέκτης. ἐπεὶ δὲ ὁ παράνομος ἄδικός τίς ἐστι καὶ ὁ νόμιμος δίκαιος, φανερὸν ὅτι πάντα τὰ νόμιμα δίκαιά πώς ἐστι· τὰ γὰρ ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά τέ ἐστι καὶ δίκαια λέγονται· ἕκαστον γὰρ τῶν νομίμων καὶ δίκαιον εἶναί φαμεν· ὥστε περὶ ὅσα εἰσὶν οἱ νόμοι, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει. ἀλλ’ οἱ νόμοι περὶ ἁπάντων ἀγορεύουσι, στοχαζόμενοι τοῦ συμφέροντος ταῖς πολιτείαις ἁπάσαις, εἴτε δημοκρατίαν εἴτε ἀριστοκρατίαν εἴτε ἄλλην τινὰ τάττουσι πολιτείαν, προστάττοντες δὲ πάντα τὰ κατὰ πᾶσαν ἀρετὴν ἔργα, οἷον σώφρονα καὶ δίκαια καὶ ἀνδρεῖα. προστάττουσι γὰρ μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν, ὅπερ ἐστὶ τοῦ ἀνδρείου, καὶ μὴ μοιχεύειν μηδὲ ὑβρίζειν, ὅπερ ἐστὶ τοῦ σώφρονος ἔργον, καὶ μὴ τύπτειν μηδὲ κακουργεῖν, ὃ πραότητός ἐστιν·3 ὁμοίως δὲ καὶ τὰ τῶν ἄλλων ἀρετῶν καὶ κακιῶν τὰ μὲν κελεύει, τὰ δὲ ἀπαγορεύει. καὶ ὁ μὲν ἀκριβὴς νόμος καὶ ὀρθὸς κατὰ τὸν ὀρθὸν καὶ ἀκριβῆ λόγον, ὁ δὲ αὐτοσχεδίως καὶ ἀβασανίστως τιθεὶς οὐ πάνυ ἀκριβῶς καὶ ὡς προσῆκεν ἀλλὰ χεῖρον καὶ κελεύει καὶ ἀποτρέπει· κελεύει δ’ οὖν ὅμως καὶ ἀποτρέπει τὰ ἀγαθὰ καὶ τὰ φαῦλα· παντὸς γὰρ νόμου τόδε σκοπός ἐστιν. εἰ τοίνυν ὅσα νόμιμα, τοσαῦτα καὶ δίκαια, καὶ περὶ ἃ ὁ νόμος, περὶ ταῦτα καὶ τὴν δικαιοσύνην εἶναι συμβαίνει, πᾶσαν ἀρετὴν ἡ δικαιοσύνη περιέχει, καὶ ἔστι τις ἀρετὴ τελεία διὰ τὸ πάσας τὰς ἀρετὰς περιέχειν, καὶ αὐτὴν εἶναι τὴν ὅλην ἀρετήν. τούτῳ γὰρ μόνῳ τῆς καθόλου ἀρετῆς ἡ δικαιοσύνη διαφέρει, ὅτι ἡ μὲν ἕξις ἐστὶ καθ’ ἑαυτὴν μόνον, ἡ δὲ δικαιοσύνη τελεία ἐστὶν ἕξις, οὐχ ἁπλῶς, ἀλλὰ πρὸς ἕτερον ἀναφερομένη· τὸ γὰρ χρῆσθαι πάσαις ἀρεταῖς πρὸς τὸ συμφέρον τῶν πέλας, τοῦτό ἐστιν ἡ δικαιοσύνη. καὶ διὰ τοῦτο κρατίστη δοκεῖ πασῶν ἀρετῶν, καὶ οὔθ’ ἕσπερος οὔθ’ ἑῷος ἀστὴρ οὕτω λαμπρός ἐστι καὶ θαυμαστὸς ὥσπερ ἡ δικαιοσύνη· καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν. ὁ γὰρ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ ἀρετῇ χρῆσθαι, ἀλλ’ οὐ μόνον καθ’ αὑτόν. πολλοὶ γὰρ ἑαυτοὺς μὲν ταῖς ἀρεταῖς ὠφελοῦσιν, ἄλλοις δὲ δι’ αὑτῶν οὐ δύνανται βοηθεῖν· καὶ διὰ τοῦτο καλῶς ὁ τοῦ Βίαντος ἔχει λόγος ‘ἀρχὰ δείξει ἄνδρα’· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ ἀρχὴ ἢ ἡ πρὸς ἄλλους τῶν ἀρετῶν κοινωνία. καὶ διὰ τοῦτο καὶ ἀλλότριον ἀγαθὸν εἶναι δοκεῖ ἡ δικαιοσύνη μόνη τῶν ἄλλων ἀρετῶν, ὅτι οὐχ ἑαυτῷ τὸ συμφέρον ἀλλὰ τοῖς ἄλλοις ζητεῖ, ἢ τῷ κοινῷ ἢ τῷ ἄρχοντι. ὁ μὲν οὖν ἑαυτόν τε βλάπτων τῇ μοχθηρίᾳ καὶ τοὺς φίλους κάκιστος, ὁ δὲ ταῖς ἀρεταῖς οὐ πρὸς τὸ οἰκεῖον κεχρημένος συμφέρον ἀλλὰ πρὸς τοὺς ἄλλους ἄριστός ἐστι· τοῦτο γὰρ ἔργον χαλεπόν. αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ’ ὅλη ἐστὶν ἡ ἀρετή· καὶ ἡ ἀδικία ὁμοίως οὐ μέρος ἐστὶ κακίας ἀλλ’ ὅλη κακία. τίνι δὲ διαφέρει ἡ καθόλου ἀρετὴ τῆς δικαιοσύνης ταύτης, εἴρηται.
他所寻求的善,既非对他自身而言的善,亦非能使他变得更优秀的善;因为他并不寻求比他人更为节制,也不寻求比医生们更通晓医术,也不寻求比慷慨者更为慷慨,亦不寻求任何其他既无条件且就其自身而言是善、又能使他自身变善的善物。相反,他寻求在那些尽管无条件且就其自身而言是善、却不会使他比自己原先更好、反而往往使他更坏的善物上压倒他人,例如财富、权力和强健的体魄;因为对于卑劣之人而言,这些事物成了更坏恶行的质料。对于关乎幸运或不幸的其他一切事物也是如此,而大多数人正是为自己祈求并追求这些事物的。然而人们不应当这样做,而是应当一方面祈求这些无条件的善物也能使自己变善、使自己受益且不使自己变坏,另一方面在面临抉择时,不应优先选择无条件的善物,而应选择对自己而言的善物,以及能够使自己变得更好的事物。相反,不正之人为自己祈求关乎幸运的善物,并始终寻求在这些事物中获取更多,而在关乎不幸的恶物中则选择较小的恶;因为他认为较小的恶也是一种善。而且由于贪得者始终关涉善物,且贪得也是关于善物的,因此由于这个缘故,他被看作是贪得的。此外,不正之人是不均等者;因为“不均等”这一名称是概括性的,为不正的所有种所共有;因为违法者也是某种不均等者和贪得者。既然违法者是某种不正之人,而守法者是公正之人,那么显而易见,一切合乎法律的事物在某种意义上都是公正的;因为由立法术所规定的事物既是合法的,又被称为公正的;因为我们断言,每一件合法之事也是公正的。因此,法律所涉及的一切事物,正义碰巧也涉及这些事物。但是,法律涉及所有事物,它着眼于对所有政体都有益的事情——无论它们设立的是民主政体、贵族政体还是某种其他政体——并命令践行符合一切德性的一切行为,例如节制的、公正的和勇敢的行为。因为法律命令不脱离阵列也不逃跑(这是勇敢者的职责),命令不通奸也不施加暴行(这是节制者的作为),命令不殴打也不伤害(这属于温和);同样,关于其他德性与恶习的行为,它命令前者,禁止后者。精确而正确的法律是依照正确而精确的理据进行命令和禁止的,而草率且未经审视制定的法律,则是以不够精确且不恰当的方式,以较劣的方式进行命令和劝阻;然而,它终究还是命令善事并劝阻卑劣之事;因为这是一切法律的旨归。因此,如果所有合法之事都是同等程度的公正之事,并且凡是法律所关涉的事物,正义碰巧也关涉这些事物,那么正义便涵括了一切德性,并且由于涵括了所有的德性,它是某种完全的德性,且其自身就是整体的德性。因为正义与普遍的德性唯独在以下这一点上有所不同:普遍的德性仅仅是就其自身而言的品质,而正义则是完全的品质,并非无条件的,而是关涉他人的;因为为了邻人的利益而行使一切德性,这便是正义。正因如此,它被视为一切德性中至高无上的,无论薄暮之星还是拂晓之星,都不及正义这般璀璨而令人惊叹;并且我们引用谚语说:“在正义之中包揽了一切德性。”它最是完全的德性,因为它正是完全德性的行使。因为拥有正义的人不仅能够就自身而言行使德性,而且能够关涉他人行使德性。因为许多人通过德性造福自身,却无法通过自身去帮助他人;正因如此,毕阿斯的格言说得极好:“掌权将彰显其人”;因为掌权无非就是与他人分享德性。正因如此,在其他德性之中,唯独正义看起来是“他人的善”,因为它寻求的不是自身的利益,而是他人的利益,或共同体的利益,或统治者的利益。因此,以自身的恶劣既伤害自己又伤害朋友的人是最恶劣的,而行使诸德性不是为了自身的利益,而是为了他人的人,则是最优秀的;因为这是一项艰巨的工作。因此,这种正义不是德性的一部分,而是整体的德性;同样,不正也不是恶习的一部分,而是整体的恶习。至于普遍的德性与这种正义有何区别,则已经说明过了。
- 5.0ἀγαθὸν δὲ ζητεῖ οὐ τὸ αὑτῷ ἀγαθὸν καὶ ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν
否定词 οὐ 同时统辖 τὸ αὑτῷ ἀγαθόν 以及由连词 καί 连接的关系从句 ὅπερ ἂν αὐτὸν ἀμείνω ποιήσειεν(带有 ἄν 的潜能祈愿语气)。后文的 οὐ γὰρ ζητεῖ τῶν ἄλλων σωφρονέστερος εἶναι... 具体例示了这一双重否定对象。
- 5.0δεῖ δὲ οὐχ οὕτω ποιεῖν, ἀλλ’ εὔχεσθαι μὲν ταῦτα τὰ ἁπλῶς ἀγαθὰ καὶ αὐτοὺς ἀγαθῦναι καὶ ὠφελῆσαι καὶ μὴ χείρους ποιῆσαι, αἱρέσεως δὲ προκειμένης, προκρίνειν οὐ τὰ ἁπλῶς ἀγαθὰ ἀλλὰ τὰ αὑτοῖς ἀγαθὰ καὶ ὅσα αὐτοὺς δυνήσεται βελτίους ποιεῖν.
无人称动词 δεῖ 统领两个并列的不定式从句:εὔχεσθαι μὲν ... 与 προκρίνειν δὲ ...。在前者中,εὔχεσθαι 引导以 ταῦτα τὰ ἁπλῶς ἀγαθά 为主词、αὐτούς 为人称宾词的带主词不定式结构;在后者中,αἱρέσεως δὲ προκειμένης 为独立属格结构。
- 5.0καὶ παροιμιαζόμενοί φαμεν ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσίς ἐστιν.
在引用的诗句(泰奥格尼斯 147)ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ ἀρετὴ ἔνι 之后,短语 καὶ τελεία μάλιστα ἀρετή 是注释者在引用之外的补充,需补充主语 ἡ δικαιοσύνη 与系词 ἐστί(即“[正义]最是完全的德性”)。紧随其后的 ὅτι 从句说明了其理由(即它是完全德性的行使)。
