- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:85.2-86.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
赫利奥多罗斯开启对《尼各马可伦理学》第5卷第1章的释义,指出正义与不正作为伦理德性本质上要求意愿(与科学或潜能不同),并通过对立品质多义性的对应法则,从不正之人的三种含义(违法、贪得、不均等)推导出正义与公正之物的内涵。
Περὶ δικαιοσύνης. κεφ. αʹ. Σκεπτέον δὲ ἤδη περὶ δικαιοσύνης καὶ ἀδικίας, περὶ ποίας πράξεις εὑρίσκονται καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη καὶ τὸ δίκαιον τίνων μέσον καὶ τίνα τὰ παρ’ ἑκάτερα τοῦ δικαίου. σκεψώμεθα δὲ κατὰ τὴν αὐτὴν μέθοδον, μεθ’ ἧς καὶ περὶ τῶν ἄλλων ἀρετῶν ἐσκεψάμεθα. ὁρῶμεν δὴ πάντας δικαιοσύνην ὀνομάζοντας ἕξιν τινά, ἣν ἔχοντες πρακτικοὶ τῶν δικαίων ἐσμὲν καὶ δικαιοπραγοῦμεν καὶ βουλόμεθα τὰ δίκαια. τὸν δὲ αὐτὸν τρόπον καὶ περὶ τῆς ἀδικίας· ἀδικίαν γὰρ ὀνομάζουσι, καθ’ ἣν ἀδικοῦμεν καὶ τὰ ἄδικα βουλόμεθα. ταύτας δὴ τὰς κοινὰς περὶ δικαιοσύνης καὶ ἀδικίας δόξας ὑποθώμεθα· καὶ ἔστω δικαιοσύνη καὶ ἀδικία ὡς ἐν τύπῳ ἕξις ἀφ’ ἧς βουλόμεθα τὰ δίκαια καὶ ἕξις ἀφ’ ἧς οὐ βουλόμεθα.1 δεῖ γὰρ προσκεῖσθαι ἀεὶ ταῖς ἀρεταῖς ταῖς ἠθικαῖς τὸ βούλεσθαι, καὶ ἀδύνατον ἄλλως αὐτὰς ὁρισθῆναι· διὰ τὸ βούλεσθαι γὰρ σωφρονεῖν καὶ δικαιοπραγεῖν ὁ δίκαιος καὶ ὁ σώφρων γίνεται. ἐπὶ μὲν γὰρ τῶν ἐπιστημῶν καὶ δυνάμεων τὸ δύνασθαι μὲν ἀναγκαῖον, τὸ βούλεσθαι δὲ οὐκ ἀναγκαῖον· εἰ γάρ τις δύναιτο ὑγιάζειν, ἰατρός ἐστι, κἂν μὴ βούληται ὑγιάζειν· τὴν γὰρ ἕξιν τῆς ἰατρικῆς οὐδὲν κωλύει τὸ μὴ βούλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπὶ δὲ τῶν ἠθικῶν ἀρετῶν ἀνάπαλιν ἔχει. τὸ μὲν γὰρ δύνασθαι δίκαια πράττειν δυνατόν ἐστι καὶ τῷ ἀδίκῳ πολλάκις, τὸ δὲ βούλεσθαι μόνον ἐστὶ τοῦ δικαίου. ὅθεν δίκαιός ἐστι καὶ ὁ μὴ δυνάμενος μὲν πράττειν τὰ δίκαια, βουλόμενος δὲ καὶ ἕξιν ἔχων δικαιοσύνης· τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ ἄδικος ἔχει. ἔτι δὲ πᾶσα δύναμις καὶ ἐπιστήμη τῶν ἐναντίων ἐστί· μιᾷ γὰρ ἐπιστήμῃ δυνατὸν τὰ ἐναντία εἰδέναι· μία γὰρ γνῶσίς ἐστι τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἡ ἰατρική, καὶ μιᾷ δυνάμει τὰ ἐναντία γίνονται, μία δὲ ἕξις οὐκ ἔστι τῶν ἐναντίων πρακτική· οὐ γὰρ ἀπὸ τῆς δικαιοσύνης τὰ ἄδικα πράττομεν καὶ δίκαια, ὥσπερ οὐδὲ αἱ νοσώδεις κινήσεις ταῖς ὑγιειναῖς αἱ αὐταί· γινώσκονται μέντοι αἱ ἐναντίαι ἕξεις ἀπὸ τῶν ἐναντίων. εἰ γάρ τις γινώσκει τὴν εὐεξίαν εἶναι πυκνότητα σαρκός, εἴσεται τὴν καχεξίαν εἶναι μανότητα σαρκός. γινώσκονται δὲ αἱ ἕξεις καὶ ἀπὸ τῶν ἐκτῶν·2 ἕξις μὲν γάρ, φέρε εἰπεῖν, ἡ ὑγίεια· ἐκτὸν δὲ τὸ ὑγιεινόν, ὃ πρὸς ὑγίειαν φέρει· εἰ γὰρ γινώσκομεν ὑγιεινὸν εἶναι τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί, γινώσκομεν εὐεξίαν εἶναι τὴν ἐν σαρκὶ πυκνότητα. ἀκολουθεῖ δὲ κἀκεῖνο ταῖς ἕξεσιν ὡς ἐπὶ τὸ πλεῖστον· καὶ γὰρ ἐὰν πλεοναχῶς λέγηται ἡ ἑτέρα τῶν ἐναντίων ἕξεων, καὶ ἡ ἑτέρα πλεοναχῶς λέγεται, οἷον εἰ ἡ σωφροσύνη πολυσήμαντόν ἐστιν, καὶ ἡ ἀκολασία πολυσήμαντον ἔσται· καὶ εἰ ἡ δικαιοσύνη ὁμώνυμός ἐστι καὶ ἐπὶ πλειόνων λέγεται, καὶ ἡ ἀδικία τοῦτον ἕξει τὸν τρόπον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἴρηται, ὅτι καὶ ἔστιν ἐν αἷς τῶν ἕξεων τὸ τοιοῦτον οὐ συμβαίνει, οἷον τὸ φιλεῖν τῷ μισεῖν ἐναντίον ἐστίν, ἀλλὰ τὸ μὲν φιλεῖν οὐχ ἁπλοῦν ἐστι· σημαίνει γὰρ τό τε ἀγαπᾶν καὶ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι· τὸ δὲ μισεῖν ἓν μόνον σημαίνει, τὴν ἔχθραν. τοιοῦτο δὲ ἐλάχιστα συμβαίνει· μάλιστα δὲ καὶ ὡς ἐπὶ τὸ πολὺ τὸ πλεοναχῶς λέγεσθαι τὴν ἕξιν, τῆς ἐναντίας πλεοναχῶς λεγομένης. ἐπεὶ τοίνυν καὶ ἡ δικαιοσύνη τῶν πλεοναχῶς λεγομένων ἐστί, καὶ ἡ ἀδικία τῶν πλεοναχῶς λεγομένων ἂν εἴη. δοκεῖ δὲ ἕν τι σημαίνειν τὴν δικαιοσύνην καὶ τὴν ἀδικίαν διὰ τὸ τὰ σημαινόμενα μὴ σφόδρα διαφέρειν ἀλλήλων· τότε γὰρ ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον γίνεται δῆλα, ὅτε τὰ σημαινόμενα πράγματα πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν, οἷον κλεὶς λέγεται ἥ τε ὑπὸ τὸν αὐχένα τοῦ ζῴου καὶ ἡ τὰς θύρας κλείομεν·3 ἐνταῦθα γὰρ διὰ τὸ πολλὴν εἶναι τῶν πραγμάτων τὴν διαφοράν, φανερά ἐστιν ἡ ὁμωνυμία καὶ τὸ πολυσήμαντον. ἐπεὶ τοίνυν πολλαχῶς ἡ δικαιοσύνη λέγεται καὶ ἡ ἀδικία, εἰλήφθω ποσαχῶς λέγεται ὁ ἄδικος· ἐντεῦθεν γὰρ ληψόμεθα καὶ τὰ σημαινόμενα τῆς δικαιοσύνης. λέγεται τοίνυν ἄδικος ὅ τε παράνομος καὶ ὁ πλεονέκτης καὶ ὁ ἄνισος, ὥστε καὶ δίκαιος ἂν εἴη ὅ τε νόμιμος καὶ ὁ ἴσος· καὶ δίκαιον μὲν τὸ νόμιμον καὶ τὸ ἴσον, ἄδικον δὲ τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεονέκτης ἐστὶν ὁ ἄδικος, ἡ δὲ πλεονεξία περί τί ἐστιν ἀγαθόν, εἴη ἂν καὶ αὐτὸς περί τι πλεονεκτῶν ἀγαθόν.
论正义。第1章。 现在必须考察正义与不正:它们涉及何种行为,正义是何种中道,公正之物是在何者之间的中道,以及在公正之物两旁的极端是什么。让我们按照考察其他德性时所采用的同一方法来进行考察。我们看到,所有人都将正义称为某种品质,由于拥有它,我们能够践行公正之事,并且实际践行公正之事,并意愿公正之事。关于不正也是以同样的方式:因为人们将那使我们行不正并意愿不公正之事的品质称为不正。那么,让我们把关于正义与不正的这些普遍意见作为前提;并暂且粗略地设定,正义是从中出发我们意愿公正之事的品质,而不正是从中出发我们不意愿[公正之事]的品质。因为在伦理德性中必须始终附加上意愿,除此以外不可能对它们作出界定;因为正是通过意愿节制和践行公正之事,公正的人和节制的人才得以生成。因为在科学与潜能的情形中,拥有能力是必然的,而意愿却不是必然的;因为如果某人有能力医治,即便他并不意愿医治,他也是一名医生;因为不意愿丝毫不妨碍医术这种品质的存在;在其他情形中亦复如是。但在伦理德性的情形中,情况恰恰相反。因为拥有行公正之事的能力,对于不正之人而言往往也是可能的,但意愿却唯独属于公正之人。因此,即便是那些无能践行公正之事、但意愿公正之事并拥有正义品质的人,也是公正的;不正之人也是同样的情形。此外,一切潜能与科学都是关乎对立面的;因为通过单一的科学便可能认识对立面;因为对健康之物与病态之物的认识是同一种,即医术,并且通过单一的潜能可以产生对立的各方,但单一的品质却不是对立面的践行能力;因为我们并非既出于正义而行不公正之事,又行公正之事,正如患病的运动与健康的运动并非相同一样。然而,对立的品质可以通过其对立面而被认识。因为如果某人知道体魄良好是肌肉的紧致,他就会知道体魄不良是肌肉的松弛。品质也可以通过分有它们的事物而被认识;例如,健康是一种品质,而健康之物是分有健康者,即导致健康之物;因为如果我们知道健康之物是在肌肉中产生紧致的东西,我们就会知道体魄良好乃是肌肉中的紧致。而且,就绝大多数情形而言,品质还遵循以下规则:如果对立品质的一方是在多种意义上被言说的,另一方也会在多种意义上被言说;例如,如果节制具有多种涵义,放纵也将具有多种涵义;如果正义是同名异义的并就更多的事物被言说,不正也将具有这种特征。之所以说“就绝大多数情形而言”,是因为在某些品质中并不发生这样的情况;例如,“爱”与“恨”是对立的,但“爱”不是单一的——因为它既表示关爱,又表示以双唇亲吻——而“恨”仅表示单一的一件事,即敌意。但这种情况极少发生;最主要且在大多数情况下,当一种品质在多种意义上被言说时,其对立的品质也是在多种意义上被言说的。因此,既然正义属于在多种意义上被言说的事物,不正也应属于在多种意义上被言说的事物。正义与不正看起来似乎表示单一的事物,是因为被表示的事物彼此之间并没有极大的差异;因为只有当被表示的事物彼此之间存在很大差异时,同名异义和多义性才会变得显明;例如,“锁匙”既指动物的锁骨,又指我们用来关门的钥匙;因为在那里,由于事物的差异很大,同名异义和多义性是显而易见的。既然正义与不正是以多种方式被言说的,那么就让我们来掌握不正之人是在多少种意义上被言说的;因为由此我们也将掌握正义所表示的涵义。那么,不正之人既被称为违法者,又被称为贪得者和不均等者,因而公正之人也就是守法者和均等者;而公正之物是合法的和均等的,不公正之物则是违法的和不均等的。既然不正之人也是贪得者,而贪得是关乎某种善物的,那么他自身也就是在某种善物上贪求过多的人。
- 5.0ἕξις ἀφ’ ἧς οὐ βουλόμεθα
此短语与前文“从中出发我们意愿公正之事的品质”(ἕξις ἀφ’ ἧς βουλόμεθα τὰ δίκαια)相对。结合前文所说“使我们行不正并意愿不公正之事”,此处的“不意愿[公正之事]”简略表达了对正义意志的否定乃至对不公正之事的意愿。
- 5.0ἀπὸ τῶν ἐκτῶν
名词化的中性复数“τὰ ἑκτά”源自动词 ἔχω(拥有/具有)的动词性形容词,指“拥有某种品质的事物”或“分有该状态者”。根据后文“ἐκτὸν δὲ τὸ ὑγιεινόν”(具有品质者乃是健康之物)的解释,它表示与抽象品质(健康)相对的、具现或承载该品质的具体事物或状态。
- 5.0καὶ ἡ τὰς θύρας κλείομεν
此处关系从句存在语法上的特殊表达:阴性主格关系代名词 ἡ 被用作工具与格 ᾗ(“我们借以关门的钥匙”)或带有省略的指示/关系结构。其实际含义无疑是“我们用来关门的器具(钥匙)”。
