← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§83.18-84.10

作为激情感知而非德性的羞耻

对应于亚里士多德《尼各马可伦理学》第4卷第9章(1128b10–35),阐明羞耻是一种激情感知而非品质,仅适合于青年人且为条件性的善,因而不是真正的德性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ αἰδοῦς, ὅτι οὐκ ἔστιν ἀρετή. κεφ. ιαʹ Περὶ αἰδοῦς, ὅτι οὐκ ἔστιν ἀρετή. κεφ. ιαʹ. Ἡ δὲ αἰδὼς οὐκ ἔστιν ἀρετή· οὐ γάρ ἐστιν ἕξις ἀλλὰ μᾶλλον πάθος· ὃ δῆλον ἀπὸ τοῦ ὁρισμοῦ· ὁρίζεται γὰρ φόβος ἀδοξίας. συμβαίνει γὰρ τῷ αἰδουμένῳ παραπλήσιον τῷ περὶ τὰ δεινὰ φοβουμένῳ· ἐρυθραίνεται γάρ, ὥσπερ ὠχριᾷ ὁ φοβούμενος τὸν θάνατον· ἄμφω γὰρ σωματικά πως φαίνονται εἶναι, ἥ τε αἰσχύνη καὶ ὁ φόβος τῶν δεινῶν· τὰ τοιαῦτα δὲ πάθη μᾶλλον δοκοῦσιν, οὐχ ἕξεις λέγονται. τοῦτο δὲ τὸ πάθος οὐ πάσῃ ἡλικίᾳ ἁρμόζει ἀλλὰ τῇ νέᾳ μόνον· δεῖ γὰρ τοὺς νέους αἰδήμονας εἶναι διὰ τὸ πολλὰ ἁμαρτάνειν· πολλὰ γὰρ ἁμαρτάνουσιν οἱ νέοι διὰ τὸ πάθει μᾶλλον ἄγεσθαι ἢ λόγῳ· συστελλόμενοι γὰρ ὑπὸ τῆς αἰδοῦς ἀμείνους γίνονται. διὰ τοῦτο τῶν μὲν νέων ὅσοι αἰδήμονες ἐπαινετοί, πρεσβύτερον δὲ οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός· οὐ δεῖ γὰρ τὸν πρεσβύτερον ἐκεῖνα πράττειν ἐφ’ οἷς αἰσχύνη ἐστίν· οὐ γάρ ἐστιν ἡ αἰσχύνη τοῦ ἐπιεικοῦς, εἴπερ ἐστὶν ἐπὶ τοῖς φαύλοις. ἐπεὶ γὰρ τὰ μέν εἰσι κατὰ ἀλήθειαν αἰσχρά, τὰ δὲ οὐκ εἰσὶ μέν, δοκοῦσι δέ, δέον ἐστὶ φεύγειν ἀμφότερα τὸν ἐπιεικῆ· φεύγων δὲ τὰ αἰσχρὰ οὐδέποτε αἰσχυνθήσεται. τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον·1 ἡ γὰρ αἰδὼς ἐπὶ τῶν ἑκουσίων αἰσχρῶν γίνεται, ὁ δὲ ἐπιεικὴς οὐδὲν αἰσχρὸν οὐδέποτε πράξειεν ἂν ἑκουσίως. φαίνεται δὴ μὴ εἶναι τὴν αἰδῶ ἀρετήν τινα ἀλλὰ μᾶλλον πάθος· οὐ γὰρ ἀεὶ ἐπαινετόν ἐστιν οὐδὲ ἁπλῶς καὶ καθ’ ἑαυτὸ ἐπιεικὲς ἂν λέγοιτο, ἀλλ’ ἐξ ὑποθέσεως, οἷον εἰ γένοιτο ἁμαρτεῖν τινα, ἐπιεικές ἐστιν αἰδεῖσθαι· οὐχ οὕτω δὲ ἔχουσιν αἱ ἀρεταί· ἕξεις γάρ εἰσι διὰ παντὸς ἐγκείμεναι τῇ ψυχῇ. εἰ δὲ καὶ μεσότης τις εἶναι δοκεῖ καὶ ἔστι μεταξὺ τῆς τε καταπλήξεως καὶ τῆς ἀναισχυντίας, καὶ ἐπαινεῖται μὲν ὁ αἰδήμων, κακίζονται δὲ οἵ τε ἀναίσχυντοι περὶ τὰ αἰσχρὰ καὶ οἱ πλέον τοῦ δέοντος αἰδήμονες, οἱ λεγόμενοι καταπλῆγες, οὐδὲν μᾶλλον διὰ τοῦτο ἀρετή ἐστιν ἡ αἰδώς· ἡ μὲν γὰρ ἀρετὴ μεσότης, ἡ δὲ μεσότης οὐ πᾶσα ἀρετή· οὐ γὰρ ἀντιστρέφει.2 οὐκ ἔστι δὲ οὐδὲ ἡ ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.

论羞耻并非德性。第11章 论羞耻并非德性。第11章。 羞耻并不是一种德性;因为它不是一种品质,而毋宁是一种激情感知;这一点从其定义来看是显而易见的;因为它被界定为对恶名的恐惧。因为发生在感到羞耻之人身上的情况,与发生在对可怕之事感到恐惧之人身上的情况极其相似;因为他会脸红,正如惧怕死亡的人脸色苍白一样;因为两者在某种程度上似乎都属于身体性的,不论是羞耻还是对可怕之事的恐惧;而这类的东西毋宁表现为激情感知,并不被称为品质。然而,这种激情感知并不适合于所有年龄,而仅适合于青年时期;因为青年人由于多有过失,必须懂得羞耻;因为青年人由于受激情感知支配而非受逻各斯引导,所以常犯过失;因为受到羞耻的抑制,他们才会变得更好。正因如此,青年人中凡是懂得羞耻的都受称赞,但没有人会因年长者容易害羞而称赞他;因为年长者不应当做那些招致羞耻的事情;因为如果羞耻是依附于恶劣之事的话,羞耻就不属于公道之人。因为既然有些事物在事实上是可耻的,而另一些事物并非可耻却看起来如此,那么公道之人就必须对这两者都予以躲避;而由于避开了可耻之事,他就绝不会感到羞耻。因为若认为“一旦做了某种可耻之事便感到羞耻”这件事本身就属于公道之人,并把如此行事的人视作公道之人,那是荒谬的;因为羞耻是产生于自愿的可耻行为之上的,但公道之人绝不会自愿去做任何可耻之事。由此可见,羞耻确实不是某种德性,而毋宁是一种激情感知;因为它并非总是值得称赞的,也不能被绝对地和就其自身而言地称为公道,而是出于假定的——例如,倘若某人恰好犯了过失,感到羞耻才是公道的;但德性却并非如此;因为德性是始终牢固植根于灵魂之中的品质。即使羞耻似乎也是某种中道,处于畏缩与无耻之间,并且懂得羞耻的人受到称赞,而在可耻之事上不知羞耻的人以及过度羞耻的人——即所谓的畏缩者——受到谴责,羞耻也绝不会因此就更算作是一种德性;因为德性固然是中道,但并非所有的中道都是德性;因为命题是不可换位的。自制也同样不是一种德性,而是一种混合状态;关于它将在后文中加以说明。现在,让我们来讨论正义。

语法注2 条
  1. 4.τὸ γὰρ οἴεσθαι αὐτὸ τοῦτο ἐπιεικοῦς εἶναι τὸ αἰσχύνεσθαι, εἰ πράξειέ τι τῶν αἰσχρῶν καὶ τὸν οὕτως ἔχοντα ἐπιεικῆ νομίζειν ἄτοπον

    全句骨干以带冠词的不定式短语 τὸ οἴεσθαι ... καὶ ... νομίζειν(“认为……以及视……为……”)作主语,以形容词 ἄτοπον(“是荒谬的”,省略 ἐστί)作谓语。在 οἴεσθαι 的宾语结构中,αὐτὸ τοῦτο ... τὸ αἰσχύνεσθαι(“感到羞耻这件事本身”)为宾格主语,ἐπιεικοῦς εἶναι(“属于公道之人”,表示所属或特征的属格)为谓语不定式。

  2. 4.οὐ γὰρ ἀντιστρέφει

    ἀντιστρέφει 在此处作为逻辑学专门术语,表示命题的“换位”或“互逆”,作不及物动词使用。它解释了前一句所述的包含关系,即德性固然是中道,但并非所有的中道都是德性(“所有A是B”不能换位为“所有B是A”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:83.18-84.10