← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§81.37-83.17

嬉戏中的机智与滑稽及粗鲁的两端

关于休息与嬉戏中的言论交往,本节论述了以机智为中道、以逗趣为过度、以严苛粗野为不及的德性,并总结了人类社交生活中关乎愉悦与真实的三种中道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ιʹ. 147 Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ιʹ. Ἐπεὶ δέ ἐστιν ἄνεσίς τις καὶ ἀνάπαυσις ἐν τῷ βίῳ καὶ ἐν ταύτῃ τῇ ἀνέσει ἐστί τις διαγωγὴ μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναί τις ὁμιλία ἀγαθὴ καὶ ἐμμελής, καὶ λέγειν οἷα δεῖ καὶ ὡς δεῖ τὸν ἀναπαύσεως δεόμενον·1 ὁμοίως δὲ καὶ οἷα δεῖ ἀκούειν καὶ ὡς δεῖ καὶ ὅτε δεῖ. διαφέρει γὰρ τὸ τοιαῦτα λέγειν τοῦ τοιούτων ἀκούειν, ὅθεν δῆλον ὅτι ἔστι καὶ ἐν ταύτῃ τῇ ὁμιλίᾳ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἡ μὲν οὖν ὑπερβολὴ βωμολοχία καλεῖται καὶ οἱ ἔχοντες βωμολόχοι καὶ φορτικοί, οἳ τῷ γελοίῳ ὑπερβάλλουσι καὶ μᾶλλον ζητοῦσι τὸ γέλωτα ποιῆσαι ἢ τὸ λέγειν εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον. ἔλλειψις δὲ σκληρότης καὶ ἀγριότης καὶ οἱ ἔχοντες ἄγριοι καὶ σκληροί, οἵτινες οὔτε αὐτοὶ γελοῖον οὐδὲν λέγουσι καὶ τοὺς λέγοντας δυσχεραίνουσι καὶ μισοῦσιν. ἡ δὲ μεσότης εὐτραπελία καὶ οἱ ἔχοντες εὐτράπελοι, οἷον εὔτροποι· καὶ γὰρ τοῦ ἤθους εἶναι δοκοῦσιν αἱ τοιαῦται κινήσεις· οὗτοι δέ εἰσιν οἱ παίζοντες ἐμμελῶς καὶ ὡς δεῖ καὶ ὅτε. ὥσπερ γὰρ αἱ κινήσεις τὰ σώματα χαρακτηρίζουσιν, οἷον πῦρ μὲν ἡ εἰς τὸ ἄνω κίνησις καὶ πᾶν κοῦφον, βαρὺ δὲ ἡ εἰς τὸ μέσον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὕτω καὶ ἀπὸ τῶν ἔξω καὶ φαινομένων τοῦ ἀνθρώπου κινήσεων αἱ ἕξεις τῆς ψυχῆς φαίνονται καὶ τὰ ἤθη. ἐπεὶ δὲ οἱ μὲν σκληροὶ ἐλάχιστα γίνονται, πλεῖστοι δέ εἰσιν οἱ χαίροντες παιδιᾷ καὶ σκώμμασι, καὶ τὸ γελοῖον ἀγαθὸν δοκεῖ μᾶλλον ἢ τὸ σκυθρωπόν, διὰ τοῦτο οἱ βωμολόχοι εὐτράπελοι λέγονται, ὡς χαρίεντες καὶ ἡδεῖς· ὅτι δὲ οἱ βωμολόχοι τῶν εὐτραπέλων οὐ μικρῷ διαφέρουσι, καὶ ἐκ τῶν εἰρημένων δῆλον. οὗτοι δὲ οἱ εὐτράπελοι καὶ ἐπιδέξιοί εἰσι καὶ εὐτραπελία ἐπιδεξιότης ἂν εἰκότως καλοῖτο· τοῦ ἐπιδεξίου γάρ ἐστιν ἐκεῖνα καὶ λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθέρῳ ἁρμόττει. ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παιδιᾶς μέρει καὶ ἀκούειν· ἡ γὰρ τοῦ ἐλευθέρου παιδιὰ διαφέρει τῆς τοῦ ἀνδραποδώδους καὶ ἡ τοῦ πεπαιδευμένου τῆς τοῦ ἀπαιδεύτου. τοῦτο δὲ ἀπὸ τῶν κωμῳδιῶν γίνεται δῆλον τῶν τε παλαιῶν καὶ τῶν νέων· ἐν γὰρ ταῖς κωμῳδίαις οἱ μὲν φαύλους τινὰς καὶ ἀνδραποδώδεις ὑποκρινόμενοι γελοῖα καὶ ἡδέα ἡγοῦνται τὰ αἰσχρά, οἱ δὲ ἐλευθερίους τινὰς καὶ ἐπιδεξίους καὶ ἐπιεικεῖς ὑποκρινόμενοι τὰ μεθ’ ὑπονοίας· ταῦτα δὲ οὐ μικρῷ τινι διαφέρει ἀλλήλων πρὸς εὐσχημοσύνην.2 τίνα οὖν ἐροῦμεν εἶναι τὸν μέσον ἐν ταῖς παιδιαῖς; τὸν εὖ σκώπτοντα καὶ ὡς δεῖ ἄνθρωπον ἐλεύθερον, ἢ τὸν μὴ λυπηρὸν τοῖς ἀκούουσιν, ἢ καὶ χαρίεντα καὶ ἡδύν; καὶ τοῦτο ὁρισμὸς ἔσται τοῦ ἐν ταῖς παιδιαῖς μέσου. ἀλλὰ ἀόριστός τις καὶ οὗτος ὁ ὁρισμὸς εἶναι δοκεῖ· οὐ γὰρ τὸ αὐτὸ πάντες μισοῦσιν οὐδὲ τοῖς αὐτοῖς χαίρουσιν· ἀλλὰ ἄλλοις ἄλλα δοκεῖ ἡδέα καὶ λυπηρά· καὶ οἷς ἕκαστος χαίρει, τοιαῦτα καὶ λέγει καὶ ποιεῖ ἐν ταῖς πρὸς ἄλλους ὁμιλίαις· καὶ ἃ σκώμματα ἀκούων ἀνέχεται, ταῦτα καὶ λέγει· οὐ γὰρ πάντα ἐρεῖ. καὶ γὰρ καὶ οἱ νομοθέται ἔνια λοιδορεῖν κωλύουσι· λοιδόρημα δέ τί ἐστι καὶ τὸ σκῶμμα. ὅτι τοίνυν ἀόριστά εἰσιν ἃ μισοῦμεν καὶ οἷς χαίρομεν, διὰ τοῦτο χαλεπόν ἐστιν ἀκριβῶς ὁρίσασθαι τὸν ἐν ταῖς παιδιαῖς μέσον· ἀλλ’ αὐτὸς ὁ ἐλευθέριος καὶ χαρίεις οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ.3 τοιοῦτος μὲν οὖν ὁ μέσος, εἴτε εὐτράπελος εἴτε ἐπιδέξιος λέγεται. ὁ δὲ βωμολόχος σφόδρα ἐρῶν τοῦ γελοίου οὐδενὸς φείδεται τῶν γέλωτα ποιούντων οὔτε ἔργων οὔτε ῥημάτων καὶ οὔτε ἑαυτοῦ οὔτε τῶν ἀκουόντων ἀπέχεται, ἀλλ’ ἵνα μόνον κινήσῃ γέλωτα, καὶ ἑαυτὸν αἰσχύνει καὶ τοὺς ἀκούοντας, ἐκεῖνα λέγων καὶ πράττων, ὧν οὐδὲν οὔτε εἴποι ἂν οὔτε ποιήσειεν ὁ χαρίεις· ἔνια δὲ οὐδὲ ἀνάσχοιτο ἂν ἀκοῦσαι. ὁ δ’ ἄγριος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος· οὔτε γὰρ αὐτὸς ἡδύς ἐστι καὶ τοὺς ἄλλους οὕτως ἔχοντας δυσχεραίνει· καὶ οὗτος δὲ κακίζεται διὰ τὸ ἀναγκαῖον εἶναι πρὸς τὸν ἀνθρώπινον βίον καὶ τὴν ἀνάπαυσιν καὶ τὴν παιδιάν. τρεῖς γάρ εἰσι μεσότητες ἐν τῷ βίῳ περὶ τὰς πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλίας· μία μὲν περὶ τὴν ἀλήθειαν, ἥτις παρ’ ἑκάτερα τήν τε ἀλαζονείαν καὶ τὴν εἰρωνείαν ἔχει, δύο δὲ περὶ τὸ ἡδύ· ὧν ἡ μέν ἐστιν ἡ λεγομένη φιλία, ἥτις παρ’ ἑκάτερα τήν τε κολακείαν καὶ τὴν δυσκολίαν ἔχει, ἑτέρα δὲ ἡ εὐτραπελία καὶ ἐπιδεξιότης, ἧς παρ’ ἑκάτερα ἡ βωμολοχία καὶ ἡ σκληρότης καὶ ἡ ἀγριότης ἐστίν· ἄμφω γὰρ ἡδονήν τινα ποιοῦσι τῷ βίῳ, ὅ τε φίλος καὶ ὁ εὐτράπελος.

Περὶ εὐτραπελίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. ιʹ. 147 论机智及处于两端的恶。第10章。 由于在生活中有着某种松弛与休息,并且在这种松弛中包含着某种伴随嬉戏的消遣,所以似乎在这里也存在着某种良好且适度的交往,即需要休息的人以应有的方式说出应说之事;同样也以应有的方式并在应有的时刻听取应听之事。因为说出这类事情与听取这类事情是不同的,由此显而易见,在这种交往中也同样存在着过度、不及与中道。因此,过度被称为下流逗趣,具有这种品质的人被称为逗趣者和粗鄙之人,他们在可笑之事上走向过度,他们宁可寻求引人发笑,也不愿谈吐得体且不伤害被嘲讽者。不及则是严苛与粗野,具有这种品质的人是粗野而严苛的,他们自己既不说任何可笑之事,又对那些说这些事的人表示不满并厌恶他们。中道则是机智,具有这种品质的人是机智的,仿佛是机敏多变的;因为这类的运动似乎属于性格。这些人就是以适度的方式、在应有的时刻以应有的方式开玩笑的人。正如运动规定了物体的特征——例如向上的运动规定了火以及一切轻的物体,而向中心的运动规定了重的物体,在其他事物上也同样如此——人那些外在且显现的活动同样显明了灵魂的品质与性格。但是,既然严苛的人极少出现,而绝大多数人是以嬉戏和嘲弄为乐的,且可笑之事似乎比阴郁之事更显得是善的,因此逗趣者也被称为机智的人,仿佛是温雅而愉悦的;然而逗趣者与机智之人有不小的差别,这从前述各项来看也是显而易见的。这些机智的人也是机敏通达的人,机智理所当然地可以被称为通达;因为说出并听取适合于公道和自由之人的事情,乃是通达之人的本分。因为对于这样的人而言,确实存在着在嬉戏范围内适于说出和听取的事情;因为自由之人的嬉戏不同于奴隶般的嬉戏,受过教养之人的嬉戏不同于未受教养之人的嬉戏。这一点从古代喜剧和近代喜剧两者中都变得明显;因为在喜剧中,那些扮演卑劣和奴隶般角色的人把可耻之事视为可笑和愉悦的,而那些扮演自由、通达且公道角色的人则把带有暗讽意味的事物视为如此;而就得体性而言,这两者之间有着不小的差异。那么,我们将说在嬉戏中的中道者是谁呢?是善于嘲弄且以适合自由人的方式嘲弄的人,还是不给听者带来痛苦的人,抑或是温雅而令人愉悦的人?而这将是在嬉戏中的中道者的定义。但这一界定本身似乎也是某种不确定的东西;因为并非所有人憎恶同样的事物,也不以同样的事物为乐;相反,不同的人把不同的事物看作是愉悦的和令人痛苦的;每个人在与他人的交往中,也正是说出并做出自己以此为乐的那些事情;并且凡是他听了能忍受的嘲讽,他自己也说出来;因为他不会什么都说。因为立法者们也确实禁止侮辱某些事物;而嘲弄也是某种侮辱。因此,既然我们所憎恶的事物与我们所喜爱的事物是不确定的,正因如此,要精确地界定嬉戏中的中道者是困难的;然而自由而温雅的人自己就会如此行事,仿佛是自己的一部法则。因此,无论被称为机智之人还是通达之人,中道者就是这样的人。另一方面,逗趣者极度渴望可笑之事,对产生笑料的任何行为或言辞都毫不吝啬,既不放过自己也不放过听者,而仅仅为了逗人发笑,通过说出并做出温雅之人绝不会说也不会做的那些事情,既让自己蒙羞,又让听者蒙羞;其中有些事〔温雅之人〕甚至不忍听闻。至于粗野之人,对于这类交往则是无用的;因为他自己既不令人愉快,又对处于〔令人愉快〕这种状态的其他人感到不快;而这个人也受到谴责,乃由于休息和嬉戏对于人类生活是必需的。因为在人类彼此交往的生活中存在着三种中道:一种是关于真实的,它的两端分别是吹嘘和自贬;另外两种是关于愉悦的:其中一种是所谓的友爱,其两端分别是阿谄与乖戾;另一种则是机智与通达,其两端是逗趣、严苛与粗野;因为友爱之人与机智之人这两者都为生活带来了某种愉悦。

语法注3 条
  1. 4.τὸν ἀναπαύσεως δεόμενον

    宾格分词 τὸν ἀναπαύσεως δεόμενον 用作不定式 λέγειν 的逻辑主语(宾格主语),受前面的无人称动词 δοκεῖ 支配,即“需要休息的人说出”。

  2. 4.πρὸς εὐσχημοσύνην

    介词短语 πρὸς εὐσχημοσύνην 表示视角或方面的限定(“就得体而言”),修饰动词 διαφέρει。

  3. 4.οἷον νόμος ὢν ἑαυτῷ

    分词 ὤν 与 οἷον 连用表比喻或方式,连同与格 ἑαυτῷ 一同构成“仿佛是自己的一部法则”的自律隐喻。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:81.37-83.17