← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§81.4-81.36

吹嘘与自贬的分类及其对真实的违背

作者论述了真实的人偏离中道时的倾向,继而分析了吹嘘者(无图谋、为荣誉或为利益的分类)与自贬者(苏格拉底式的温雅自贬与过分自贬的奸狡之徒)的特征,最终阐明吹嘘比自贬更强烈地与真实的德性相对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ ἀληθείας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. θ’. 144#2 ὁ μὲν οὖν ἀληθευτικός, τοιοῦτος, καὶ ἔστιν ἐπαινετός, τὸ κακὸν καὶ αἰσχρὸν εὐλαβούμενος· ὃς εἰ δεήσει παρεκκλῖναι τοῦ μέσου, πρὸς τὴν ἔλλειψιν, οὐ πρὸς τὴν ὑπερβολὴν νεύσει· τοῦτο γὰρ ἐμμελέστερον δοκεῖ θατέρου διὰ τὸ τὰς ὑπερβολὰς ἐπαχθεῖς εἶναι. ὁ δὲ ἀλαζὼν ὁ μείζω τῶν ὑπαρχόντων προσποιούμενος καὶ λόγοις καὶ ἔργοις. οὗτος δή, εἰ μὲν οὐδενὸς ἕνεκα προσποιεῖται, φαῦλος μὲν ἔοικεν εἶναι· οὐ γὰρ ἂν ἔχαιρε τῷ ψεύδει· μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δὲ τινὸς ἕνεκα προσποιεῖται, εἰ μὲν δόξης ἢ τιμῆς, οὐ λίαν ψεκτὸς ὁ ἀλαζών· ὁ δὲ ἕνεκα ἀργυρίου ἢ ὅσα εἰς ἀργύριον ἔρχεται, ἀσχημονέστερος. οὐ γάρ ἐστιν ἐν τῇ δυνάμει τοῦ ἀλαζόνος ἡ ἀλαζονεία· εἰ γὰρ οὕτως εἶχεν, οὐκ ἂν ἦν ψεκτόν· οὐ γὰρ ἂν ἦν τῶν ἑκουσίων καὶ ἐφ’ ἡμῖν, ἀλλ’ ἐν τῇ προαιρέσει ἐστί. καὶ διὰ τοῦτο καὶ αἰσχρόν ἐστι καὶ ψέγεται· ἕξις γάρ τίς ἐστιν ἡ ἀλαζονεία· καὶ κατά τινα ἕξιν ὁ ἀλαζὼν γίνεται, ὥσπερ καὶ ὁ ψεύστης, ὃς οὐ δόξης ἕνεκα ἢ χρημάτων προσποιεῖται, ἀλλ’ αὐτοῦ τοῦ ψεύδους ἕνεκα μόνον. οἱ μὲν οὖν δόξης ἕνεκα ἀλαζονευόμενοι τοιαῦτα προσποιοῦνται, ὅθεν ἔπαινος ἀκολουθεῖ ἢ εὐδαιμονισμός, οἱ δὲ κέρδους ἕνεκα ἀλαζονευόμενοι ἐκεῖνα προσποιοῦνται ὅσα τοὺς πέλας ὠφελοῦσιν, οἷον ἰατρικὴν ἢ μαντείαν. προσποιοῦνται γὰρ ἰατροί τινες εἶναι ἢ μάντεις σοφοί, ἵνα δόξαντες ὠφέλιμοι εἶναι τοῖς κεχρημένοις παρακερδαίνωσι τὰ ἐκείνων. τοιοῦτος μὲν οὖν ὁ ἀλαζών. εἴρων δέ ἐστιν ὁ τὰ ἐλάττω τῶν ὄντων προσποιούμενος. οὗτος δὴ χαριέστερος τοῦ ἀλαζόνος δοκεῖ· οὐ γὰρ κέρδους ἕνεκα προσποιεῖται ἀλλὰ φεύγων τὸ ὀγκηρὸν καὶ τὸ μέγας εἶναι δοκεῖν. ὃς μὲν οὖν εἰρωνευόμενος τὰ ἔνδοξα ἀπαρνεῖται, ὥσπερ καὶ Σωκράτης ἐποίει, χαρίεις τις εἶναι δοκεῖ, ὃς δὲ οὐ μόνον τὰ μεγάλα καὶ ἔνδοξα ἀλλὰ καὶ τὰ μικρὰ ἀπαρνεῖται, καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι,1 ὁ τοιοῦτος βαυκοπανοῦργος λέγεται καὶ εὐκαταφρόνητός ἐστιν. ἐνίοτε δὲ καὶ ἀλαζὼν διὰ ταῦτα καλεῖται, οἷα ἐποίουν ἐν τοῖς ἱματίοις οἱ Λάκωνες· καὶ γὰρ καὶ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλειψις ἀλαζονικόν. οἱ δὲ μετρίως χρώμενοι τῇ εἰρωνείᾳ χαρίεντες φαίνονται, οἵτινες οὐ περὶ τὰ λίαν εὐτελῆ καὶ σφόδρα φανερὰ εἰρωνεύονται. οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου,2 μᾶλλον ἀντίκειται ὁ ἀλαζὼν ἢ ὁ εἴρων· χεῖρον γὰρ ἡ ἀλαζονεία, ὡς φανερόν ἐστιν ἐκ τῶν εἰρημένων.

论真实与两端的恶德。第九章。 144#2因此,真实的人就是这样的人,并且是值得称赞的,他戒备着恶与可耻之事;假若他必须偏离中道,他会倾向于不及,而不是倾向于过度。因为这比另一端显得更为适度,乃由于过度是令人厌烦的。另一方面,吹嘘者则是在言论和行为上都假装拥有比实际情况更大的事物的人。那么,这个人如果毫无图谋地假装,他似乎是卑下的——因为〔否则〕他不会以虚伪为乐——但他显得是虚妄的,多于显得是邪恶的。然而,如果他是为着某种目的而假装:如果是为着名望或荣誉,吹嘘者并不是极度应受谴责的;但若是为了金钱或凡能化作金钱之物,则显得更为丑恶。因为吹嘘并不在于吹嘘者的能力之中;如果情况是这样,它就不会是应受谴责的,因为这就不属于出于自愿和取决于我们的事物,相反,它在于选择。正因如此,它既是可耻的,又受人谴责;因为吹嘘是一种品质。吹嘘者乃是依照某种品质而成为吹嘘者的,正如说谎者也是如此,后者假装既不是为了名望也不是为了金钱,而仅仅是为了谎言本身。因此,那些为了名望而吹嘘的人假装拥有那些能带来称赞或被颂扬为幸福的事物,而那些为了利益而吹嘘的人则假装拥有那些能使邻人获益的事物,例如医术或占卜。因为他们假装自己是某种医生或智慧的占卜者,以便显得对雇佣他们的人有用,从而从后者的财物中图谋利益。因此,吹嘘者就是这样的人。另一方面,自贬者则是假装拥有比实情更少事物的人。这个人确实显得比吹嘘者更为温雅;因为他假装并非为了利益,而是为了逃避浮夸和显得伟大。因此,那自贬地否认显赫之事的人,正如苏格拉底所做的那样,显得是某种温雅的人;但那不仅否认伟大和显赫之事、而且连细小之事也否认,并且对自己明显能做的事假装不能做的人,这样的人被称为装糊涂的奸猾之徒,是容易受人蔑视的。有时他也因这些事被称为吹嘘者,正如斯巴达人在衣装上所做的那样;因为过度与极端的欠缺二者确实都带有吹嘘的性质。至于适度运用自贬的人,即不就过分微不足道和极其明显之事进行自贬的人,则显得是温雅的。既然自贬者与吹嘘者双方就这样与真实的人相对立,那么吹嘘者比自贬者更为对立;因为正如从前述各项中所明了的,吹嘘是更恶劣的。

语法注2 条
  1. 4.καὶ ἃ δῆλός ἐστι δυνάμενος ταῦτα προσποιεῖται μὴ δύνασθαι

    这是形容词 δῆλος 带有分词 δυνάμενος 的人称结构(字面为“他明显能够做”)。关系代词 ἃ 作 δυνάμενος 的宾语,整个关系分句被主句中的指示代词 ταῦτα(作取决于 προσποιεῖται 的不定式短语 μὴ δύνασθαι 的宾语)所承接复指。

  2. 4.οὕτω δὲ τῷ ἀληθευτικῷ τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος ἀντικειμένου

    由 οὕτω δὲ 引导的属格独立结构。其逻辑主语是由 τοῦ τε εἴρωνος καὶ τοῦ ἀλαζόνος 构成的两个属格并列项,谓语分词 ἀντικειμένου 使用了单数形式。与格 τῷ ἀληθευτικῷ 是分词 ἀντικειμένου 的补足成分(“相对于真实的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:81.4-81.36