← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§80.13-81.4

真实性与吹嘘及自贬的恶德

本段提出了人际交往中关于谈论自身言行的第二种领域,界定了中道的真实性及其两极恶德(吹嘘与自贬),并阐明了在没有法律等外部强制下仅为善本身而说真话的真实者的品格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ ἀληθείας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. θ’. 144#1 Περὶ ἀληθείας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. θ’. Περὶ ταύτας δὲ τὰς πρὸς ἀνθρώπους ὁμιλίας καὶ ἕτεραι γίνονται ἕξεις. ἡ γὰρ πρὸς ἀλλήλους τῶν ἀνθρώπων ὁμιλία διπλῆ ἐστιν· ἢ γὰρ περὶ τῶν λόγων ἢ τῶν ἔργων τοῦ συντυγχάνοντος γίνεται ἢ ἑκάστου περὶ τῶν ἑαυτοῦ. καὶ περὶ μὲν τὴν πρώτην αἱ εἰρημέναι γίνονται ἕξεις, περὶ δὲ τὴν δευτέραν ἄλλαι. ἢ γὰρ ψεύδεταί τις περὶ ἑαυτοῦ λέγων καὶ τῶν ἰδίων ἔργων ἢ ἀληθεύει· καὶ εἰ ψεύδεται, ἢ ἐλάττω λέγει τῶν ὄντων ἢ μείζω· εἰ μὲν οὖν ἀληθεύει καὶ οὔτε μείζω λέγει τῶν ὄντων οὔτε ἐλάττω, ἡ τοιαύτη ἕξις ἀλήθεια καλεῖται καὶ ὁ ἔχων ἀληθευτικός. εἰρωνεία δὲ καὶ ἀλαζονεία καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστα ἐπιτηδεύονται μὲν παρ’ ἐνίων καὶ τινὸς ἕνεκα, οἷον δόξης ἢ πλούτου ἢ ἄλλου τινὸς τῶν τοιούτων· εὑρίσκονται δὲ παρά τισι καὶ οὐδενὸς ἕνεκα. καί τινες ἐλάττω περὶ ἑαυτῶν λέγουσιν ὧν εἰσιν ἄξιοι1 καὶ αὖθις ἕτεροι μείζω, οὐχ ὅτι βούλονται οὕτω δοκεῖν ἀλλ’ ὅτι ἑαυτοὺς ἀγνοοῦσι· τοῦτο δὲ ἐλάχιστα συμβαίνει. ὡς γὰρ ἐπὶ τὸ πολύ, ἐάν τις οὐδενὸς ἕνεκα λέγῃ ἢ πράττῃ, οἷός ἐστι, τοιαῦτα καὶ λέγει καὶ πράττει καὶ οὕτω ζῇ. ἐπεὶ τοίνυν τὸ μὲν ψεῦδος ψεκτόν ἐστι καθ’ ἑαυτό, ἡ δὲ ἀλήθεια ἐπαινετόν, διὰ τοῦτο μεσότης μὲν κἀνταῦθα τὸ ἐπαινετόν, ἡ ἀλήθεια· ὑπερβολὴ δὲ καὶ ἔλλειψις τὰ ψεκτά, τὰ ψεύδη δηλονότι, ὧν ἡ μὲν ἀλαζονεία ὑπερβάλλει, ἡ δὲ εἰρωνεία ἐλλείπει. ἐροῦμεν δὲ περὶ ἑκατέρου ἀκριβέστερον· πρότερον δὲ περὶ τοῦ μέσου ἐροῦμεν. ἔστι τοίνυν ἀληθευτικὸς οὐχ ὁ ἀληθεύων ἐν ταῖς συμφωνίαις καὶ ἄλλοις τοιούτοις, ὅσα εἰς δικαιοσύνην ἢ ἀδικίαν συντείνει (τοῦτο γὰρ ἄλλης ἐστὶν ἀρετῆς), ἀλλ’ ὅστις ἄνευ ἀνάγκης ἢ νομίμου ἢ δικαίου ἢ ἄλλου τινὸς πολιτικοῦ 〈ἀγαθοῦ〉 καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει, διὰ μόνον τὸ ἔχειν ἕξιν τῆς τοιαύτης ἀρετῆς καὶ τοῦ ἀγαθοῦ ἕνεκα· καὶ τοιαῦτα περὶ ἑαυτοῦ λέγει καὶ τοιοῦτος τοῖς ἄλλοις ἐθέλει δοκεῖν οἷος κατὰ ἀλήθειάν ἐστιν. οὗτος δὲ καὶ ἐπιεικὴς ἂν εἴη. ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν·2 ὃς γὰρ εὐλαβεῖται τὸ ψεῦδος καθ’ ἑαυτό, διότι κακόν, ὅταν καὶ αἰσχρὸν τὸ αὐτὸ γένηται, καὶ οὐ μόνον ᾖ κακόν, ἀλλὰ καὶ τοῖς ἄλλοις δοκῇ τοιοῦτον, πῶς οὐ φεύξεται πάσῃ δυνάμει;

Περὶ ἀληθείας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν. κεφ. θ’ . 144#1论真实,以及两旁的恶德。第九章。 在人与人的这些交往中,还会产生其他的品质。因为人与人之间的相互交往是双重的:它要么关涉相遇者的言论或行为,要么关涉每个人自己的事情。关于第一种交往,产生的是前述的诸品质;而关于第二种交往,产生的则是另一些品质。因为一个人在谈论自己及其自身行为时,要么说谎,要么说真话;如果他说谎,要么说得比实情少,要么说得比实情多。因此,如果他说真话,既不说得比实情多,也不说得比实情少,那么这种品质便被称为真实,拥有它的人则被称为真实的人。然而,自贬、吹嘘以及其他诸如此类的每一项,在某些人身上确实是为着某种目的,例如名望、财富或其他诸如此类的事物而被习以为常地实行的;但在另一些人身上,即使毫无图谋也会存在。并且有些人谈论自己时说得低于他们所配得的,另一些人又说得高于他们所配得的,这并非因为他们希望显得如此,而是因为他们不认识自己;但这种情况是极少发生的。因为在大多数情况下,如果某人毫无图谋地言说或行动,他是个怎样的人,就言说怎样的事、行怎样的事,并且以怎样的方式生活。既然虚伪就其自身而言是应受谴责的,而真实是值得称赞的,正因如此,这里的居中者也是那值得称赞的,即真实;而过度与不及则是应受谴责的,显而易见即诸种虚伪,其中吹嘘是过度,自贬是不及。我们将更精确地讨论这两极;但首先我们要讨论中道。因此,真实的人并非在契约和诸如此类的其他事情中、即凡关系到正义或不正义之事上说真话的人(因为这属于另一种德性),而是在没有法律或正义或其他任何城邦[善]的强制之下,在言论和生活中都讲真话的人,他这样做仅仅因为拥有这种德性的品质,并且是为了善的缘故;他关于自己言说这样的话,并且希望在他人眼中显得就如同他依真实原本是的那个样子。这样的人也将是公道的。因为一个在没有强制之处都爱好真实的人,在由于城邦的善而必须讲真话的地方,更会多加[讲真话];因为一个就虚伪自身而言因为它是恶而予以戒备的人,当这同一虚伪也变得可耻、且不仅是恶而且在其他人看来也是如此时,他怎会不用尽全力去躲避它呢?

语法注2 条
  1. 4.ὧν εἰσιν ἄξιοι

    此处为省略先行词的关系从句结构。承接比较级 ἐλάττω 的比较属格指示代词先行词(τούτων)被省略,关系代词 ὧν 则因受形容词 ἄξιοι 支配而处于属格(τούτων ὧν εἰσιν ἄξιοι,“低于他们所配得的[那些事物]”)。

  2. 4.ὁ γὰρ φιλαλήθης καὶ ἐν οἷς οὐκ ἔστιν ἀνάγκη πολλῷ μᾶλλον ἐν οἷς ἀληθεύειν ἀνάγκη διὰ τὸ πολιτικὸν ἀγαθόν

    这是一个省略了主要谓语动词的 a fortiori(何况/更加)句式。根据上下文,需补充如 ἀληθεύσει(将讲真话)之类的动词谓语,句意为:“在没有强制的事情上尚且[讲真话]的爱好真实者,在因城邦的善而必须讲真话的事情上,将更加[讲真话]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:80.13-81.4