← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§79.1-80.12

社交言行中的中庸亲和与谄媚及乖戾

本节讨论人际交往中言行方面的中庸(类似友谊的无名德性),以及其两端的过度(迎合、谄媚)与不及(乖戾、好争),并说明该中庸因不包含私人慈爱之情而有别于真正的友谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4

Περὶ πραότητος. κεφ. ζʹ#2 Περὶ φιλίας καὶ τῶν παρ’ ἑκάτερα κακιῶν δυσκολίας καὶ κολακείας. κεφ. ηʹ. Αἱ μὲν οὖν περὶ τὴν ὀργὴν ἕξεις εἴρηνται. εἰσὶ δὲ καὶ ἄλλαι ἕξεις ἐν ταῖς τῶν ἀνθρώπων κοινωνίαις ταῖς πρὸς ἀλλήλους, αἵτινες ἐν λόγοις καὶ ἐν πράγμασι γίνονται· περὶ ταύτας τοίνυν τὰς κοινωνίας δυνατὸν ἐπαινεῖσθαί τινα καὶ ψέγεσθαι. ἐπεὶ δὲ ἡ μὲν μεσότης ἐπαινετόν, ψεκτὸν δὲ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, φανερὸν ὅτι ἐν ταῖς κοινωνίαις ταύταις ὑπερβολὴ καὶ ἔλλειψίς ἐστι καὶ μεσότης· οἱ μὲν γὰρ ἄλυποι παντάπασι βούλονται εἶναι τοῖς ἐντυγχάνουσι καὶ πάντα ἐπαινοῦσι καὶ πᾶσιν ἀρέσκεσθαι βούλονται δοκεῖν καὶ οὐδενὶ περὶ οὐδενὸς ἀντιλέγουσιν· οἱ δὲ ἐκ διαμέτρου τούτοις ἔχουσι καὶ πάντας λυποῦσι καὶ πάντα ψέγουσι καὶ οὐδὲν αὐτοῖς τῶν γινομένων ἀρέσκει καὶ πᾶσι περὶ παντὸς ἀντιλέγουσιν. οὗτοι δὴ ἄμφω κακίζονται. ἐπαινεῖται δὲ ὁ κατὰ τὸ δέον ταῦτα ποιῶν καὶ ἃ μὲν δεῖ ψέγων, ἃ δὲ δεῖ ἐπαινῶν, καὶ ἀρεσκόμενος οἷς ἀρέσκεσθαι δεῖ. καλεῖται τοίνυν ὁ μὲν πάντα ἐπαινῶν ἄρεσκός τις καὶ κόλαξ, ὁ δὲ πᾶσιν ἐπιτιμῶν δύσκολος, ὁ δὲ τὸ γινόμενον σῴζων περὶ ἄμφω φίλος ἂν καλοῖτο· ἔοικε γὰρ τὸ κατ’ αὐτὸν φιλίᾳ· ὄνομα γὰρ ἴδιον τῆς τοιαύτης μεσότητος οὐκ ἔστιν ἀλλὰ ἀπὸ τοῦ ὁμοίου καλεῖται. ἡ γὰρ τοιαύτη ἕξις τὸ στέργειν προσλαβοῦσα φιλία ἐστί· διαφέρει γὰρ τῆς φιλίας, ὅτι ἄνευ τῆς στοργῆς γίνεται. οὐ γὰρ διὰ τὸ στέργειν ἢ ἐχθαίρειν ἀποδέχεται τὰ λεγόμενα καὶ πραττόμενα ἢ ψέγει, ἀλλ’ ἁπλῶς τοῦ ἀγαθοῦ ἕνεκα1 καὶ ὅτι τοιαύτην ἔλαβεν ἕξιν· ὁμοίως γὰρ διάκειται πρός τε τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ πρὸς τοὺς συνήθεις καὶ ἀσυνήθεις κατὰ ταύτην τὴν ἕξιν. ἐπαινεῖ γὰρ ἀεὶ καὶ ψέγει ἃ δεῖ καὶ ὅσον δεῖ, πλὴν οὐχ ὁμοίως παντάπασιν· ἐν οἷς γὰρ δεῖ λυπεῖν οὐχ ὁμοίως λυπήσει τοὺς γνωρίμους καὶ τοὺς ἀγνῶτας καὶ τοὺς συνήθεις καὶ ἀσυνήθεις· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἡδονῆς· οὐ γὰρ τὰ αὐτὰ ἁρμόζει. καὶ διὰ τοῦτο πρὸς τὸ ἀγαθὸν ἀποβλέπων ἀεὶ καὶ τὸ συμφέρον ὁ σπουδαῖος καὶ λύπην ποιήσει καὶ ἡδονὴν τοῖς ἐντυγχάνουσιν. ἔστι γὰρ ἡ τοιαύτη ἕξις περὶ ἡδονὰς καὶ λύπας τὰς ἐν ταῖς ὁμιλίαις γινομένας. καὶ ὅσαι μὲν ἡδοναὶ οὐ πρὸς τὸ ἀγαθὸν ἀποβλέπουσι, ταύταις οὐ συνησθήσεται τοῖς ἐντυγχάνουσιν ἀλλὰ μᾶλλον ἡδομένοις δυσχερανεῖ· καὶ προαιρήσεται λυπηρὸς ὀφθῆναι μᾶλλον ἢ ἡδύς, τοῦ ἀγαθοῦ ἕνεκα, μάλιστα ἂν ἡ ἡδονὴ αἰσχύνην φέρῃ καὶ βλάβην τῷ ποιοῦντι μεγάλην· τότε γὰρ αἱρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράναντα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν.2 οὐχ ὁμοίως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσιν, ἀλλ’ ἑκάστῳ ἀποδώσει τὸ πρέπον, καὶ κατὰ τὰς ἄλλας δὲ διαφορὰς τῶν ἐντυγχανόντων καὶ αὐτὸς διαφέρουσαν τὴν ὁμιλίαν ποιήσεται καὶ ἐπαινέσει ὡς δεῖ ἕκαστον καὶ ἐπιτιμήσει ὁμοίως ἐφ’ οἷς δεῖ καὶ ὅτε δεῖ· τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ καθ’ ἑαυτὸ αἱρούμενος. τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ δι’ ἑαυτὸ ἀλλὰ τοῦ συμφέροντος ἕνεκα. καὶ γὰρ ὅτε λυπεῖ ἕνεκά τινος μεγάλης ἡδονῆς, μετρίως λυπεῖ, τὸ φορτικὸν ἀεὶ εὐλαβούμενος. ὁ μὲν 〈οὖν〉 περὶ τὰς ἐν ταῖς ὁμιλίαις ἡδονὰς καὶ λύπας μέσος τοιοῦτος· οὐκ ὠνόμασται δὲ ἰδίῳ ὀνόματι ἀλλὰ φίλος καλεῖται διὰ τὴν πρὸς τὴν φιλίαν ὁμοιότητα, καθὼς εἴρηται. τῶν δὲ παρ’ ἑκάτερα ὁ μὲν ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα πάντα ἐπαινῶν καὶ πᾶσιν ἀρεσκόμενος τὸ ἡδὺς εἶναι μόνον ζητεῖ ἄρεσκος καλεῖται. εἰ δὲ ὅπως ὠφέλειά τις αὐτῷ γένηται εἰς χρήματα ἢ ὅσα διὰ χρημάτων, κόλαξ. ὁ δὲ ἐλλείπων δύσκολος καὶ δύσερις, ὃς πᾶσι δυσχεραίνει καὶ πᾶσιν ἐπιτιμᾷ. ὅτι δὲ καὶ ἐνταῦθα ἡ μεσότης ὃν εἴρηται τρόπον ἀνώνυμός ἐστιν, οὐ δοκεῖ μέσῳ τινὶ ἀντικεῖσθαι τὰ ἄκρα ἀλλὰ ἀλλήλοις.

论温和。第七章。 论友善,以及两旁的恶德:乖戾与谄媚。第八章。 关于愤怒的品质已经讨论过了。但在人与人之间的交往中,还存在其他表现在言论与行为中的品质;因此,关于这些交往,一个人也是可能受到称赞或受谴责的。既然中庸是值得称赞的,而过度与不及是应受谴责的,显然在这些交往中也存在过度、不及与中庸;因为有些人希望对于相遇者完全不带来痛苦,称赞一切,希望显得对一切都感到满意,且在任何事上都不反驳任何人;另一些人则与这些人截然相反,使所有人感到痛苦,责备一切,对所发生的事情无一满意,并在一切事上反驳所有人。这两者确实都受到谴责。而以应有的方式做这些事、责备所当责备、称赞所当称赞、并对所当喜欢之事感到满意的人,则受到称赞。因此,称赞一切的人被称为顺从者或谄媚者;责备所有人的人被称为乖戾者;而在两方面都持守适度的人则可被称为朋友;因为他的品行类似于友谊;对于这种中庸并没有专属的名称,而是依据相似性来称呼的。因为这样一种品质若加上了慈爱之情,便是友谊;它与友谊的不同之处在于,它是没有慈爱之情而产生的。因为他并不是由于爱或恨来接纳或责备人们的言行,而纯粹是为了善,并且因为他养成了这样的品质;因为按照这种品质,他对待熟人与陌生人、亲近者与不亲近者都是同样的态度。因为他始终按应有的程度称赞与责备所应当之事,但并非完全千篇一律;因为在应当令人痛苦的情形中,他不会以相同的方式令熟人与陌生人、亲近者与不亲近者痛苦;在快乐的事情上同样如此;因为同样的事并不适合所有人。正因如此,好人始终着眼于善与有益之事,既会给相遇者带来痛苦,也会带来快乐。因为这样一种品质所关涉的是交往中产生的快乐与痛苦。凡不着眼于善的快乐,他在这些事上绝不与相遇者同乐,反而会对他们的享乐感到不满;并且为了善的缘故,他宁愿表现得令人不快而非令人愉悦,特别是当那快乐会给行事者带来羞耻与巨大损害的时候;因为那时他宁愿使对方承受轻微的痛苦与羞耻,从而免除更大的痛苦与羞耻,也不愿通过与对方同乐带来微小的欣喜,却使之陷入更大的痛苦之中。他对待显赫之人与普通人不会千篇一律,而是给予每个人以恰如其分的回应,并且根据相遇者的其他差异,他也会使自己的交往方式有所区别,按应有的方式称赞每个人,并在应有的事上、应有的时刻同样予以责备;他尤其寻求共同带来快乐,并为此本身而选择这一点,但尽可能少地、适度地带来痛苦,且不是为了痛苦本身,而是为了有益的缘故。因为即便为了某种巨大的快乐而带来痛苦,他也是适度地带来痛苦,始终警惕着粗俗繁琐。关于交往中的快乐与痛苦居于中道的人就是这样的;他并没有专有的名称,但正如所说的那样,由于与友谊的相似而被称作朋友。而在两旁的人当中,过度者若毫无图谋地称赞一切并对一切都感到满意,仅仅寻求令人愉悦,则被称为顺从者;若为了在钱财或由钱财所带来的事物上使自己获得某种益处,则被称为谄媚者。不及者则是乖戾且好争辩的人,他对所有人都不满,并责备所有人。又因为在这里中庸也正如所说的那样是无名的,所以两个极端似乎不是与某种居间者相对立,而是彼此相对立。

语法注2 条
  1. 4.τὸ μὲν συνηδύνειν μάλιστα ζητῶν καὶ τοῦτο καὶ καθ’ ἑαυτὸ αἱρούμενος. τὸ δὲ λυπεῖν ἐλάχιστα καὶ μετρίως καὶ οὐ δι’ ἑαυτὸ ἀλλὰ τοῦ συμφέροντος ἕνεκα

    带冠词的不定式 τὸ μὲν συνηδύνειν 与 τὸ δὲ λυπεῖν 作为实质化宾格,分别充当分词 ζητῶν 及后续省略的动词结构的宾语或限制宾格。整句由分词(ζητῶν, αἱρούμενος)构成同位说明,没有独立定式动词,用于进一步阐明上文关于德性之人如何调整人际交往的表述。

  2. 4.τότε γὰρ αἱρήσεται μᾶλλον λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ τῆς μείζονος ἀπαλλάξαι λύπης καὶ αἰσχύνης ἢ μικρὸν εὐφράναντα διὰ τοῦ συνησθῆναι τῇ μείζονι λύπῃ περιβαλεῖν

    由 αἱρήσεται μᾶλλον ... ἤ 构成的比较句。前半部分的动词不定式短语(λυπῆσαι καὶ αἰσχῦναι μικρόν, καὶ ... ἀπαλλάξαι)与后半部的不定式 περιβαλεῖν 形成对比。分词 εὐφράναντα 为阳性单数宾格,与不定式隐含的逻辑主语(德性之人自身)保持一致,起状语作用(“通过使对方稍感欣喜”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:79.1-80.12