- 底本
- Ps-Heliodorus, In Ethica Nicomachea Paraphrasis (Pseudepigraphum Olim A Constantino Palaeocappa confectum et olim sub auctore Heliodoro Prusensi vel Andronico Rhodio vel Olympiodoro). Commentaria in Aristotelem Graeca XIX.2, ed. G. Heylbut, Berlin: Reimer 1889, pp. 1-233. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:8.31-10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《尼各马可伦理学》第一卷第六章,批判单一的善之相的理论,指出善在多个范畴中述说且包含先后关系、关于善的知识并非单一、相与具体事物的定义并无分别,并提及毕达哥拉斯学派的对立范畴表。
Ὅτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. ηʹ Ὅτι οὐκ ἔστι μία ἰδέα τοῦ ἀγαθοῦ. κεφ. ηʹ. Ἐπεὶ δὲ περὶ τοῦ ἐσχάτου τέλους ὁ λόγος ἡμῖν, ὃ δοκεῖ καθόλου τι ἀγαθὸν εἶναι, σκεπτέον περὶ τοῦ καθόλου πῶς λέγεται καὶ εἰ ἔστι τις ἰδέα τοῦ ἀγαθοῦ. καίτοι προσάντης ὁ λόγος οὗτος ἡμῖν διὰ τὸ φίλους εἶναι τοὺς εἰσενεγκόντας τὸν περὶ τῶν ἰδεῶν λόγον. ὁ δὲ λόγος, εἶναί τινα ἰδέαν ἑκάστου τῶν ὄντων, καθ’ ἑαυτὴν ὑφεστηκυῖαν. δόξειε δ’ ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἐπὶ τῷ σῶσαι τὴν ἀλήθειαν, ἄλλως τε καὶ φιλοσόφους ὄντας.1 ἀμφοῖν γὰρ ὄντων φίλων, τῆς τε ἀληθείας καὶ τοῦ περὶ τῶν ἰδεῶν εἰπόντος, ὅσιον προτιμᾶν τὴν ἀλήθειαν. οἱ δὲ ταύτην εἰσαγαγόντες τὴν δόξαν οὐκ ἔλεγον ἐκείνων τῶν ὄντων μίαν ἰδέαν εἶναι, ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἦν. καὶ διὰ τοῦτο οὐδὲ τοῦ ἀριθμοῦ μίαν ἐποίουν ἰδέαν, ὅτι τὸ πρῶτον καὶ δεύτερον ἔχει. ἐπεὶ δὲ ἐν τῷ ἀγαθῷ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, φανερὸν ὅτι οὐκ ἂν εἴη μία αὐτοῦ ἰδέα. ὅτι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἔστιν ἰδεῖν ἐν τῷ ἀγαθῷ, δῆλον. ἔστι γὰρ τὸ ἀγαθὸν καὶ ἐν τῇ οὐσίᾳ, οἷον νοῦς ἢ θεός, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν τῷ ποσῷ τὸ σύμμετρον, καὶ ἐν τῷ ποῦ δίαιτα (ἡ γὰρ δίαιτα τόπος ἐστίν, ἐν ᾧ εὖ διάγομεν), καὶ ἐν τῷ πότε καιρός (ἔστι γὰρ ὁ καιρὸς ὁ ἐπιτήδειος ἑκάστῳ χρόνος), καὶ ἐν τοῖς ἄλλοις ὁμοίως. ἐν τούτοις δὲ τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν· ἡ γὰρ οὐσία προτέρα ἐστὶ τοῦ πρός τι, καὶ ὅτι ἡ μὲν καθ’ αὑτό ἐστι, τὸ δὲ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι, καὶ ὅτι ἡ μὲν ἄσχετος, τὸ δὲ ἐν σχέσει ἐστί· παραφυάδι γὰρ ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος. ἔτι ἐπεὶ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, πολλαχῶς δὲ λέγεται τὸ ὄν, πολλαχῶς ἂν λέγοιτο καὶ τὸ ἀγαθόν, καὶ οὐκ ἂν εἴη κοινόν τι καὶ καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐν πάσαις ταῖς κατηγορίαις ἐλέγετο, καθὼς εἴρηται, ἀλλ’ ἐν μιᾷ μόνῃ. ἔτι ἐπεὶ μιᾶς ἰδέας μία ἐστὶν ἐπιστήμη, ἦν ἂν καὶ μία ἐπιστήμη τοῦ ἀγαθοῦ, εἴ γε ἦν μία ἰδέα. ἀλλὰ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα μία ἐστὶν ἰδέα τοῦ ἀγαθοῦ. ὅτι δὲ πολλαὶ ἐπιστῆμαι τοῦ ἀγαθοῦ, φανερόν. οὐ μόνον γὰρ τῶν ἐν διαφόροις ὄντων κατηγορίαις οὐκ ἔστι μία ἐπιστήμη ἀλλὰ καὶ τῶν ὑπὸ μίαν, οἷον ἐν τῷ πότε τὸ ἀγαθὸν ὁ καιρός ἐστιν. οὗτος δὴ ὁ καιρὸς καὶ ἐν πολέμῳ ἐστὶ καὶ ἐν νόσῳ, οὐ τῆς αὐτῆς δὲ ἐπιστήμης· ἀλλ’ ὁ μὲν ἰατρικὸς τὸν ἐν τῇ νόσῳ καιρόν, ὁ δὲ στρατηγικὸς τὸν ἐν τῷ πολέμῳ γινώσκει. καὶ τὸ σύμμετρον, ὅ ἐστι τοῦ ποσοῦ, καὶ ἐν τροφῇ καὶ ἐν πόνοις· καὶ τὸ μὲν γυμναστικῆς, τὸ δὲ ἰατρικῆς εἰδέναι. ἔτι ἐπεὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ αὐτοανθρώπῳ εἷς καὶ ὁ αὐτὸς ὁρισμός ἐστι, καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ αὐτοΐππῳ, τῇ ἰδέᾳ δηλονότι (εἰ γὰρ διάφορος, πῶς ἂν εἴη αὐτοῦ ἰδέα;), φανερὸν ὅτι οὐδὲν διαφέρει ὁ ἄνθρωπος ᾗ ἄνθρωπος τοῦ αὐτοανθρώπου· καὶ ἐπὶ πάντων ὁμοίως· ὥστε καὶ τὸ ἀγαθὸν ᾗ ἀγαθὸν οὐδὲν διαφέρει τοῦ αὐτοαγάθου. φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ὡς ἀγαθά, ὅτι τὸ μὲν αὐτοάγαθον ἀΐδιον, τὸ δὲ οὔ,2 ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκὸν τοῦ ἐφημέρου λευκότερον. οὐκ ἄρα οὔτε ἄλλου τινὸς τῶν ὄντων ἰδέα ἐστὶν ὑπὲρ αὐτὸ οὔτε τοῦ ἀγαθοῦ. οἱ δὲ Πυθαγόρειοι πιθανώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. ἡ δὲ συστοιχία τῶν ἀγαθῶν, ἣν ἔλεγον, αὕτη· τὸ πέρας τὸ περισσὸν τὸ ἓν τὸ δεξιὸν τὸ ἄρρεν τὸ εὐθὺ τὸ φῶς τὸ τετράγωνον τὸ ἠρεμοῦν τὸ ἀγαθόν· ᾗ τινι ἑτέραν ἐποίουν ἀντικειμένην τὸ ἄπειρον τὸ ἄρτιον τὸ πλῆθος τὸ ἀριστερὸν τὸ θῆλυ τὸ καμπύλον τὸ σκότος τὸ ἑτερόμηκες τὸ κινούμενον τὸ κακόν.
关于并不存在唯一的善之相。第8章 关于并不存在唯一的善之相。〈第8章。〉 既然我们的讨论是关于终极目的,而它似乎是某种普遍的善,那么我们就必须考察普遍之物是如何被述说的,以及是否存在某种善之相。然而,这一讨论对我们而言是艰难的,因为提出关于诸相之学说的人乃是朋友。而该学说主张:每一个存在的事物都有某种自身独立存在的相。然而,或许为了拯救真理,即便破除自身亲近的主张,似乎也是更好的且是必须的,特别是作为哲学家而言。因为虽然两者皆是朋友——真理与谈论诸相的人——但优先尊崇真理才是虔敬的。然而,提出这种意见的人并未说在那些具有先后之分的存在事物中存在唯一的相。正因如此,他们甚至没有为数设定唯一的相,因为数具有第一与第二。但既然在善之中存在着先与后,显然善不可能有唯一的相。而在善之中能够见到先与后,这一点是显然的。因为善既存在于实体之中(例如理智或神),亦存在于性质之中(诸德性),存在于关系之中(有用者),存在于数量之中(适度者),存在于处所之中(居所,因为居所乃是我们生活优裕的场所),存在于时间之中(时机,因为时机乃是对各事物适宜的时间),并且在其余〔范畴〕中亦同样如此。而在这些之中存在着先与后;因为实体先于关系,既因为前者是就自身而言的,而后者是在另一事物中具有其存在,又因为前者是无关联的,而后者处于关联之中;因为[关系]宛如存在的旁枝与偶性。再者,既然善的述说方式与存在的述说方式同样多,而存在是按多种方式被述说的,那么善也应当按多种方式被述说,并且它不可能是某种共通的、普遍的和单一之物;因为若是如此,它就不会如前所述在一切范畴中被述说,而仅在单一范畴中被述说。此外,既然关于单一的相存在单一的知识,那么如果确实存在单一的相,关于善也应存在单一的知识。但这并非事实;因此并不存在唯一的善之相。而关于善存在许多门知识,这一点是显然的。因为不仅对于处于不同范畴之中的事物不存在单一的知识,甚至对于归于单一范畴之下的事物也是如此,例如在时间之中善乃是时机。这一时机既存在于战争中,亦存在于疾病中,却不属于同一门知识;而是通晓医术者认识疾病中的时机,通晓统帅之术者认识战争中的时机。而属于数量的适度者,既存在于饮食中,亦存在于劳作中;认识后者属于体操术,认识前者属于医术。再者,既然在人与人自身之中存在唯一且相同的定义,在马与马自身之中亦然,即显然在相之中(因为若定义不同,它又如何会是其相呢?),那么显然就人作为人而言,与人自身毫无差异;在一切事物上亦同样如此;因此就善作为善而言,与善自身也毫无差异。因为显然的是,它们绝不会因善自身是永恒的而另一者不是,就作为善而有所不同,正如持久的白色并不比仅有一日的白色更白一样。因此,对存在的其他任何事物而言既不存在超越自身的相,对善而言亦不存在。然而毕达哥拉斯学派关于善的论述似乎更具说服力;因为他们并不称善是一,而是相反,把一安置在诸善的对应范畴列中,斯珀西波似乎也确实追随了他们。而他们所说的诸善的对应范畴列即是:界限、奇数、一、右、男、直、光、正方形、静止者、善;与此相对,他们设立了另一对立的列:无定、偶数、多、左、女、曲、暗、长方形、运动者、恶。
- 1.ἄλλως τε καὶ φιλοσόφους ὄντας
宾格分词 ὄντας 与不定式 ἀναιρεῖν 的逻辑主语一致,充当无人称结构 δεῖν 所引导的不定式的意义主语(泛指一般人,特别是“作为哲学家之人”)。
- 1.φανερὸν γάρ, ὅτι οὐ διοίσουσιν ὡς ἀγαθά, ὅτι τὸ μὲν αὐτοάγαθον ἀΐδιον, τὸ δὲ οὔ
在两个连续的 ὅτι 从句中,第一个 ὅτι 引导 φανερόν 的主语从句(“显而易见的是……”),第二个 ὅτι 则引导修饰 οὐ διοίσουσιν 的原因副词从句(“因为善自身是永恒的而另一者不是[因而在作为善上并无差异]”)。
