← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§10.4-11.30

善之相的否定与依据类比的善

论证了即便对于因自身之故而为善的事物(如明智、快乐、荣誉),也不存在单一的相,善乃是依据类比而述说的。进而表明,分离的善之相既非人类所能实行或获得,对于致力于个别对象的各门具体技艺而言亦毫无用处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι οὐκ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. κεφ. θ’ Ὅτι οὐκ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. κεφ. θ’. Ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔσται λόγος· ἐροῦμεν δὲ ἔτι περὶ τοῦ ἀγαθοῦ ἀκριβέστερον. τὰ γὰρ εἰρημένα δεῖταί τινος ἐξετάσεως καὶ ἀκριβείας διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ κατὰ μέρος εἰρῆσθαι τοὺς λόγους. νῦν δὲ διελόντες ἀκριβέστερον ποιήσομεν τὸν λόγον. διπλῶς τοίνυν λέγεται τὸ ἀγαθόν· τὰ μὲν γὰρ δι’ ἑαυτά εἰσιν ἀγαθὰ καὶ δι’ ἑαυτὰ ζητοῦνται καὶ ἀγαθὰ λέγονται καὶ ἀγαπῶνται, τὰ δὲ οὐ δι’ ἑαυτὰ ἀλλὰ δι’ ἐκεῖνα· διώκονται γάρ, ὅτι φυλακτικά εἰσι τῶν δι’ ἑαυτὰ ἀγαθῶν ἢ ποιητικὰ ἢ τῶν ἐναντίων κωλυτικά. καὶ καθ’ ἑαυτὰ μὲν ἀγαθὰ ὑγίεια καὶ ἀρετὴ τὸ φρονεῖν τὸ ὁρᾶν, οὐ δι’ ἑαυτὰ δὲ ἀσκήσεις, ἃ πρὸς ἀρετὴν φέρει, γυμνάσια φαρμακεῖαι, ἃ τῆς ὑγιείας ἕνεκα ζητοῦνται. ταῦτα δὲ καὶ ὠφέλιμα καλοῦνται. διελόντες οὖν ἀπὸ τῶν ὠφελίμων τὰ ἀγαθά, ἃ καθ’ ἑαυτά εἰσι, σκεψώμεθα εἰ μία ἰδέα τούτων ἐστί· φαίνεται τοίνυν μάταιον εἶναι, ἰδέαν λέγειν τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. τί γὰρ ἂν τούτων καὶ διαφέροι, εἴπερ καὶ ταῦτα καθ’ ἑαυτά εἰσιν ἀγαθὰ καθάπερ ἐκείνη; τὸ γὰρ φρονεῖν καὶ ὁρᾶν καὶ ἡδοναί τινες, αἱ σώφρονες, καὶ τιμαί, εἰ καὶ δι’ ἄλλα ζητοῦνται, ἀλλ’ ὅμως καὶ χωρὶς τῆς ἐκείνων προσθήκης αὐτὰ δι’ ἑαυτὰ καὶ αἱρετά εἰσι καὶ διωκτά· ὥστε κατὰ τοῦτο καθ’ ἑαυτὰ ἀγαθά εἰσι, καὶ οὐ μόνῃ τῇ ἰδέᾳ τοῦτο δώσομεν. ἔτι εἰ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν, αὐτὸς ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ 〈ἐφαρμόσει πᾶσι· καθάπερ ὁ αὐτὸς1〉 ἐφαρμόζει λόγος ὁ τῆς λευκότητος ἔν τε χιόνι καὶ ψιμυθίῳ· ἀλλ’ οὐχ ἔστι. φρονήσεως γὰρ καὶ ἡδονῆς, καθ’ ὃ ἀγαθά,2 διάφοροι οἱ ὁρισμοί· ἄλλο γὰρ τὸ τῆς ἡδονῆς ἀγαθὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως.

Ὅτι οὐκ ἔστιν ἰδέα μία τῶν καθ’ ἑαυτὰ ἀγαθῶν. κεφ. θ’ 关于就自身而言的诸善并不存在唯一的相。〈第9章。〉 然而关于这些事情将另作论述;我们还要更加严密地谈论善。因为先前所说的诸论述需要某种检验与严密性,乃是由于这些论证并未就每一种善分别予以阐述。现在我们做出了区分,将使论述更为严密。于是,善按双重方式被述说:因为有些善是因自身之故而为善,并且因自身之故被寻求、被称为善并受珍爱;而另一些善则不是因自身之故,而是因前者的缘故;因为它们受到追求,是由于它们能够保持因自身之故的诸善,或是能够产生它们,或是能够阻碍其对立面。而健康、德性、明智思考、观看等乃是就自身而言的善,而导向德性的训练,以及为了健康而被寻求的体操和药物治疗,则不是因自身之故。这些亦被称为有用之物。因此,将就自身而言的诸善与有用之物区分开来之后,让我们考察是否存在这些善的单一之相。由此看来,谈论就自身而言的诸善之相乃是徒劳的。因为倘若这些善也正如那个相一样是就自身而言的善,它们与相之间又会有何差异?因为明智思考、观看、某些节制的快乐以及荣誉,纵使也是因其他事物而被追求,但即便没有那些事物的增添,它们自身因自身之故也是值得选择和值得追求的;因此在这方面它们是就自身而言的善,我们绝不能将这一点仅仅归于相。此外,若就自身而言的诸善存在单一之相,那么善的定义本身[将适用于一切,正如白色的同一]定义既适用于雪亦适用于白铅一样;但事实并非如此。因为明智与快乐作为善而言,其定义是各不相同的;因为快乐之善是一回事,明智之善则是另一回事。

§1

Ὅτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὅτι 19 Ὅτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὅτι οὐδεμία βοήθεια τῷ ἠθικῷ ἀπὸ τοῦ τὴν ἰδέαν αὐτὸν εἰδέναι. κεφ. ιʹ. Ἐπεὶ δὲ τὰ ἀγαθά, καθὼς εἴρηται, οὐ συνωνύμως λέγονται (οὐ γὰρ τὸν αὐτὸν ἔχουσιν ὁρισμόν), ζητητέον πῶς λέγονται. ἢ γὰρ ὁμωνύμως ἢ ὡς τὰ ἀφ’ ἑνὸς ἢ πρὸς ἓν συντελοῦντα ἢ κατὰ ἀναλογίαν· ὥσπερ λέγεται ὁ νοῦς ὀφθαλμός, ὅτι τὸν αὐτὸν λόγον ἔχει πρὸς τὴν ψυχήν, ὃν ὁ ὀφθαλμὸς πρὸς τὸ σῶμα. δοκεῖ δὲ τὰ ἀγαθὰ κατὰ ἀναλογίαν ἑνὶ ὀνόματι λέγεσθαι. καθάπερ γὰρ ψυχὴν ἀγαθὴν λέγομεν, οὕτω καὶ χρόνον καὶ τόπον· ἔχει γὰρ ἀνάλογον· καὶ ὅπερ ἐν ψυχῇ ἀρετή, τοῦτο ἐν χρόνῳ καιρὸς καὶ ἐν τόπῳ δίαιτα καὶ ἐν ποσῷ συμμετρία. ἀλλὰ ταῦτα μὲν ἀφετέον νῦν· ἐξακριβοῦν γὰρ ὑπὲρ αὐτῶν ἄλλῃ ἂν εἴη φιλοσοφίᾳ οἰκειότερον· οὐ γὰρ τῇ ἠθικῇ ταῦτα προσήκει. ὁμοίως δὲ καὶ τὸ περὶ τῆς ἰδέας λέγειν καθόλου· θεολογικοῦ γάρ τινος καὶ τοῦτο3 καὶ οὐδὲν συντελεῖ τῷ ζητοῦντι τὸ πολιτικὸν ἀγαθόν. ἡ γὰρ ἰδέα τοῦ ἀγαθοῦ εἰ καὶ ἔστιν, ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθ’ ἑαυτὸ ὑφεστώς,4 δῆλον ὡς οὐκ ἂν εἴη δυνατὸν ἀνθρώπῳ πρᾶξαι τοῦτο ἢ κτήσασθαι· ἡμῖν δὲ περὶ τοιούτου ἀγαθοῦ ὁ λόγος. ἐν αὐτῷ γὰρ καὶ τὴν εὐδαιμονίαν συστῆναι δυνατόν· εὐδαιμονεῖ γάρ τις ἐν ᾧ ἔπραξεν ἢ ἐν ᾧ ἐκτήσατο. ὥστε οὐκ ἂν εἴη προσῆκον ἡμῖν περὶ τοῦ μὴ τοιούτου λέγειν· τάχα δέ τῳ δόξειεν ἂν τοὐναντίον, βέλτιον εἶναι μᾶλλον καὶ συμφορώτερον εἰς τὸ πρᾶξαι καὶ κτήσασθαι τὰ κτητὰ καὶ πρακτὰ ἀγαθά, τὸ εἰδέναι αὐτὴν τὴν ἰδέαν τοῦ ἀγαθοῦ· καθάπερ γὰρ παραδείγματι χρώμενοι ταύτῃ γνωσόμεθα, ποῖα τῶν πρακτῶν καὶ κτητῶν εἰσιν ἡμῖν ἀγαθά· κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν οὖν ἔχει τινὰ οὗτος ὁ λόγος· ἔοικε δὲ ταῖς ἐπιστήμαις διαφωνεῖν· πᾶσαι γὰρ αἱ ἐπιστῆμαι ἀγαθοῦ τινος ἐφίενται καὶ τὸ ἐνδεὲς ἀναπληρῶσαι ἐπιζητοῦσιν, ὥσπερ ἰατρικὴ μὲν τὸ ἐλλεῖπον τῆς ὑγιείας, γυμναστικὴ δὲ τῆς ἰσχύος καὶ τῆς ἀνδρίας. οὕτω δὲ ἔχουσαι πρὸς τὴν ζήτησιν τοῦ ἀγαθοῦ, τοῦ καθόλου τούτου ἀγαθοῦ τὴν γνῶσιν παραλιμπάνουσιν· οὐκ ἂν δὲ παρελίμπανον, εἰ βοήθειά τις ἦν αὐταῖς ἀπ’ αὐτοῦ. βοήθημα γὰρ τηλικοῦτον ἅπαντας ἀγνοεῖν τοὺς τεχνίτας καὶ μὴ ἐπιζητεῖν, οὐκ εὔλογον. ὥστε καὶ διὰ τοῦτο ματαίαν τινὰ τὴν ἰδέαν εἶναι. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τὴν αὑτοῦ τέχνην, εἰ γινώσκει αὐτὸ τὸ ἀγαθὸν τὸ καθόλου, ἢ ἰατρὸς πῶς ἰατρικώτερος ἔσται ἢ στρατηγὸς πῶς ἂν γένοιτο στρατηγικώτερος, ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος·5 οὐ γὰρ τὸ καθόλου ὁ τεχνίτης σκοπεῖ, ὥσπερ ὁ ἰατρὸς οὐ τὴν καθόλου ὑγίειαν σκοπεῖ ἀλλὰ τὴν τοῦ ἀνθρώπου, μᾶλλον δὲ οὐδὲ τοῦ καθόλου ἀνθρώπου ἀλλὰ τὴν τοῦ ἀτόμου· καθ’ ἕκαστον γὰρ ἰατρεύει.

Ὅτι τὰ ἀγαθὰ κατ’ ἀναλογίαν ἑνὶ ὀνόματι λέγονται· καὶ ὅτι 19 关于诸善按类比以单一名称被述说;以及对伦理学家而言,他认识相毫无益处。〈第10章。〉 既然如前所述,诸善并非同义地被述说(因为它们不具有相同的定义),那么就必须探求它们是如何被述说的。因为它们若不是同名异义地被述说,便是作为源自单一事物或有助于单一事物而被述说,抑或是按类比被述说;正如理智被称为眼睛,是因为它对于灵魂所具有的比例关系,与眼睛对于身体所具有的相同。而诸善似乎是按类比以单一名称被述说的。因为正如我们说善的灵魂,我们也同样说善的时间与善的地点;因为这具有对应比例;而在灵魂中的德性,恰好就是时间中的时机、地点中的居所和数量中的适度。但这些问题眼下必须搁置;因为对它们加以严密探究更适合于另一门哲学;因为这些并不属于伦理学。同样,普遍地谈论相亦是如此;因为这也属于某种神学,对寻求城邦之善的人毫无助益。因为即便存在着善之相——它共通地、普遍地表述其他事物,并分离于其他事物且独立自立——显然人也不可能实行或获得它;而我们的论述所关涉的正是这样一种善。因为幸福也正是在这种善之中得以成立;因为一个人乃是在他所实行或所获得的事物中得享幸福。因此,谈论非此类善对我们而言是不相宜的。但或许有人会认为相反:为了实行与获得可获得的、可实行的诸善,认识善之相本身反而是更好且更有利的;因为以此为范型,我们将认识对于我们而言哪些可实行与可获得的事物是善的;而只要我们认识了它们,我们就会获得它们。这个论证确实具有某种说服力;但它似乎与诸门科学不相符合。因为一切科学皆追求某种善,并探求弥补不足之处,正如医术探求健康之所缺,体操术探求力量与勇气之所缺。诸门科学对于善的探求虽是如此,却忽略了关于这普遍之善的认识;但如果它们能从中得到某种帮助,它们便不会忽略它。因为所有的技艺之人皆不知晓如此巨大的助益且不去寻求它,这是不合情理的。因此单凭这一点,相也是徒劳无益的。而且令人困惑的是:织工或木匠若是认识了这普遍之善本身,对他自身的技艺会有何益处;或者观察了善之相本身的医者,如何会更具医术,将军又如何能更具统帅之才。因为技艺之人并不考察普遍之物,正如医者并不考察普遍的健康,而是考察人的健康,甚至并非考察普遍的人的健康,而是考察个体的健康;因为他是就每个具体情况施医的。

语法注5 条
  1. 1.ἐφαρμόσει πᾶσι· καθάπερ ὁ αὐτὸς

    尖括号〈…〉内的文字系校订者根据文脉补入的脱文。其语法结构极为清晰:正如白色的同一定义适用于雪与白铅,善自身的定义也应当适用于一切自身为善的事物。

  2. 1.καθ’ ὃ ἀγαθά

    由介词与关系代词(中性单数宾格 ὅ)构成的介词短语,起限定副词作用,意为“在它们作为善的限度内 / 在它们是善的方面”。

  3. 1.θεολογικοῦ γάρ τινος καὶ τοῦτο

    属格作表语(所属属格),省略了系动词 ἐστί,意为“因为这也属于某种神学(第一哲学)的事物”。

  4. 1.ἥτις κοινῇ τῶν ἄλλων καὶ καθόλου κατηγορεῖται καὶ χωριστὸν τῶν ἄλλων καὶ καθ’ ἑαυτὸ ὑφεστώς

    在以阴性主格关系代词 ἥτις(承前指 ἰδέα)引导的关系从句中,后续的补足语形容词与分词 χωριστὸν ... ὑφεστώς 转向了中性单数。这是一种依意义一致构式(constructio ad sensum),呼应了作为抽象概念实体的中性“善”(τὸ ἀγαθόν)。

  5. 1.ὁ τὴν ἰδέαν αὐτὴν τοῦ ἀγαθοῦ τεθεαμένος

    置于疑问结构末尾的完成时分词短语。它同格包摄了前文两个间接疑问句的主语(ἰατρὸς πῶς... ἢ στρατηγὸς πῶς...),带有条件或限制色彩,意即“那观照了善之相本身的[医者或将军]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:10.4-11.30