← 普鲁萨的赫里奥多罗斯

亚里士多德《尼各马可伦理学》释义

§7.17-8.30

三种主要生活与幸福的考察

基于亚里士多德《尼各马可伦理学》第一卷第五章,本节考察了享乐的、政治的(荣誉与德性)及致富的各种生活,论证了它们为何皆不能与作为终极之善的幸福等同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Ὅτι τρεῖς εἰσι βίοι· ὁ καθ’ ἡδονήν, ὁ τὴν τιμὴν ζητῶν, ἐν οἷς Ὅτι τρεῖς εἰσι βίοι· ὁ καθ’ ἡδονήν, ὁ τὴν τιμὴν ζητῶν, ἐν οἷς καὶ ὁ χρηματιστικὸς θεωρεῖται, καὶ τρίτος ὁ θεωρητικός· καὶ ὅτι οὔτε ὁ τὴν ἡδονὴν οὔτε ὁ τὴν τιμὴν οὔτε ὁ τὰ χρήματα ζητῶν τὴν εὐδαιμονίαν ζητεῖ. 〈κεφ. ζʹ.〉 Ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. ἦν δὲ ἡμῖν ὁ λόγος περὶ τοῦ ὅτι διαφόρους οἱ ἄνθρωποι περὶ τῆς εὐδαιμονίας ἔχουσι δόξας. ἕκαστος τοίνυν ἀκολούθως τῷ οἰκείῳ βίῳ τὴν εὐδαιμονίαν ὁρίζεται· ὥστε καὶ οἱ πολλοὶ καὶ ἀκόλαστοι τὴν ἡδονήν φασι τὴν εὐδαιμονίαν εἶναι· διὰ τοῦτο καὶ τὸν βίον ἀγαπῶσι τὸν ἀπολαυστικόν. οἱ γὰρ καθολικοὶ βίοι μάλιστα τρεῖς εἰσιν· ὅ τε καθ’ ἡδονὴν καὶ ὁ πολιτικὸς καὶ τρίτος ὁ θεωρητικός. ὁ μὲν οὖν πρῶτος βίος οὐδὲν ἱερόν·1 ἀνδραποδώδεις γὰρ ἐπιεικῶς οἱ τοῦτον διώκοντες καὶ βοσκημάτων βιοῦσι βίον. λόγου δέ τινος ἄξιος φαίνεται διὰ τὸ πολλοὺς τῶν ἐν ἐξουσίαις τοῦτον αἱρουμένους τὸν βίον ὁμοιοπαθεῖν Σαρδαναπάλῳ. τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώπων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ἡγοῦνται τὴν τιμήν·2 σχεδὸν γὰρ καὶ πολιτικοῦ βίου τὸ τέλος (οὐ τὸ ὂν λέγω ἀλλὰ τὸ παρὰ πάντων ζητούμενον) ἡ τιμή ἐστι. φαίνεται δέ, ὅτι οὐ τοῦτό ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ τῶν δοκούντων καὶ αὐτό ἐστι καὶ φαινομένων ἀγαθῶν. τὸ γὰρ ἀληθῶς ἀγαθόν, δι’ οὗ τις εὐδαιμονεῖ, ἐν αὐτῷ δεῖ εἶναι· ἡ δὲ τιμὴ οὐκ ἔστιν ἐν τῷ τιμωμένῳ ἀλλὰ μᾶλλον ἐν τῷ τιμῶντι· οὐκ ἄρα ἐν τῇ τιμῇ ἡ εὐδαιμονία. δεῖ γὰρ τῷ εὐδαίμονι οἰκεῖον εἶναι τὸ ἀγαθὸν καὶ δυσαφαίρετον. ἔτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα πιστεύσῃ περὶ ἑαυτοῦ ὅτι ἀγαθός ἐστι· καὶ διὰ τοῦτο ζητεῖ ὑπὸ τῶν φρονίμων τιμᾶσθαι καὶ παρ’ οἷς γινώσκεται, καὶ ἐπ’ ἀρετῇ. φαίνεται τοίνυν, ὅτι διὰ τοῦτό τις τὴν τιμὴν διώκει, ἵνα ἀγαθὸς δοκῇ καὶ σπουδαῖος διὰ τὴν ἀρετήν· ὥστε δῆλον, ὅτι οὐ δι’ ἑαυτὴν ἡ τιμὴ διώκεται ἀλλὰ διὰ τὴν ἀρετήν. καὶ διὰ τοῦτο αὐτὴ μὲν οὐκ ἂν εἴη ἔσχατον τέλος ἀλλὰ μᾶλλον ἡ ἀρετή. ἔστι δὲ καὶ αὐτὴ ἀτελής, καὶ οὐκ ἂν εἴη ἐν αὐτῇ τὸ τέλειον ἀγαθὸν ἡ εὐδαιμονία· ὅτι δὲ ἀτελής ἐστι, δῆλον· δυνατὸν γάρ τινα ἕξιν ἀρετῆς ἔχειν καὶ μὴ ἐνεργεῖν κατ’ αὐτήν, ἢ καθεύδοντα ἢ ἄλλον τρόπον ἀπρακτοῦντα διὰ βίου ἢ κακοπαθοῦντα καὶ δυστυχοῦντα καὶ ἀτυχοῦντα τὰ μέγιστα, καὶ οὕτως ἀτελῆ τὴν ἀρετὴν ἔχειν. τὸν δὲ οὕτω βιοῦντα οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μή που αὐτὸ ὑπόθοιτο καὶ ὀνομάζοι εὐδαιμονίαν τὴν ἕξιν τῆς ἀρετῆς. καὶ περὶ μὲν τοῦ καθ’ ἡδονὴν βίου καὶ τοῦ πολιτικοῦ εἴρηται. ἱκανῶς γὰρ ἐν τοῖς ἐγκυκλίοις περὶ αὐτῶν εἴπομεν· περὶ δὲ τοῦ βίου τοῦ θεωρητικοῦ μετὰ ταῦτα ἐπισκεπτέον· νῦν γὰρ τὸ προκείμενον ἄλλο. ἔστι δὲ καὶ ἄλλος βίος ἐν αὐτοῖς θεωρούμενος τοῖς εἰρημένοις, ὁ τοῦ χρηματιστοῦ· καὶ γὰρ καὶ ὁ τὴν ἡδονὴν καὶ ὁ τὴν τιμὴν διώκων χρήματα ἐθέλει συλλέγειν. καὶ διὰ τοῦτο τρεῖς ἔφαμεν τοὺς μάλιστα προέχοντας βίους. οὗτος γὰρ ἐν αὐτοῖς θεωρεῖται καὶ ἔστι βίαιος.3 οὔτε γὰρ τὸ ἀγαθὸν διώκει, ὃ τέλειόν ἐστιν, οὔτε πάνυ δοκεῖ διώκειν. ὅθεν οὐ πολλοῖς ἐστιν ἐραστός· ὀλίγοι γὰρ εἵλοντο πάσης τῆς ἐν βίῳ σπουδῆς τέλος τὰ χρήματα ἔχειν. ὅτι δὲ οὐδ’ αὐτὸς τὸ ἔσχατον ἀγαθὸν ζητεῖ, πρόδηλον· ὁ γὰρ πλοῦτος διὰ τὴν χρῆσίν ἐστιν ἀγαθὸς καὶ ἄλλου χάριν ζητεῖται, τιμῆς ἕνεκα ἢ ἡδονῆς· τὸ δὲ ἔσχατον ἀγαθὸν δι’ ἑαυτὸ δεῖ ἀγαθὸν εἶναι. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι, ἡδονὴν λέγω καὶ τὴν τιμήν· δι’ αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὰ τέλεια ἀγαθά· καίτοι πολλοὶ λόγοι περὶ αὐτῶν ἐγένοντο πολλοῖς τῶν παλαιῶν, τῶν μὲν τὴν ἡδονὴν τῶν δὲ τὴν τιμὴν λεγόντων ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν ἀφείσθω.

关于有三种生活:顺应快乐的生活、追求荣誉的生活——其中致富的生活亦被考量——以及第三种观照的生活;并且追求快乐者、追求荣誉者与追求财富者皆未追求幸福。〈第7章。〉 那么,让我们从偏离之处继续谈起。我们的论述原本是关于人们对幸福持有不同意见这一事实。因此,每个人都依照其特有的生活来规定幸福;以至于大众与放荡者宣称快乐就是幸福,并为此珍爱享乐的生活。因为总体而言的生活主要有三种:顺应快乐的生活、政治的生活,以及第三种观照的生活。第一种生活实属无足轻重;因为追求此种生活者大体上是奴隶一般的,过着牲畜的生活。但由于许多身居权位者选择此种生活并具有与萨达那帕鲁斯相同的癖好,它才显得值得一提。第二种生活则由较优之士所选择,而那些追求善行者视荣誉为至上;因为政治生活的目的(我指的不是事实上的目的,而是众人所追求的目的)几乎就是荣誉。然而显而易见,这并非终极的善,而是本身亦属于那被认为且表面上的善。因为那使人幸福的真正之善,必须存在于人自身之中;但荣誉并不存在于受敬者之中,而毋宁存在于施敬者之中;因此幸福不在荣誉之中。因为对幸福者而言,其善必须是属己的且难以剥夺的。此外,人追求荣誉乃是为了这一缘由,即坚信自己是善良的;正因如此,他才寻求由明智之人并在熟知自己者之中、且基于德性而受到尊崇。由此可见,人追求荣誉乃是为了因德性而显得善良与卓越;以至于显然荣誉并非为了自身而被追求,而是为了德性。因此,荣誉本身不会是终极目的,而德性毋宁才是。然而德性本身也是不完全的,完满的善即幸福不可能存在于其中;德性是不完全的,这一点显而易见。因为一个人完全可能拥有德性的品质却不依其活动,或者是在睡眠中,或者以其他方式终生无所作为,抑或承受痛苦、遭遇不幸并蒙受极大的灾祸,并由此不完全地拥有德性。但若非有人硬是假定这一点并将德性的品质命名为幸福,绝无人会称这样活着的人是幸福的。关于顺应快乐的生活与政治的生活便谈到这里;因为我们在普及讲论中已就它们作了充分讨论;而关于观照的生活我们必须在此后予以考察,因为当下的主题是另一回事。在上述生活之中还考量着另一种生活,即致富者的生活;因为追求快乐者与追求荣誉者皆欲积聚财富。正因如此,我们才说最主要突出的生活有三种;因为这种生活考量于它们之中,并且是违背本性的。因为它既不追求那完满的善,也似乎根本没有追求。因此它不为多数人所钟爱;因为只有少数人选择将财富作为毕生一切努力的目的。而它本身没有寻求终极的善,这一点十分明显;因为财富乃因其效用而是善的,且是为了别的事物而被寻求,即为了荣誉或为了快乐;但终极的善必须因其自身而是善。因此,人们毋宁会把先前谈及的目的看作是〔善〕,我指的是快乐与荣誉;因为它们因其自身而被珍爱。然而显而易见,即便是那些也并非完满的善;尽管许多古人曾就它们作了许多论述,有人称快乐是终极之善,有人则称荣誉是终极之善。那么,这些事情且置于一旁。

语法注3 条
  1. 1.οὐδὲν ἱερόν

    字面义为“无甚神圣之事”,在此作为谓词性习语,意为“微不足道”、“不值一提”。

  2. 1.τὸν δὲ δεύτερον οἱ βελτίους τῶν ἀνθρώπων αἱροῦνται καὶ οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις ἡγοῦνται τὴν τιμήν

    相对于前半句以“τὸν δεύτερον [sc. βίον]”作为“αἱροῦνται”的宾语,后半句以“οἱ τὰς ἀγαθὰς διώκοντες πράξεις”为主语,“ἡγοῦνται”为动词,“τὴν τιμήν”为宾语,在此表示“看重”或“重视”。

  3. 1.βίαιος

    沿用亚里士多德《尼各马可伦理学》1096a6的用词。形容致富的生活是“受强迫的”或“违背本性的”,即出于外在强制或生活必需(βία)而被迫从事,而非出于本性自愿作为内在之善来追求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4033.tlg003.humanitext-grc1:7.17-8.30